18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

«ὠκυμορώτατον»αὐτὸν ἐρεῖ. σημείωσαι δὲ ὅτι καὶ ἐπὶ χρόνου λέγεται τὸ μινυνθάδιος,

ὡς τὸ»μινυνθάδιος δέ οἱ αἰὼν ἔπλετο» ἤγουν ὀλίγη καὶ βραχεῖα ἡ ζωή. (ῃ. 353 ς.)Ὅτι ἐπὶ

ἀποτυχίᾳ ὀφειλομένης τιμῆς ἔστιν εἰπεῖν τὸ «τιμήν πέρ μοι ὄφελλενὈλύμπιος

ἐγγυαλίξαι, νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν». [Ἔστι δὲ τυτθὸν τὸ μικρὸν ἐκ μεταφορᾶς,

φασί, τῶν ὑποτιτθίων ἤγουν ὑπομαζίων βρεφῶν τροπῇ συνήθειτοῦ ˉι εἰς τὸ ˉυ. ἐκ δὲ

τοῦ τυτθόν γίνεται καὶ ὁ Τυδεὺς ὁ μικρὸς τὸ δέμας κατὰσυγγένειαν τοῦ ˉθ καὶ τοῦ ˉδ,

ἣν δηλοῖ σὺν ἄλλοις μυρίοις καὶ τὸ Προμηθεύς καὶἘπιμηθεύς γινόμενα ἐκ τοῦ μήδω,

καὶ τὸ μηδείς, μηθείς, καὶ τὸ οὐδενῶ,ἐξουθενῶ.] (ῃ. 359) Ὅτι ἐν ἄλλοις μὲν δαίμονά τινα

καταδυομένην εἰς τὴνθάλασσαν μολιβδαίνῃ εἰκάσει–βάρους γὰρ χρεία τοῖς

καταδυομένοις–ἐνταῦθα δὲ τὴν Θέτιν ἀναβαίνουσαν ἐκ θαλάσσης ἀναδῦναι λέγει καθὰ

ὀμίχλην.καὶ γὰρ καὶ οἱ ἀναδυόμενοι κουφότητος δέονται καὶ ἡ ὀμίχλη τοιοῦτόν ἐστι.

1.182 καὶ ὅρα ὅτι δύεσθαι μὲν καὶ καταδύεσθαι λέγεται τὸ εἰς βάθος ὑγρὸν κατιέναι,ὡς

καὶ ὁ Ἥλιος δύεται εἰς τὸν μυθικὸν Ὠκεανόν· ὅθεν καὶ ζῷα δυτικὰ παρ' Ἀριστοτέλει τὰ

καθ' ὕδατος δυόμενα. τὸ δὲ ἐκεῖθεν ἀνιέναι ἀναδύεσθαι.λέγεται δέ ποτε ἀναδύεσθαι καὶ

ἐπὶ τοῦ ὀκνεῖν ἢ καὶ ἀργεῖν ἐξ ὁμοιότητος τοῦῥηθέντος ἀναδύεσθαι καὶ τῆς κατ' αὐτὸ

ἀργίας ἐπὶ τῶν βαρυτέρων μάλιστασωμάτων· ῥᾷον γὰρ καταδύεσθαι δοκεῖ τὰ βάρη ἤπερ

ἀναδύεσθαι. ἡ δὲ τοιαύτηἔννοια παρήγαγέ πως καὶ τὸ ἀναβάλλεσθαι ἤτοι ὀκνεῖν καὶ

ἀναδύεσθαι καὶ ἀργεῖν· βράδιον γάρ τι ἀναβάλλεται κάτωθεν ἄνω ἤπερ καταβάλλεται

[καὶ μάλιστα,εἴ τις ἐπὶ νοῦν λάβοι, ὡς ὁ ὀρύσσων ἀναβάλλειν ἤγουν ἄνω ῥίπτειν

λέγεται τὸνχοῦν. οὗ ἀνάπαλιν ἔχει τὸ καταβάλλειν.] Πρώτη δὲ παρὰ τῷ ποιητῇ

παραβολὴσύντομος τὸ «ἠΰτ' ὀμίχλη». περὶ δὲ παραβολῆς ἐν τῇ βῆτα ῥαψῳδίᾳ

πλατύτερονῥηθήσεται. Αἰολικῶς δὲ ψιλοῦται τὸ ὀμίχλη, ὡς δῆλον ἐκ τῆς ἐνταῦθα

συναλιφῆς·φησὶ γάρ «ἠΰτ' ὀμίχλη». [Ἔτι δὲ καὶ Ἰωνικῶς ἔχει τὴν ψιλήν, κοινῶς δέ γε

