18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γὰρἐκεῖ αἱ μητέρες, ὅσαις οὔκ εἰσι γνήσια βρέφη, νόθα ἑαυταῖς ὑποβάλλουσιν,οὕτω καὶ

ἐνταῦθα ἡ μονάζουσα εὐθεῖα καὶ ὡς εἰπεῖν στερίφη μήτηρ τὰς νόθουςπλαγίους

φιλιοῦται καὶ ὑποβάλλουσα ἑαυτῇ οἰκειοῦται εἰς κλίσιν· οἷον ἡ γυνὴμὴ ἔχουσα γενικὴν

οἰκείαν εἰσποιεῖται [ἄνευ ἀναλογίας κανονικῆς] τὴν γυναικόςγενικὴν ἑαυτῇ καὶ τὰς

ἑξῆς πλαγίας. ὡσαύτως καὶ τὸ μάρτυς μὴ ἔχον [ὅλωςἀναλόγως] εἰς οἰκείαν κλίσιν

μεταπεσεῖν μεταβαίνει ἑτεροκλίτως εἰς τὴν μάρτυρος γενικήν· ἧς εὐθεῖα οὐδ' αὐτὴ

ἀνάλογος ὁ μάρτυρος. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶτοῦ ὕδωρ ὕδατος καὶ φρέαρ φρέατος καὶ

τῶν ἄλλων ὀνομάτων, ἅπερ οἱ γραμματικοὶ ἑτερόκλιτα λέγουσι. καὶ τὸ Ζεύς δὲ

ἑτεροκλίτως ἔχει· ἡ γὰρ ∆ιόςγενικὴ ἀπὸ σιγωμένης εὐθείας ἐπλαγιάσθη. ∆ὶς γὰρ ∆ιός,

ὡς κὶς κιός, ὁσκώληξ· [ὥστε ἡ δοκοῦσα εὐθεῖα τοῦ ∆ιός, ὁ Ζεύς, ψεύδεται τὴν

τοιαύτηνδόκησιν.] ἐπεὶ δὲ τὸ μὲν Ζεύς οὐ κλίνεται, τὸ δὲ ∆ίς συνεμπίπτει κατὰ

φωνὴντῷ δίς ἐπιρρήματι, ἐσιγήθη μὲν ἡ προσφυὴς εὐθεῖα τοῦ ∆ιός, πρόκειται δὲτὸ Ζεύς

ἑτερόκλιτον ἀντ' αὐτῆς [διὰ τὸ κοινότερον. συνηθέστερον γὰρ ὁ Ζεύςἤπερ ὁ Ζάν καὶ ὁ

Ζήν καὶ ὁ ∆ίς καὶ ὁ ∆άν καὶ ὅσα ἄλλα κεῖνται παρὰ τῷπαλαιῷ τεχνικῷ.] διὰ τί δὲ οὐ

κλίνεται τὸ Ζεύς, ἐν τῷ τέλει τῆς ῥαψῳδίαςταύτης ῥηθήσεται. Ἰστέον δὲ ὅτι καὶ ἐπὶ

ῥημάτων τὸ αὐτό ποτε γίνεται· οἷονὀμβρίζω μὲν καὶ σταθμίζω εὕρηται παρὰ τοῖς

παλαιοῖς, μέλλοντες δὲ αὐτῶνἢ ὅλως αἱ ἐξ αὐτῶν κινήσεις οὐχ' εὕρηνται, ἀλλὰ καὶ τὸ

ὤμβρησε καὶ τὸ ἐστάθμησε διὰ τοῦ ˉη γράφονται ὡς ἀπὸ θεμάτων τοῦ ὀμβρῶ καὶ

σταθμῶ. κἀκεῖνοδὲ ἰστέον ὡς πολλαὶ τῶν εἰς ˉοˉς ληγουσῶν γενικῶν ἀναδρομὴν

πάσχουσιν εἰςεὐθεῖαν, οἷον Τρὼς Τρωός, ὁ Τρῳὸς ἤγουν ὁ Τρωϊκός, ἐξ οὗ καὶ Τρῳαὶ

ἵπποιαἱ Τρωϊκαί· δμὼς δμωός, ὁ δμῳός, ὁ δοῦλος, ἀφ' οὗ καὶ δμῳαὶ αἱ δουλίδες· ὁφύλαξ

