18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

σεισμῶν ποτε γίνεται. καὶ γὰρ καὶ ἐνταῦθα ὁ καταλογισμὸς τῶν δύο συλλαβῶν εἰς μίαν

συλλαβὴν δοκεῖ ποιῆσαι αὐτὰς συνιζῆσαι καὶ οἷον κατασμικρυνθῆναι καὶ

στενοχωρηθῆναι ἐκ πλατυσμοῦ εἰς στενότητα. τὸ δὲ αὐτὸ καὶ συνεκφώνησις λέγεται,

διότι τὰ τῶν δύο λέξεων φωνήεντα ἐν τῷ μετρεῖσθαι νοοῦνταιοὐκέτι ὡς δύο, ἀλλ'

ὥσπερ ἐὰν τῇ φωνῇ τοῦ ἑνὸς συνανεκράθη καὶ ἡ τοῦ ἑτέρουκαὶ ὡς ἕν τι ἄμφω

συνεξεφωνήθησαν. καὶ πάσχουσι τοῦτο φυσικῶς αἱ χασμῳδίαι ἤγουν αἱ τῶν

φωνηέντων ἐπαλληλίαι καὶ συμπτώσεις. τάχιον γὰρ αὐτὰκαθ' ἑαυτὰ λεγόμενα

ἐκφωνοῦνται ἤπερ μετὰ συμφώνων· καὶ δηλοῦσι τοῦτοφανερῶς καὶ οἱ δημοτικοὶ στίχοι

οἱ τὸ παλαιὸν μὲν τροχαϊκῶς ποδιζόμενοι,καθὰ καὶ Αἰσχύλος ἐν Πέρσαις δηλοῖ, ἄρτι δὲ

πολιτικοὶ ὀνομαζόμενοι. μέτρονμὲν γὰρ αὐτοῖς πεντεκαίδεκα συλλαβαί· οἱ δὲ πολλοὶ

καὶ εἰς ἑπτακαίδεκα ἢκαὶ πλείονας αὐτούς ποτε παρεκτείνουσι συλλαβάς, αἵτινες, αἱ

πλείονες δηλαδὴτῶν πεντεκαίδεκα, εἰ μὲν μετὰ συμφώνων λαλοῦνται, γελῶνται ὡς

ἄρρυθμοικαὶ σκώπτονται ὡς πολύποδες· εἰ δὲ μόνοις ἐκφωνοῦνται καθαροῖς

φωνήεσι,λανθάνον τὸ πολύπουν ἔχουσι τῇ ταχείᾳ συνεκφωνήσει τῶν φωνηέντων

καὶσῴζεται ὁ τροχαϊκὸς ῥυθμός. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι ἐπίτηδες ὁ

ποιητὴςἐχασμῴδησε διὰ εὐρυστομίαν καὶ σεμνὸν ὄγκον φωνῆς, ὃς γίνεται μὲν

καὶἄλλως, μάλιστα δὲ διὰ τῆς συνδρομῆς τοῦ ˉω καὶ ˉα, ὡς δηλοῦσιν οἱ τεχνικοί.ἄλλως

γάρ, εἰ μὴ τοῦτο ἐπραγματεύσατο, ἴσχυε τῆς χάσμης ἀπαλλαγεὶςἀπαθῆ τὴν συνθήκην

τοῦ στίχου τέλεον ποιῆσαι, εἰπών «Πηλείδου» ἤ «Πηληϊάδου Ἀχιλῆος». ἀλλ' οὐκ ἤθελε·

πλεονάσας δὲ καθαροῖς φωνήεσιν ἐσέμνυνεκαὶ τῇ χασμῳδίᾳ τὸ τοῦ νοήματος ὕψος

ἤγουν τῷ ἐντεῦθεν ὄγκῳ τῆς φωνῆς.[ὡς δὲ καὶ ἀνειμένου εἴδους τὰ τοιαῦτά εἰσι, δηλοῖ