δασύνεται παρὰ τὴν ὁμοῦ εἴλησιν. εἰσὶ δὲ οἳ καὶ ἄλλως ψιλοῦσιν αὐτὸ παρὰ τὸἀχλύειν,

δι' ἧς ἀχλύονται ὄμματα.] Ἔστι δὲ τὸ ἠΰτε παραβολικὸν ἐπίρρημαἰσοδυναμοῦν τῷ καθά

καὶ τοῖς τοιούτοις, πλὴν ὅσον ἐκεῖνα μὲν λόγου πεζοῦκαὶ κοινά, τοῦτο δὲ ποιηταῖς

εὔχρηστον, ὡς καὶ τὸ εὖ, ὃ καὶ αὐτὸ παραβολῆςἐστιν ἐπίρρημα, ὡς δηλοῖ τὸ «εὖτ' ὄρεος

κορυφαῖς» ἐν τῇ γʹ ῥαψῳδίᾳ, ἐξοὗ καὶ γίνεται τὸ ἠΰ. εὖ γὰρ καὶ κατὰ διάλυσιν ἐῢ καὶ

κατὰ ἔκτασιν ἠῢ καὶμετὰ παραπληρώσεως ἠΰτε, ὥσπερ καὶ εὖ εὖτε, καθὰ προείρηται.

[Οὐχ' ἧττονδὲ τοῦ εὖτε καὶ ἠΰτε ποιητικὸν ἐπίρρημα παραβολικὸν τὸ ᾧπερ ἀντὶ τοῦ

καθάκατὰ τοὺς τεχνικοὺς καὶ τὸ ᾧτε, οἷον «ᾧτε χερνᾶτις γυνά» ἤγουν ὡς χερνῆτις,ὅ

ἐστι ταπεινὴ κατὰ τὴν Ὁμηρικὴν ἔριθον. γίνεται δὲ κατὰ Ἡρωδιανὸν οὕτως· ὡσείτε καὶ

ὡσείπερ, καὶ ἀποβολῇ τοῦ ˉσ καὶ κράσει τοῦ ˉω καὶ ˉε εἰς τὴνˉω δίφθογγον διὰ τὴν τοῦ

ˉι συναίρεσιν ᾧτε καὶ ᾧπερ. περὶ δὲ τῆς διαλύσεωςτοῦ εὖτε εἰς τὸ ἠΰτε ἐν τῇ ἑξῆς

ῥαψῳδίᾳ ῥηθήσεται.] Ἰστέον δὲ ὅτι, καθάπερὀμίχλη διὰ τοῦ ˉη, οὕτω καὶ κίχλη καὶ

ζεύγλη καὶ τρίγλη, ὡς ἀρέσκον ἐστὶνἩρωδιανῷ. τὰ μέντοι εἰς ˉα, φησί, τοιαῦτα

ὀνόματα ὑπὲρ τὸ ˉλ καὶ ἕτερον ἔχειˉλ ἤγουν διὰ δύο ˉλ ἐκφέρονται, οἷον Σιβύλλα,

Ἀνθύλλα, ἀδελφὴ Μέμνονος,ἀφ' ἧς ἐν τῷ Νείλῳ πόλις ὁμώνυμος· ὅθεν, φησί, τὸ

στρέβλα παραλόγωςγραφὲν ὑπό τινων διορθωτέον· ἀναλογώτερον γὰρ τὸ στρέβλη. (ῃ.

361) 1.183 Ὅτι ἐν τῷ «χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε» καταρέζειν

ἐστὶτὸ ῥέζειν ἤγουν ποιεῖν πρᾶγμα οἰκεῖον καὶ αὐτὸ τῇ χειρί· ὅπερ ἐστὶ καταψᾶν

καὶἅπτεσθαι ἠρέμα κολακευτικῶς. Ἰστέον δὲ ὡς τὸ μὲν πράττειν ἀσυνθέτωςλέγεται

ῥέζειν, ὡς τὸ «τίς νύ σε τοιάδ' ἔρεξε;» καὶ «ὡς εἴ τι κακὸν ῥέζουσανἐνωπῇ». τὸ δ' αὐτὸ

καὶ ἔρζω κατὰ μετάθεσιν, ἐξ οὗ τὸ «ἔρξον ὅπως ἐθέλεις».τὸ δὲ καταψᾶν συνθέτως

καταρέζειν καὶ ἐν συγκοπῇ δέ ποτε καρρέζειν· ὅθεντὸ καρρέζουσα ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

117

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!