18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐδάκρυσεν.ἐμβριθὴς γὰρ ἐκεῖνος καὶ μεγαλόθυμος καὶ μανίας ἐγγύς. (ῃ. 350)

Ὅτιπολλάκις ἐν ταῖς δευτέραις συζυγίαις τῶν περισπωμένων μετὰ τὴν συναίρεσιν,ὡς

καὶ πρὸ τούτου ἐγράφη, πλεονάζει ποτὲ μὲν τὸ ˉο τὸ μικρόν, ποτὲ δὲ τὸ ˉα τὸβραχύ·

οἷον μετὰ τὴν συναίρεσιν τοῦ ὁρῶν πλεονάσαντος τοῦ ˉο γίνεται ὁρόωνὁ βλέπων.

ἄλλοτε δὲ ἐν τῷ ὁρᾷ πλεονάσαν τὸ βραχὺ ˉα πρὸ τῆς ληγούσης τὸὁράᾳ πεποίηκεν. οὕτω

καὶ «ἠιόνες βοόωσι» καὶ «κῦμα βοάᾳ ποτὶ χέρσον».Ὅτι ἔοικε τὸ παλαιὸν ὁ οἶνος μέλας

εἶναι τὴν χρόαν μήπω περιεργασαμένηςτῆς τρυφῆς τούς τε λευκοὺς καὶ τοὺς κιρροὺς

καὶ τοὺς ἀνθοσμίας. καὶ βότρυεςδὲ ὡς ἐπὶ πολὺ τοιοῦτοι· οἷον «μέλανες δ' ἀνὰ βότρυες

ἦσαν». ὅθεν καὶ πόντονοἴνοπά φησιν ὁ ποιητὴς τουτέστιν οἴνου ὄψιν ἔχοντα καθ'

ὁμοιότητα τοῦ»αἶθοψ οἶνος» ἀντὶ τοῦ μέλας, ὡς μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. εἰ δὲ καὶ

πολιὰνἅλα λέγει ἀντὶ τοῦ λευκήν, ἀλλὰ τοῦτο ἢ τοῦ περὶ τὸν αἰγιαλὸν μέρους

τῆςθαλάσσης κατὰ τοὺς παλαιούς ἐστιν ἐπίθετον ὡς ἀεὶ τῆς παραιγιαλίτιδοςλευκοτέρας

οὔσης τοῦ πόντου, ὅς ἐστι τὸ τῆς θαλάσσης βαθύ, [ἢ τὴν ἐπαφρίζουσαν δηλοῖ καὶ οὕτω

λευκανθίζουσαν. διὸ καὶ Μέλανθος Ποσειδῶν παρὰ Λυκόφρονι, τὸ μὲν διὰ τὴν τοῦ

πόντου μελανίαν, τὸ δὲ διὰ τὸ οἷον ἐπανθοῦν καὶὑποπόλιον τοῦ ἀφροῦ.] λέγονται δέ

που ὁμοίως καὶ βόες οἴνοπες οἱ μέλανες. Σημείωσαι δὲ ὅτι πολλῶν ὄντων ἐπιθέτων

θαλάσσης οὐ πάντα τῇ ὅλῃ προσαρμόττουσι θαλάττῃ ἀλλὰ τὰ πλείω μέρεσί τισιν αὐτῆς.

γλαυκὴ γοῦν οὐ πᾶσα,μόνη δὲ ἡ καὶ ἀβαθὴς καὶ ἄμμον δὲ ὑποκειμένην ἔχουσα λευκὴν

καὶ οὕτωχρῶμα γλαυκὸν παραυγάζουσα. καὶ πολιὰ δὲ θάλασσα ὁμοίως οὐ πᾶσα, ἡπρὸς

τῷ αἰγιαλῷ δέ. μέλας δέ γε πόντος ὁ ἀκράτως τοιοῦτος. τὸ μέντοι πορφύρεον καὶ τὸ

κυάνεον καὶ τὸ οἰνωπὸν διαφοραὶ μελανίας, ὥσπερ καὶ τὸ δνοφερὸνὕδωρ. ὅτε τοίνυν

πόντος μέλας ἢ πορφύρεος ἤ τι τῶν τοιούτων λέγεται, ὡς ἀπὸμερῶν εἰς τὸ πᾶν τὸ

ἐπίθετον φέρεται. Ἐνταῦθα δ' ἐνθυμητέον ὡς, καθὰὈδυσσεὺς ἐν Ὀδυσσείᾳ τῆς πατρίδος

