18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῶν λοιπῶν ἑτάρων τοῦ Ἀχιλλέως,ὅτε εἶπε· «σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισι». Τὸ δέ

«μάρτυροι ἔστων»ἀρχαϊκῶς ἀττικίζεται κατὰ ἔθος συντάσσον οὐ μόνον πληθυντικὰ

ὀνόματαπληθυντικοῖς ῥήμασιν ἀλλὰ καὶ πληθυντικὰ ἑνικοῖς καὶ ἀνάπαλιν. [Τὸ δὲ

ἔστωνἢ ἐκ τοῦ ἔστωσαν συγκέκοπται ἢ ἐκ τοῦ ἔστω τρίτου ἑνικοῦ γέγονε προσλήψειτοῦ

νῦ.] (ῃ. 342) Ὅτι ἐν τῷ «ὀλοῇσι φρεσὶ θύει» τὸν θυμὸν παρετυμολογεῖ.ἐκ τοῦ θύειν γάρ,

ὅ ἐστιν ὁρμᾶν, παράγεται ὁ θυμός. ἐκ δὲ τοῦ ὀλοὴ φρήνσύγκειται τὸ ὀλοόφρων. ὀλέθρια

δὲ φρονεῖν λέγει τὸν βασιλέα οὐ μόνον ἑαυτῷ 1.179 ἀλλὰ καὶ τοῖς ἄλλοις Ἀχαιοῖς. Τὸ δὲ

πάθος τοῦ στίχου τὸ ἐν τῷ «ὀλοῇσι»θεραπεύουσιν οἱ μετρικοί, ὡς οἴδασιν ἐκεῖνοι,

[λαγαροῦ ὄντος καὶ ἐκτείνοντοςμουσικῶς τὴν ˉλˉο συλλαβὴν διὰ τῆς ἐφεξῆς

περισπωμένης. τινὲς μέντοι ἐτόλμησανγράψαι «ὀλοιῇσι φρεσίν», ἵνα οὕτω ἀπαθὴς εἴη ὁ

στίχος. Ἰστέον δὲ ὅτι ἐκ τοῦῥηθέντος θύειν καὶ Θυάδες αἱ Βάκχαι. αἱ δ' αὐταὶ καὶ Θύσαι

παρὰ Λυκόφρονι.](ῃ. 343) Ὅτι ἀνδρὸς φρονίμου καὶ ἀγχινουστάτου ἴδιον τὸ «ἅμα νοεῖν

τά τεπρόσω» τουτέστι τὰ παρελθόντα καὶ «τὰ ὀπίσω» τουτέστι τὰ μέλλοντα καὶ ἐκτῶν

παρεληλυθότων στοχάζεσθαι, οἷα καὶ τὰ μέλλοντα ἔσται. διόπερ Ἀχιλλεὺςαἰτιᾶται τὸν

Ἀγαμέμνονα, ἐπεί «οὐκ οἶδε νοῆσαι ἅμα πρόσω καὶ ὀπίσω»τουτέστιν ἐπεὶ οὐκ οἶδεν ὅτι,

ὥσπερ τὰ πρὸ τούτου δι' ἐμοῦ πολεμαρχοῦντοςἠνύετο, οὕτω καὶ τὰ ἐς ὕστερον, καὶ οὔτε

ἐκεῖνα ἐμοῦ δίχα, [δι' ὧν σόοι ἐμάχοντο,]οὔτε τὰ μετὰ ταῦτα. οὔκουν ἐκ τῶν γενομένων

ἀριστευμάτων ἅμα καταστοχάζεται καὶ οἷα ἔσται τὰ τοῦ μέλλοντος χρόνου. καὶ νῦν μὲν

οὕτω ψέγει τὸν μὴἅμα τουτέστιν ὁμοῦ ἐν ἀμερεῖ χρόνῳ τά τε πρόσω καὶ τὰ ὀπίσω

βλέποντα, ἀλλὰἀναμένοντα τὸν ἐπιόντα χρόνον εἰς διδασκαλίαν τῶν ἀποβησομένων.

