18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ποιητής. διὸ καὶ οἴονταί τινες παρὰ τὴνˉκˉαˉτˉα πρόθεσιν καὶ τὸ ἕζειν σὺν τῷ ˉῥˉα

συνδέσμῳ γενέσθαι καταρέζειν, τὸοἱονεὶ συγκαθίζειν λεαντικῶς τῇ καταψήσει τὰ

ἐπανιστάμενα. κοινῶς δὲκατέρεξε δι' ἑνὸς ˉρ εἴρηται, ὡς καὶ τὸ ἔρεξεν ἐν τῷ «τίς νύ σε

τοιάδ' ἔρεξεν;»Ἀττικῶς γὰρ διὰ δύο ˉρ τὰ τοιαῦτα προφέρονται. Τὸ δὲ ἐξονόμαζεν οἱ

μὲνἀντὶ τοῦ ἐξ ὀνόματος ἐκάλει φασίν· ὅπερ ἐν πολλοῖς οὐκ ἀληθὲς εὑρεθήσεται,ὥσπερ

οὐδὲ ἐνταῦθα· οὐ γὰρ Ἀχιλλέα προσφωνεῖ τὸν υἱὸν ἡ Θέτις ἐξ ὀνόματος,ἀλλά «τέκνον»,

φησί, «τί κλαίεις;» οἱ δὲ ἀκριβέστεροι ἀντὶ τοῦ «ἐλάλησεν»ἁπλῶς, ὡς εἶναι ἐκ

παραλλήλου ταὐτὰ τό τε ἔφατο ἔπος καὶ τὸ ἐξωνόμαζεν,ὥσπερ καὶ ἐν τῇ ςʹ ῥαψῳδίᾳ

φησί· «διαπέφραδε καί μοι ἔειπε»· καὶ ἐκεῖγὰρ τὸ φράζειν καὶ τὸ εἰπεῖν τὸ αὐτὸ ἐκ

παραλλήλου ἐστί. καὶ ἄλλως δὲ εἰπεῖνκατὰ τοὺς παλαιούς, ἐξονομάζειν ἐστὶ τὸ

διεξοδικῶς λέγειν ἤτοι μὴμετρίαις τισὶ λέξεσιν, ἀλλὰ λόγῳ χρᾶσθαι τῷ ἐξ ὀνομάτων

πολλῶν συγκειμένῳἤτοι ἐκ λέξεων· ὄνομα γὰρ καὶ ῥῆμα παρὰ τοῖς ῥήτορσι πᾶσα λέξις

ἐλέγετο. τὸμέντοι ὀνομαστὶ καλεῖν ὀνομαίνειν καὶ ἐξονομαίνειν λέγεται, ὡς ἐν τοῖςἑξῆς

φανήσεται. (ῃ. 362 ς.) Ὅτι γεροντικόν τι πρόσωπον, εἰ ἀνακρίνει τινὰνεώτερον, τί

παθὼν πενθεῖ, καλῶς ἂν εἴποι τὸ «τέκνον, τί κλαίεις; τί δέ σεφρένας ἵκετο πένθος;

ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω». Ἰστέον δὲ ὅτιτὸ τὰ λυποῦντα ἐκτιθέναι εἰς

διήγησιν κουφισμὸν ποιεῖται τῆς λύπης. διόπερἐνταῦθα ἡ Θέτις τὸν υἱὸν ἐρωτᾷ «τί

κλαίεις» καὶ τὰ ἑξῆς, οὐχ' ἵνα μάθῃ, ὅπερἠγνόει· οἶδε γάρ, ὡς καὶ ὁ Ἀχιλλεὺς ἐρεῖ· ἀλλ'

ἵνα κουφίσῃ τὴν ψυχὴν τῇἐκφορᾷ τοῦ βαρύνοντος. Κἀκεῖνο δὲ ἰστέον, ὡς παρ' ἡμῖν μὲν

τὸ εἴδομεν 1.184 ἐπὶ ἐνεστῶτος παντελῶς ἐστιν ἄχρηστον, παρὰ δέ γε τῷ ποιητῇ

πολλαχοῦεὐχρηστεῖται. κλίνει γὰρ αὐτὸ ὡς ἀπὸ τοῦ εἴδω εἴδεις θέματος ἀχρήστουἡμῖν·

ἡμεῖς γὰρ εἰδῶμέν φαμεν περισπωμένως, ὅπερ ταὐτόν ἐστι τῷ γνωσόμεθα.[Τὸ δέ «τί δέ

