18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εἰς Ὄλυμπον, «ὃν Βριάρεων καλέουσι»,φησί, «θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίωνα», ὃν

καί φασι τοῦ οἰκείου πατρὸς Ποσειδῶνος ἀμείνονα τῇ βίᾳ εἶναι· ὃν καὶ δείσαντες οἱ θεοὶ

οὐκ ἔδησαν τὸν ∆ία. καὶ ταῦτα μὲν τὰ τοῦ μύθου, ᾧ χρᾶται ὁ Ὁμηρικὸς Ἀχιλλεὺς

λέγωνἐπιβουλὴν μὲν τὸν ∆ία παθεῖν ὑπὸ Ἥρας καὶ Ποσειδῶνος καὶ Ἀθηνᾶς τῶν τοῖς

Ἀχαιοῖς ἄρτι βοηθούντων, μεῖναι δὲ ὅμως αὐτὸν ἀβλαβῆ διὰ τὴν τοῦἑκατόγχειρος

Βριάρεω συμμαχίαν συνεπιλαμβανομένης τῆς Θέτιδος. ἔνθακαὶ ὅρα τὴν τοῦ νεανίου

ῥήτορος δεινότητα, ὃς ἐπίτηδες θαρρύνων τὴν Θέτινἐπιβούλους μὲν κατέλεξε τοῦ ∆ιὸς

Ἥραν καὶ Ποσειδῶνα καὶ Ἀθηνᾶν τοὺς βοηθοῦντας τοῖς Ἀχαιοῖς, σώτειραν δὲ ∆ιὸς τὴν

Θέτιν ἔδειξεν, ὡς δέον εἶναιτὸν ∆ία ταύτῃ βοηθῆσαι, εἰς ἃ θέλει, ἤπερ τοῖς ποτε

ἐπιβούλοις· ὃ καὶ γίνεται.διὸ κἂν ἡ Ἥρα ἐναντιωθῇ, ἀνύσει οὐδέν. Ἡ δὲ ἀλληγορία

Ἥραν μὲν καὶἐνταῦθα τὸν ἀέρα νοεῖ, Ποσειδῶνα δὲ τὸ στοιχεῖον τοῦ ὕδατος, Ἀθηνᾶν

δὲτὴν γῆν, ὡς ἀπὸ τοῦ ἀνθεῖν, καὶ διότι, φασίν, ἐργάνη μὲν Ἀθηνᾶ λέγεται,γῆς δὲ τὸ

ἐργάζεσθαι· ∆ία δέ φησι τὸν ὑπερκείμενον πάντων αἰθέρα· Θέτιν δὲτὴν τοῦ παντὸς

θέσιν, ταὐτὸν ἄμφω ἡγούμενοι τήν τε Θέτιν καὶ τὴν θέσιν,ὥσπερ καὶ φάτιν καὶ φάσιν·

Βριάρεων δὲ ἑκατόγχειρα τὸν ἥλιον, ὃς πολλαῖςοἷον χερσὶ κατεργάζεται τὰ ὑφ' ἥλιον.

καὶ ἔχει μὲν ὁ λόγος οὗτος ὁ περὶ 1.190 Βριάρεω καὶ ἄλλως τὸ πιθανόν· βοηθεῖται δὲ καὶ

ὑπὸ τῆς ῥοδοδακτύλουἨοῦς. ἐὰν γὰρ διὰ τὸν ἥλιον καὶ τὰς αὐτόθεν ἀκτῖνας δάκτυλοι

τῇ ἡμέρᾳπλάττωνται, λέγοιτ' ἂν καὶ αὐτὸς ὁ ἥλιος οὐκ ἀπιθάνως χεῖρας ἔχειν

καὶταύτας ἑκατόν, ὅ ἐστι πολλάς. τῶν τοίνυν ῥηθέντων προσώπων οὕτω

κατ'ἀλληγορίαν ἐκλαμβανομένων ἡ τοῦ ῥηθέντος μύθου θεραπεία οὕτω πως

διατίθεται, εἰπεῖν συντομώτατα, ὡς οὐδὲν ἂν ἐκώλυε τὸν αἰθέρα ∆ία

καταστασιασθῆναιὑπὸ τῶν λοιπῶν στοιχείων καὶ ἄνω κάτω πάντα γενέσθαι καὶ

σύγχυσιν τὸσύμπαν παθεῖν, εἰ μὴ Θέτις, τουτέστιν ἡ τοῦ παντὸς κατὰ φύσιν θέσις,

μένειναὐτὰ κατὰ χώραν ἐποίησε διὰ μέσου τοῦ ἑκατόγχειρος τουτέστι τοῦ ἡλίου,ὃς καὶ

