18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὑπακοῦσαι καὶ τοὺς Ἀχαιοὺς πυκνοὺς θνῄσκειν καὶ τὸν μάντιν εὖεἰδότα θεοπροπίας

εἰπεῖν καὶ τὰ ἑξῆς. οὔτε δὲ ὁποία τις ἦν ἡ εὐχὴ λέγει οὔτετὴν τοῦ Ἀπόλλωνος μῆνιν

ἐκφράζει οὔτε τοὺς τοῦ Κάλχαντος λόγους φράζειοὔτε ἄλλο διασκευάζει οὐδέν, ἀλλ'

ἐπιτρέχει μόνα τῶν προϊστορηθέντων τὰκαιριώτατα. ὥστε ἔχομεν ἐνταῦθα δύο τρόπους

ἀνακεφαλαιώσεων, ἕνα μὲν τὸναὐτὰ ἐκεῖνα ξηρὰ τὰ προλεχθέντα πάντα φράζοντα,

ἕτερον δὲ τὸν ἐπιδρομάδηντοῖς καιρίοις μόνοις ἐπεξιόντα. (ῃ. 387 ς.) Ὅτι Ἀχιλλεὺς

ὑψῶν ῥητορικῶς τὴν εἰς αὐτὸν βασιλικὴν ἀδικίαν ἀσεβείας τὸν Ἀγαμέμνονα γράφεται,

εἴγε,ὡς πρὸς τὴν μητέρα φησίν, αὐτὸς μὲν ἐκέλευε θεὸν ἱλάσκεσθαι, τὸν δὲ Ἀτρείδηνδιὰ

τοῦτο χόλος ἔλαβεν. [ἐκέλευσε δὲ τὸ ῥηθὲν Ἀχιλλεὺς ἐν τῷ «ἀλλὰ σὺ μὲν νῦντήνδε θεῷ

πρόες». (ῃ. 388) Ὅτι σφοδρὰν ἐπεξέλευσιν φράζει τὸ «αἶψα δ' ἀναστὰςἠπείλησε μῦθον, ὁ

δὴ τετελεσμένος ἐστίν» ἤγουν ὃς δὴ τετέλεσται.] (ῃ. 389) Ὅτιἑλίκωπες Ἀχαιοὶ οὐ μόνον,

ὡς εἴρηται, οἱ τὰς κώπας ἑλίσσοντες ἢ τοὺς τῶνὁρώντων ὀφθαλμοὺς ἑλίσσοντες ἐπ'

αὐτούς, ὡς καὶ εἶδος ἀγητοὶ ὄντες,ὅ ἐστι θαυμαστοί, ἀλλὰ καὶ οἱ τὴν ὄψιν γοργοὶ καὶ

συχνὰ τοὺς ὦπας ἑλίσσοντες,ὅποι δέον ἐστί, καὶ μὴ νωθροί· ἢ οἱ πρὸς τὴν Ἑλίκην, τὴν

μεγάλην ἄρκτον,ὡς καὶ τοῦτο ἐρρέθη, βλέποντες ἐν τῷ πλέειν· πρὸς ταύτην γὰρ

Ἕλληνες 1.187 ἐναυτίλλοντο. τὸ δὲ πρὸς τὴν ἑτέραν ἄρκτον τὴν μικράν, τὴν

Κυνόσουραν,πλέειν Φοινίκων ὕστερον εὕρημα. τὸ δὲ λέγειν ἑλίκωπας τοὺς

μελανοφθάλμουςοὐκ ἀρέσκει τοῖς παλαιοῖς· φασὶ γὰρ κόραις μᾶλλον πρέπειν τὸ

ἐπίθετον,ὡς προείρηται. (ῃ. 390) Ὅτι ὥσπερ τὸ στέλλειν, ἀφ' οὗ ὁ στόλος, οὕτω καὶτὸ

πέμπειν, ἐξ οὗ καὶ ὁ πομπίλος ἰχθύς, οἰκεῖον ἐπὶ θαλάσσης, οἷον· «τὴν μὲνσὺν νηῒ εἰς

Χρύσην πέμπουσι». καὶ ἐν ἄλλοις δὲ μυριαχοῦ τοῦτο φανεῖται. Τὸδέ «εἰς Χρύσην»

δύναται καὶ ἀρσενικῶς νοηθῆναι εἰς τὸν πατέρα Χρύσην καὶθηλυκῶς εἰς τὴν Χρύσην

πόλιν. (ῃ. 391) [Ὅτι κατὰ μόνας μὲν ὁ Ἀχιλλεὺς λαλῶν εἶπεν, ὡς ἑλὼν ὁ βασιλεὺς ἔχει