τοῦ φύλακος, ὁ φύλακος· ἑκατόγχειρ ἑκατόγχειρος, ὁ ἑκατόγχειρος.οὕτως οὖν καὶ ἡ

μάρτυρος γενικὴ ἀναδραμοῦσα εἰς εὐθεῖαν ἐποίησε τὸ ὁμάρτυρος, ἐξ οὗ πληθυντικὸν οἱ

μάρτυροι. τινὲς δὲ τὸ μάρτυρός φασιν εὐθεῖαν 1.178 εἶναι πρωτότυπον καὶ ἐξ αὐτοῦ

κατὰ συγκοπὴν γενέσθαι τὸ μάρτυς. διό, φασίν,οὐδὲ κλίνεται, ὡς οὐδὲ ἄλλη εὐθεῖα

πάθος τοιοῦτον ἔχουσα. καὶ οὕτω μέν τινες.Ἡρωδιανὸς δὲ εἰπών, ὅτι καὶ μάρτυροι καὶ

μάρτυρες ἑκατέρως, ἐπάγει ὅτιτέτριπται τὸ μάρτυρες ἀπὸ τῆς μάρτυς εὐθείας, ἣν

Ἠλείων ἢ Αἰολέων διάλεκτοςδιὰ τοῦ ˉρ προφέρει. ἐκεῖνοι γάρ, φησί, τὸ ˉσ εἰς ˉρ

μεταβάλλουσι τὸ οὗτος οὗτορλέγοντες καὶ τὸ ἵππος ἵππορ· εἰς ὃ ζητητέον χρῆσιν καὶ ἐν

τοῖς Ἰαμβλίχου εἰςτὰ κατὰ Πυθαγόραν· οὕτως οὖν, φησί, καὶ μάρτυς μάρτυρ, ἀφ' ἧς

ἐκπίπτειπληθυντικὸν οἱ μάρτυρες παρά τε τοῖς κωμικοῖς καὶ Ἱππώνακτι. οἱ δέ

γεμάρτυροι ἀπὸ τῆς ὁ μάρτυρος εὐθείας, οἷον «Ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω».(ῃ. 338–

40) Ἔτι ἰστέον ὡς τὸ «μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρόςτε θνητῶν

ἀνθρώπων καὶ πρὸς τοῦ βασιλέως» ἀντὶ τοῦ ἔμπροσθεν θεῶν καὶ ἀνθρώπων καὶ

βασιλέως. παιδευτικὸς δὲ ὁ λόγος ὡς δέον ὂν ἀνατιθέναι θεῷ τὰπολλὰ τῶν ἐν ἡμῖν. διὸ

καὶ Ἀχιλλεὺς πλεῖον οὕτω τιμᾶται ἤπερ ἐὰν ἠμύνατοτὸν λυπήσαντα. Σημείωσαι δὲ καὶ

ὅτι, ὁπηνίκα ὡς ἐν παρακλήσει φαμέν»πρὸς τῆς τριάδος» ἤ «πρὸς τοῦ θεοῦ» ἤ «πρὸς τοῦ

λόγου» ἤ «πρὸς τῆς φιλίαςαὐτῆς» ἢ ὅσα ἄλλα τοιαῦτα, ἡ πρός πρόθεσις καὶ ἐν τοῖς

τοιούτοις ἐπὶ τοιαύτηςτινὸς εἴληπται σημασίας. [Ὁπηνίκα δὲ εἴπῃ τις «πρὸς καλῶν» ἤ

«πρὸς κακῶνεἶναί τι», ἑτεροῖον ἐν τοῖς τοιούτοις ἐστὶ σημαινόμενον τῆς προθέσεως·

ἀλλοῖονδὲ αὖ πάλιν ἐν τῷ «πρὸς σοῦ εἰμι», ὥσπερ καὶ ἐν τῷ «πρὸς ἄλλης ἱστὸν

ὑφαίνοις», ὅ φησί που Ὅμηρος.] Ὅρα δὲ καὶ ὅτι ἀντιδιαιρεῖ τὸν μάκαρα καὶ τὸν θνητὸν

ὡς τῶν ἀνθρώπων μὲν θνητῶν ὄντων, μακάρων δὲ τῶν θεῶν ἤτοιἀθανάτων, ὡς μὴ

ὑποπιπτόντων κηρὶ τουτέστι θανατηφόρῳ μοίρᾳ. Καὶ ὅτικατὰ σχῆμα ἐξοχῆς ἐνταῦθα

τὸν βασιλέα τῶν λοιπῶν ἀνθρώπων ἐχώρισεν,ὥσπερ καὶ πρὸ τούτου τὸν Πάτροκλον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

114

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!