αὐτὸς θέσιν ἔχων τὴν πρέπουσαν καταλλάττειν οἶδε τὴν στάσιν καὶ τὰμέγιστα τῇ τοῦ

παντὸς διευθετήσει συμβάλλεται. Ἰστέον δὲ ὅτι ἡ τοιαύτηἀλληγορία οὐ συμβιβάζεται

πρὸς τὰ Τρωϊκά. καὶ εἰκότως. τῶν γὰρ μύθων, ὅσοιτῷ Τρωϊκῷ πολέμῳ σύγχρονοι,

θεραπεύοιντο ἂν πρὸς τὰ Τρωϊκά. ὅσοι δὲπαλαιγενεῖς καὶ πρὸ αὐτοῦ Ὁμήρου τεθέντες,

εἰ καὶ ἀλληγοροῖντο, ἀλλ'οὐδὲν αὐτοῖς μετέσται τοῦ Τρωϊκοῦ πολέμου. Τινὲς δὲ καὶ

οὕτω τὸν τοιοῦτονμῦθον θεραπεύουσιν Ἥραν μὲν καὶ Ποσειδῶνα τὸν ἀέρα καὶ τὸ ὕδωρ

νοοῦντες,Ἀθηνᾶν δὲ τὸ αἰθέριον πῦρ διὰ τὸ τῆς χροιᾶς, φασίν, ἄνθος οὕτως

ὀνομαζομένην,ὥσπερ καὶ Παλλάδα διὰ τὸ εὐκίνητον· ∆ία δὲ τὸν θεῖον νοῦν, τὴν ψυχὴν

τοῦπαντός· Θέτιν δὲ τὴν τῶν ὅλων διάθεσίν τε καὶ διακόσμησιν. ἑκατόγχειρον δὲκαὶ

Βριάρεων τὴν τῆς τοιαύτης διακοσμήσεως βριαρὰν ἀνάγκην τε καὶ ἰσχύν,ἥτις διάθεσις

καὶ ὅστις Βριάρεως τὰ τοιαῦτα στοιχεῖα διὰ τὸ τῆς ὕλης ἄτακτονκατεπιχειρεῖν θέλοντα

τοῦ ∆ιὸς καὶ οἷον ἐπικρατεῖν ἔπαυσαν τοῦ ἐγχειρήματος.ἄλλοι δὲ τῇ τοῦ Ζηνοδότου

γραφῇ στοιχοῦντες τῇ λεγούσῃ «Ἥρη τε καὶ Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων» καὶ

Ἥραν μὲν καὶ Ποσειδῶνα καὶ Ἀπόλωνα συνήθως ἀέρα νοήσαντες καὶ ὕδωρ καὶ ἥλιον,

εἶτα δὴ τὸν Αἰγαίωνα εἰςαἰῶνά τινα καὶ χρόνον ἀλληγοροῦντες, ἑκατόγχειρον δὲ τὴν ἐν

τῷ αἰῶνι τῶνἔργων πολυχειρίαν νοοῦντες, τὸν δὲ ∆ία ἤτοι Ζῆνα εἰς τὸ ζῆν

ἐκλαμβάνοντες,συμβιβάζουσιν οὕτω τὸν μῦθον· ὅτι κίνδυνος ἦν μὴ ζῆν τοὺς περὶ γῆν,

ἀλλὰἀπολέσθαι τὸν ζωτικὸν ∆ία συνδεθέντα ὥσπερ τῇ τῆς στοιχειακῆς ὕληςἀταξίᾳ, εἰ

μὴ φυσική τις θέσις ἦν τοῖς στοιχείοις καὶ αἰὼν ἤτοι χρόνος παρήχθηκαὶ χειρῶν ἐργασία

ἐπετηδεύθη καὶ κίνησις ἡλίου ἐκολάσθη τῇ τῆς κινήσεωςἀντιστρόφῳ φορᾷ. καὶ

σημείωσαι οἷον ὁ ἑκατόγχειρ ἐνταῦθα· ἔχεις γὰρ ἐντεῦθεν ἐγκώμιον ἐργατικῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

122

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!