18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐνταῦθα περιφράζων «κραδίην ∆ιός» λέγει, οἷον «εἴ ποτεδή τι ἢ ἔπει ὤνησας κραδίην

∆ιὸς ἠὲ καὶ ἔργῳ».] (ῃ. 396) Ὅτι ἦθος ὑπογράφειγυναικεῖον ὁ ποιητὴς ἐν τῇ διηγήσει

τοῦ «πολλάκι γάρ σου ἤκουσα εὐχομένηςἀμῦναι τῷ κελαινεφέϊ ∆ιΐ». ἔθος γὰρ γυναιξίν,

εἴ που ἅπαξ καλόν τι ἐνδείξονται,συνεχῶς αὐχεῖν καὶ μεμνῆσθαι αὐτοῦ καὶ τῷ

κατορθωθέντι ἐναγλαΐζεσθαι.ἀνὴρ μέντοι γελοῖός ἐστιν, εἰ τοῦτο πάσχοι. αἴτιον δὲ ὅτι

γυναιξὶ σπάνιον τὸκατορθοῦν. διὸ κἄν τι καταπράξωνται εἰσάπαξ μέγα, φέρουσιν ἀεὶ

ἐπὶ στόματοςτὸ καινὸν τοῦ πράγματος· ἀνὴρ δὲ οὐκ ἀγαπᾷ ἑνὸς ἀγαθοῦ εὐστοχήσας.

διὸκαὶ ἡ κωμῳδία πολλὰ καταπαίζει Κλέωνος ἑνὶ καὶ μόνῳ βρενθυομένου τῷκατὰ

Πύλον ἀριστεύματι. καὶ ἡ παροιμία δὲ μῶκον ἔχει κατὰ τοιούτου ἀνδρὸςἐν τῷ «σαυτὴν

ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι», ὡς τοῦ Ἀστυδάμαντος γυναικιζομένου ἐν τῷ

ἀπρεπῶς περιαυτολογεῖν. ἐὰν δὲ καὶ Ὀδυσσέα μιᾶςπόλεως ἅλωσις σεμνύνῃ, ἀλλ' οὔτε

προφέρει τοῦτο ἐκεῖνος καυχώμενος καὶἄλλως δέ, ὡς ἐν τῇ βῆτα ῥαψῳδίᾳ ὁ ποιητὴς

ἐρεῖ, μυρία ἔοργεν ἀγαθὰ Ὀδυσσεὺςκαὶ οὐ τῷ ἑνὶ μόνῳ τούτῳ σεμνύνεται οὐδὲ

πολλάκις αὐτῷ ἐναβρύνεται.[Νέστορι δὲ οὐδ' αὐτῷ νέμεσις ἐλλαμπομένῳ ἄλλοτε

ἄλλως τοῖς ὑπὲρἑαυτοῦ λόγοις καὶ οὕτω χορηγοῦντι ἀγαθὰς ὕλας τῷ ποιητῇ ἐς τὸ

γράφειν δίχαγε τοῦ ἀδολεσχεῖν ταὐτολογικῶς.] Τὸ δὲ πολλάκι ἀποβολὴν ἔπαθε τοῦ ˉσ,

ὡςκαὶ τὸ πλειστάκι καὶ τοσαυτάκι καὶ δηθάκι καὶ τὰ ὅμοια. καὶ ἔστι μεταπλασμόςτις καὶ

τοῦτο ἐπιρρηματικός. τελικὸν γὰρ ἐπιρρημάτων ὥσπερ τὸ ˉιˉς βαρύτονον,οἷον

πολλάκις, δηθάκις, οὕτω καὶ τὸ ˉι, οἷον αὐτόθι, κεῖθι, ὅθι· πρὸς ἃ μεταπέπλασται τὸ

πολλάκι καὶ τὰ κατ' αὐτό, καθάπερ καὶ τὸ χῶρι· χωρὶς μὲν γὰρὀξύνεται, ὡς τὸ λικριφίς·

ἐκπεσὸν δὲ τοῦ ˉσ εἰς τὴν ἀναλογίαν τῶν ῥηθέντων εἰςˉι ἐπιρρημάτων ἀπηυτομόλησε.