γέρας, τὴν τοῦ Βρισέως δηλαδή, αὐτὸςἀπούρας, ὅ ἐστιν ἀφορίσας, ἐκ τοῦ Ἀχιλλέως·

ἐνταῦθα δὲ κατὰ πρόσωπονὁμιλῶν τῇ μητρὶ αὐτὸ λέγει τὸ πραχθὲν ἤγουν, ὅτι νέον

αὐτὴν κλισίηθεν ἔβανκήρυκες ἄγοντες.] (ῃ. 392) Ὅτι Ὁμήρου εἰπόντος κούρην Βρισῆος

παρασημειοῦνται καὶ ἐντεῦθεν οἱ παλαιοὶ πατρωνυμικῶς ἐσχηματίσθαι καὶ τὴν

Χρυσηΐδα καὶ τὴν Βρισηΐδα, λέγοντες κύρια εἶναι ταύταις ὀνόματα τὰ προρρηθέντα. τὸ

δὲ σχῆμα καλοῦσιν ἀντονομασίαν· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κύριονὄνομα τῆς γυναικὸς

κούρην Βρισῆος εἶπεν αὐτήν. ἐνταῦθα δὲ σημείωσαι, ὅτικαθ' ὁμοιότητα τῆς ἀντωνυμίας

εἶπον ἀντονομασίαν τὸ ῥηθὲν σχῆμα οἱ παλαιοί·ἀντονομάζουσι γὰρ καὶ τοῦτο καὶ ἡ

ἀντωνυμία, πλὴν ἡ μὲν ἀντωνυμία ἐν μιᾷλέξει ὡς μέρος λόγου, ἡ δὲ ἀντονομασία ἐν

δύο, ποτὲ δὲ καὶ πλείοσι· σχῆμαγάρ ἐστι. (ῃ. 393) Ὅτι ὁ ἀξιῶν τινα βοηθῆσαι πρὸς

δύναμιν εἴποι ἂν τὸ»ἀλλὰ σύ, εἰ δύνασαί γε, περίσχεο», ἤγουν βοήθησον, περισσῶς

ἀντίσχου.[τούτου δὲ ὁ κοινὸς ἐνεστὼς ἀντέχου ἐστίν. Ἰστέον δὲ ὅτι ἐν τῷ

«ἀντίσχεοπαιδὸς ἑῆος» τὸ ἑῆος ἢ ἀπὸ τοῦ ἑός, ὁ ἴδιος, γίνεται ἑῢς καὶ ἐκτάσει τοῦ ˉε

ἠΰς,γενικὴ ἠέος καὶ μεταθέσει ἑῆος· ἢ καὶ ἄλλως ἀπὸ τοῦ εὖ ἐΰς, ὁ ἀγαθός, καὶ τὰλοιπὰ

καθ' ὁμοίαν ἀγωγήν· ἢ καὶ παρὰ τὸ ἥδω, τὸ εὐφραίνω, ἡδὺς καὶ ἀποβολῇ τοῦ ˉδ ἡῢς καὶ

τὰ ἄλλα ὁμοίως τοῖς ἀνωτέρω· ἢ παρὰ τὸ ἕω, τὸ ἀπολαύω,ἑΰς, καὶ τροπῇ τοῦ ˉε κατὰ

τὴν εἰρημένην ὁμοιότητα τὰ ἑξῆς· ἢ καὶ ὡς πνίγωπνιγεύς, οὕτως ἕω ἑεύς, ὅθεν Ἰωνικὴ

γενικὴ ἑῆος.] (ῃ. 394 ς.) Ὅτι ἀξιοῖ ὁ ποιητὴς μεμνῆσθαι ἡμᾶς χαρίτων, εἴ ποθεν ἢ λόγῳ ἢ

ἔργῳ ὄνησιν σχοίημεν 1.188 ἔκ τινος. διὸ καὶ ἡ Θέτις Ἀχιλλέως ὑποθεμένου ἀναμνήσει

τὸν ∆ία παλαιᾶςεὐεργεσίας καὶ ἀντ' αὐτῆς αἰτήσεται τιμὴν τῷ υἱῷ, εὖ ποιήσασά ποτε

τὸν ∆ίακαὶ αὐτὴ κατὰ τὸν μῦθον καὶ ἔπει καὶ ἔργῳ· ἔπει μέν, ὅτε τὴν ἐπιβουλὴνἐμήνυσε

τῷ ∆ιΐ· ἔργῳ δέ, ὅτε τὸν ῥηθησόμενον Βριάρεων ἀνήγαγε συμμαχήσοντα. [Τὸν δὲ ∆ία

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

120

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!