σε φρένας ἵκετο πένθος;» οὐ πάνυ εὐσύντακτον ὂν ὅμοιόν ἐστιτῷ «περὶ γάρ ῥά ἑ χαλκὸς

ἔλεψε φύλλα τε καὶ φλοιόν», περὶ οὗ προγέγραπται. Τὸ δέ «ἐξαύδα» καὶ τὸ «μὴ κεῦθε

νόῳ» τῆς αὐτῆς ἐννοίας εἰσί. δύναται δὲ τὸτοιοῦτον ἐξαυδᾶν λεχθῆναι καὶ

ἀνακαλύπτειν καὶ ἐκκαλύπτειν νοῦν.] (ῃ. 365)Ὅτι ὥσπερ τὸ ἐπεί κατὰ πλεονασμὸν

ἐπειῆ γέγονεν, οἷον «ἐπειῆ πολὺ φέρτερόςἐστιν», οὕτω καὶ τὸ τί τιή· οἷον «τιή τοι ταῦτα

εἰδυίῃ ἀγορεύσω;» σημείωσαιδὲ ὅτι οἱ παλαιοὶ ἐν μὲν τῷ ἐπειῆ, καθὰ καὶ προείρηται,

περισπῶσι τὸ ˉη τῆςληγούσης, ἐνταῦθα δὲ βαρύνουσιν ἐγκλίνοντες, ὡς ἐν τοῖς Ἀπίωνος

καὶἩροδώρου φέρεται. οἱ δὲ Ἀττικοὶ ὀξυτόνως λέγουσι τιή καὶ ὁτιή. [δῆλον δὲ ὡς

ἐπέκτασίς τίς ἐστιν ἐν τοῖς τοιούτοις τὸ ˉη, ἑτεροία μέντοι παρὰ τὴν ἐν τῷνυνί καὶ τοῖς

ὁμοίοις.] (ῃ. 366 σς.) Ὅτι τὸ «ᾠχόμεθα ἐς Θήβην ἱερὴν πόλινἨετίωνος» καὶ ἑξῆς,

ἱστορία ἐστὶ πρὸ τοῦ χόλου πάντως πραχθεῖσα τοῦ Ἀχιλλέως. εἰ γὰρ καὶ ἤρξατο ἐκ τῆς

μήνιδος ὁ Ὅμηρος, ἀλλὰ μυρίας ὅσας τῶνπρὸ αὐτῆς ἱστορίας καὶ πράξεις Τρωϊκάς τε καὶ

Ἑλληνικὰς τῇ ποιήσειπαρενσπερεῖ, ὡς προείπομεν, μηδέν τι παραλείπων τῶν

καιριωτέρων. ἱστορεῖτοίνυν ἐνταῦθα, ὅτιπερ ἡ Χρυσηῒς οὐκ ἐκ τῆς Χρύσης πόλεως

ᾐχμαλώτιστο,ὅπερ ἄν τις ὡς εἰκὸς ὑπολάβοι, ἀλλ' ἐκ τῆς ὑποπλακίου Θήβης,

ἀποσταλεῖσαἐκεῖ, φασί, παρὰ τοῦ πατρὸς Χρύσου ὡς εἴς τι κρησφύγετον ἐρυμνόν, κατὰ

δέτινας εἰς ἑορτὴν Ἀρτέμιδος ἐκεῖ ἀπελθοῦσα· ὁ μέντοι Ἀχιλλεὺς πολεμαρχῶν καὶ τὰ

περὶ Φρυγίαν ληϊζόμενος καὶ ταύτην τὴν Θήβην εἷλε καὶ τὴν Χρυσηΐδαμετὰ τῶν ἄλλων

ἠνδραποδίσατο. Περὶ δὲ τῆς Θήβης ταύτης καὶ ἐν τοῖς ἑξῆςῥηθήσεται. νῦν δὲ τοῦτο

ἰστέον, ὅτι τὴν παρὰ τῷ ποιητῇ ταύτην Θήβην πληθυντικῶς ἄλλοι Θήβας φασὶ καί εἰσι

καὶ ἄλλα πολλὰ τοιαῦτα διφορούμενα κατ'ἀριθμόν· Ἀθήνην γὰρ τὴν πόλιν καὶ Ἀθήνας

εὑρίσκομεν καὶ Κρήτην καὶΚρήτας καὶ ἀκρωτήριον Μάλειαν Μαλείας καὶ ἄλλα

διάφορα. Ἱστοροῦσι δέ τινες, ὅτι ἐκ τῶν ὑποπλακίων Θηβῶν ἡ Χρυσηῒς ἐλήφθη οὔτε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

118

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!