(ῃ. 397) Ζεὺς δὲ κελαινεφὴς παρὰ τὸ κελαινὸςφαίνεσθαι· τοιοῦτος γὰρ ὁ ἀήρ. ἐντεῦθεν

δὲ καὶ αἷμά που ἐρεῖ κελαινεφές. ἢ παρὰτὸ κελαίνεσθαι καὶ νείφειν, οἱονεὶ

κελαινονεφής· ἢ παρὰ τὸ κελαίνεσθαι νέφεσι·νεφεληγερέτης γάρ. εἰ δὲ εἰς νοῦν

ἀλληγορεῖται, τότε κάλλιόν ἐστιν εἰπεῖναὐτὸν κελαινὸν μὲν διὰ τὸ βαθύ, φαεινὸν δὲ διὰ

τὸ φύσει φωσφόρον. (ῃ. 396 σς.)Ἰστέον δὲ ὅτι τῶν διηγήσεων αἱ μέν εἰσιν ὁμιλητικαὶ

κατὰ τοὺς παλαιούς, ὅτε 1.189 τις δηλαδὴ ἀκούσας ποτὲ ἀπό τινός τι αὐτῷ ἐκείνῳ

διηγεῖται τῷ εἰπόντι τὸπροακουσθέν· αἱ δὲ ἀπαγγελτικαί, ἤγουν ὅταν τις κελευσθεὶς

ἀγγείλῃ τὸ παρ'ἑτέρου ἐπιταχθέν· αἱ δὲ ὑποστατικαί, ὅταν τις οἴκοθεν ἀφηγῆταί τι

παρ'ἑαυτοῦ ἢ παρ' ἑτέρου πραχθέν, ὡς πολλαχοῦ ὁ Νέστωρ ποιεῖ. ἐνταῦθα δὲ ὁἈχιλλεὺς

ὁμιλητικὴν ἐκτίθεται διήγησιν ἐκεῖνα λέγων τῇ μητρί, ἅπερ ἤκουσενἀπ' αὐτῆς· φησὶ

γάρ «πολλάκις ἤκουσά σου ἐν μεγάροις πατρὸς λεγούσηςτάδε». (ῃ. 399 ς.) Ὅτι ὥσπερ

τἆλλα παρὰ τοῖς ποιηταῖς ἀνθρωποπαθὲς τὸδαιμόνιον φῦλον, οὕτω δὴ καὶ κατὰ τὴν

βασιλείαν· αὐστηρὸς γὰρ ὢν ὁ Ζεὺςἔχει τοὺς τυραννιῶντας καὶ ἐπανισταμένους. φησὶ

γοῦν ὁ μῦθος, ὅτι συνδῆσαιτὸν ∆ία ἤθελον Ἥρη τε καὶ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· ἡ

μὲν Ἥρακατὰ τοὺς μυθικοὺς διὰ ζηλοτυπίαν, ἐπεὶ παρευδοκιμούμενος αὐτὴν

παρηνόμειπερὶ τὴν εὐνὴν πολλαῖς ἀναχρωνύμενος γυναιξίν· ὁ δὲ Ποσειδῶν διὰ τὸ

τῆςμερίδος ἑτερόζηλον· Ζεὺς μὲν γὰρ εἶχε τὰ περὶ οὐρανόν, Ποσειδῶνι δὲ τὰ

περὶθάλασσαν ἔλαχεν· ἡ Ἀθηνᾶ δέ, διότι αὐτὴν ἀφῆκε βιασθῆναι ὑπὸ Ἡφαίστου,

ὁπηνίκα τῆς κεφαλῆς αὐτοῦ γεννηθεῖσα τελεία προέκυψε. τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ

τοῦ «καὶ Παλλὰς Ἀθήνη» γράφουσι «καὶ Φοῖβος Ἀπόλλων». ἄτοπον γάρ φασιν

ἐπιθέσθαι τῷ πατρὶ ∆ιῒ τὴν οὕτω πάνυ στεργομένην Ἀθηνᾶν· τὸνδέ γε Ἀπόλλωνα

εὐλόγως τῷ ∆ιῒ μηνίειν ὡς θητεῦσαι παραχωρήσαντι καὶ δι'ἄλλας αἰτίας, ἃς οἱ

μυθογράφοι φασίν. (ῃ. 401–4) Οἳ σὺν Ὁμήρῳ λέγουσικαί, ὅτι Θέτις ἐλθοῦσα τότε

ὑπελύσατο ἤτοι λεληθότως ἐρρύσατο τοῦ δεσμοῦτὸν ∆ία καλέσασα τὸν ἑκατόγχειρον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

121

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!