ὁ γράψας τεχνικός, ὅτι χαίρειἡ ἀνειμένη φράσις τῇ ἀλλεπαλληλίᾳ τῶν φωνηέντων,

ὁποία τις ἐνταῦθα καὶ ἡτῶν τεσσάρων ἄλφα μετὰ τῶν σὺν αὐτοῖς χάσμησις,

στομφαστικὸν ὄγκον ἔχουσα,οὐ μὴν λειότατον, κατὰ τὴν τῶν πέντε ἄλφα ἐν τῷ

«Ἀτρείδης τε ἄναξ ἀνδρῶνκαὶ δῖος Ἀχιλλεύς». ἐκεῖνα γὰρ οὐ σεμνῶς βαίνουσιν, ἀλλὰ

τροχάζουσιν.Ἀθηναῖοι δὲ προελόμενοι τοῦ «ὦ ∆ήμητερ» κοινοῦ ὄντος καὶ Ἀττικοῦ τὸ

«ὦ ∆άματερ» ∆ωρικόν, ὅτε τι θαυμαστικῶς λέγουσι, μαρτυροῦσι καὶ αὐτοὶσεμνὰ τῇ

φωνῇ τοῦ ἄλφα. εἰ δέ τινες τὴν χασμῳδίαν ἤτοι κεχηνυῖαν στίχουσύνδεσιν, μίαν εἶπον

τῶν πέντε ἢ ἓξ κακιῶν τοῦ ἔπους, αἳ ἀλλαχόθι δηλοῦνται,οἷον «ἐκ μέν μ' ἀλλάων

ἁλιάων ἀνδρὶ δάμασσε» λεγέτωσαν ἐκεῖνοι τὸ αἴτιον.]Ὅτι δὲ συνεκφώνησις ἤτοι

συνίζησίς ἐστιν, ὅταν δύο συλλαβαὶ σύμφωνονμεταξὺ μὴ ἔχουσαι ἀντὶ μιᾶς

παραληφθῶσι. [διὸ καὶ εὖ εἴρηται ὅτι τὸ συνεκφω1.20 νούμενον τὰς δύο συλλαβὰς μίαν

ἐν τῷ μέτρῳ ποιεῖ.] καὶ ὅτι πολλαχῶς ἡσυνίζησις ἤγουν συνεκφώνησις γίνεται,

διέλαβον οἱ τῆς γραμματικῆς ἐξηγηταί.ἢ γὰρ δύο φωνήεντα χρόνου ὁμοίου ἀντὶ ἑνὸς

παραλαμβάνονται, οἷον δύομακρὰ ἀντὶ μιᾶς μακρᾶς συλλαβῆς καὶ δύο βραχέα πάλιν

ἀντὶ μιᾶς μακρᾶς ἢ καὶἀντὶ μιᾶς βραχείας, ἢ δύο ἀνόμοια, οἷον μακρὸν καὶ βραχὺ ἀντὶ

ἑνός· καὶ κοινὴδέ ποτε συλλαβή, ἵνα μὴ πλείω λέγωμεν, μετὰ ἑτέρου φωνήεντος

συνίζησινποιεῖ, ὡς καὶ ἐνταῦθα ἐν τῷ Πηληϊάδεω τὸ ˉω οὔτε μακρὸν ἀναντιρρήτως

ἐστίν,ἀλλ' οὐδὲ μὲν βραχύ. κοινὴν δὲ συλλαβὴν αὐτό φασιν οἱ γραμματικοί,

ὅπερσυνεκφωνηθὲν καὶ συνιζῆσαν τῷ πρὸ αὐτοῦ βραχεῖ φωνήεντι ἐλογίσθη σὺνἐκείνῳ

ἀντὶ μιᾶς μακρᾶς. παραδείγματα δὲ τῶν εἰρημένων τρόπων τῆς συνιζήσεως μυρία

χορηγοῦσιν οἱ ποιηταί, μόνου δὲ τοῦ τὰς δύο βραχείας ἀντὶ μιᾶςνοεῖσθαι ὀλίγα εἰσὶ τὰ

παραδείγματα. προφέρεται γοῦν ἓν μὲν τοῦ Σωτάδα ἐντῷ «σείων μελίην Πηλιάδα

δεξιὸν κατ' ὦμον», ὃ καὶ παρὰ τῷ Ἑρμογένεικεῖται. τὸ γὰρ ˉλˉι καὶ τὸ ˉα ὡς μία

λογίζονται βραχεῖα συλλαβὴ πρὸς ἀπαρτισμὸνποδὸς τοῦ ἀπὸ μείζονος Ἰωνικοῦ. ἕτερον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

12

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!