ἐν δὲ τοῖςἑξῆς ἐπαινέσει γέροντα, ὃς ἅμα πρόσω καὶ ὀπίσω λεύσσει. Ἰστέον δὲ

ὅτιἀστεῖον τὸ νόημα καὶ ποιητικήν τινα ἔχον ὑπερβολήν. τὸν γὰρ πάνυ προσεκτικὸν καὶ

ἀγχίνουν καὶ μὴ μόνα τὰ ἐν ποσὶν ὁρῶντα μηδὲ τοῖς πρὸ ὀφθαλμῶνμόνοις ἀρκούμενον,

ἅπερ εἰκότως ἂν ἔμπροσθεν λέγοιντο, ἀλλά τι ἐπιστρεπτικῶςπροβλέποντα καὶ τῶν

ὀπίσω ἤτοι τῶν μὴ προόπτων μηδ' ἐν ὀφθαλμοῖς κειμένων,ἐκεῖνον βλέπειν τά τε

ἔμπροσθεν ἡ ποίησις λέγει καὶ τὰ ὄπισθεν, ὡς ἀγχίστροφονκαὶ ζῴοις ἐοικότα, ὅσα

ὑγρότερα ὄντα καὶ συχνάκις ῥᾷον ὧδε καὶ ἐκεῖ τὸντράχηλον στρέφοντα τά τε

ἔμπροσθεν ὁρῶσι καὶ τὰ ὀπίσω· ὅπερ οὐ δύναταιποιῆσαι ἄνθρωπος διὰ τὸ τῶν ὀμμάτων

ἔμπροσθεν κειμένων μὴ εὐλύγιστονκαὶ εὔστροφον ἔχειν τὸν τράχηλον. [(ῃ. 348) Ὅτι

τῆς Βρισηΐδος ἀπαγομένηςἔχων ὁ ποιητὴς εἰπεῖν τι πλατύτερον περὶ ἐκείνης, ὡς

ἐπαθήνατο, οἷα εἰκός,ὤκνησεν ἀκαίρως διασκευάσαι· ἠρκέσθη δ' ἐμφῆναι μόνον τὰ

εἰκότα λέξει μιᾷεἰπών· «ἡ δ' ἀέκουσα γυνὴ κίεν». ἔνθα ὅρα τὸ «γυνή» ἔμφασιν ἔχον

διαθέσεως,ἣν πάσχοι ἂν ἄλοχος ἀποσπωμένη φίλου ἀνδρός.] (ῃ. 349) Ὅτι συμπαθεῖς

οἱἥρωες παρὰ τῷ ποιητῇ καὶ ἑτοιμοδάκρυες. καὶ ἔστιν ἀγαθοῦ ἤθους τὸ

τοιοῦτονπαραστατικόν. διὸ καὶ ἡ παροιμία φησίν· «ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες».

Ἀχιλλεὺς οὖν ἐνταῦθα τῆς Βρισηΐδος ἀφαιρεθεὶς δακρύει. καὶ μετ' ὀλίγα

δακρυχέωνπροκαλεῖται τὴν μητέρα καὶ βαρυστενάχων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὁ

Ἀγαμέμνων,οἷα κρήνη μελάνυδρος, προρρέει τὰ δάκρυα. καὶ ὁ Πάτροκλος δέ που ὡς

κόρηνηπία δακρύει. καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡρώων ὅμοιά τινα πάσχουσι. καὶἄλλως δέ,

ὥς φασιν οἱ παλαιοί, οὐδὲν καινόν, ἐὰν Ἀχιλλεὺς ἄρτι ἀχθόμενος 1.180 δακρύῃ παθὼν

λύπην. οὐ γὰρ ἀπαθὴς ὁ σπουδαῖος ἀλλὰ μετριοπαθής. ἀρκεῖ δὲαὐτῷ, ὅτι οὐκ

ἀντελάβετο τῆς Βρισηΐδος καὶ ὅτι οὐδὲν εἶπε βαρὺ πρὸς τοὺςκήρυκας οὐδὲ ἔπραξεν. εἰ δὲ

δακρύει, μέτριον τοῦτο πάθος καὶ οὐ πάνυ ἐπίμομφον. ὁ δὲ καὶ τοῦτο αἰδεῖται ποιῶν.

διὸ καὶ νόσφι τῶν ἑταίρων ἑζόμενοςδακρύει, ὅτι ἠτίμωται. οὐ γὰρ φιλογύνης ὁ νεανίας

ἀλλὰ φιλότιμος. ὁμέντοι παρὰ τῷ Σοφοκλεῖ Αἴας οὐδὲ ἐπὶ τοῖς μεγίστοις τῶν κακῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

115

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!