ἀποδημῶν ἐκάθητο παρὰ τὸν αἰγιαλὸν πενθῶν καὶ τοὺς ὀφθαλμοὺς διαπεταννύων ἐκεῖ,

ὅθεν ὁ πλοῦς αὐτῷ ἔμελλενοἴκαδε γίνεσθαι, οὕτω καὶ Ἀχιλλεὺς ἐνταῦθα ἐκάθητο παρὰ

τὸν αἰγιαλὸν ὁρῶνἐπὶ πόντον καὶ ἀποπλέων οἷον τῇ θέᾳ εἰς τὴν πατρίδα καὶ σώματι μὲν

ἐν τῇ Τροίᾳ παρών, τῇ φαντασίᾳ δὲ τὴν Φθίαν ὁρῶν. ἔχει δὲ καὶ ἄδειαν οὕτω πενθεῖν

1.181 ἀμέμπτως μηδενὸς ὁρῶντος· ἀπρεπὲς γὰρ ἐν ὄψει πολλῶν διὰ τὴν

Βρισηΐδαδακρύειν τὸν ἥρωα. προοικονομεῖ δὲ πιθανῶς ἐνταῦθα ὁ ποιητὴς καὶ τὸ

ἐντυχεῖνεὐπλάστως κατὰ μόνας τὸν Ἀχιλλέα τῇ μητρὶ Θέτιδι ἐκ θαλάσσης

ἐλθούσῃ.[̓Ιστέον δὲ ὅτι πολιὰν ἅλα ὁ μῦθος λέγει τὴν γραῖαν, καθὰ καὶ τὸν

Νηρέαγέροντα. ὁ δ' αὐτὸς καὶ Γραίας τινὰς πλάττει θαλασσίας δαίμονας «πολιὰς

ἐκγενετῆς», καθὰ καὶ ὁ τῆς ἱστορίας Κύκνος περιᾴδεται, ὡς ἐν ἄλλοις δεδήλωται.δῆλον

δὲ ὡς ἐπὶ μὲν ἄλλων τινῶν ἐπίθετον ἡ πολιά, ἐπὶ δὲ τριχῶν ἰδιάζει· ἀρκεῖγὰρ ἀντὶ

πολιῶν τριχῶν πολιὰς μόνον εἰπεῖν.] (ῃ. 352) Ὅτι δύο κῆρες, ὡς ἡ ἱστορίαφησίν, εἰς

Ἅδου κατῆγον τὸν Ἀχιλλέα, ἡ μὲν ὀλιγοχρόνιος ἔντιμον, ἡ δὲ πολυετὴς καὶ οὐ μετὰ

τιμῆς, καὶ τοῦτο καὶ ἀλλαχοῦ ῥηθήσεται. ἐνταῦθαδὲ συντομώτατα λέγων ὁ Ἀχιλλεὺς

δυσχεραίνει, ὅτι μινυνθάδιος ὢν τουτέστινὀλίγος τῷ χρόνῳ δηλαδὴ τῆς ζωῆς, ἤγουν

μίνυνθα καὶ ἐπ' ὀλίγον ζῆσαι μέλλων,ὅμως οὐδὲ τιμὴν ἔχει. ταύτην δὲ τὴν ἱστορίαν

τόποις διαφόροις καταμερίσει ὁποιητὴς ἐνταῦθα μὲν συντόμως εἰπών, ἀλλαχοῦ δὲ τὸ

αὐτὸ ἱστορήσων πλατύτερον.ὥσπερ δὲ ἀμφαδὸν ἀμφάδιος, οὕτω μίνυνθα μινυνθάδιος.

[Προϋπάρχει δὲἀμφοῖν τὸ μινυόν, ὅ, καθὰ τὸ τυννοῦτον, οὕτω καὶ αὐτὸ δηλοῖ παρ'

Ἀττικοῖςτὸ μικρόν. ἐξ οὗ καὶ μινύθω, τὸ ἐλαττῶ καὶ σμικρύνω, καὶ μινύρω καὶ

μινυρίζω,τὸ ὑποκλαίω. τοῦτο δὲ καὶ κινύρεσθαι λέγεται.] εὐφήμως δὲ εἰπόντος τοῦ

Ἀχιλλέως τὸ «μινυνθάδιος» ἡ μήτηρ μετ' ὀλίγα περιπαθέστερον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

116

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!