18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Μενοιτίου Πάτροκλος, ὡς ἐν τοῖς μετὰ ταῦτα δειχθήσεται. καὶ ὅτιδιχῶς καὶ Πάτροκλος

λέγεται ὡς Ἐτέοκλος καὶ Πατροκλῆς ὡς Ἐτεοκλῆς. διὸ καὶ ἡ κλητικὴ ἐνταῦθα ὦ

Πατρόκλεις ἐστίν, ὡς τὸ ὦ Ἡράκλεις. φησὶ γάρ·»ἀλλ' ἄγε διογενὲς Πατρόκλεις ἔξαγε

κούρην». Καὶ ὅρα τὸ «ἔξαγε», οὐ γὰρεἶπεν «ἔκφερε». τὸ γὰρ ἐκφέρειν ἐπὶ ἀψύχου, ὡς

καὶ τὸ φέρειν καὶ ἡ ἐκφορά. Κόρην δὲ τὴν Βρισηΐδα καὶ νῦν εἶπεν ὡς νεάνιδα.

παρακατιὼν δὲ καὶ γυναῖκαἐρεῖ αὐτήν· «ἣ δ' ἀέκουσα γυνὴ κίεν». Ἰστέον δὲ ὅτι τὸν

Πάτροκλον ἡ παλαιὰἱστορία καὶ συγγενῆ τῷ Ἀχιλλεῖ παραδίδωσι λέγουσα, ὅτι Ἡσίοδός

φησιΜενοίτιον, τὸν Πατρόκλου πατέρα, Πηλέως εἶναι ἀδελφόν, ὡς εἶναι

ἀντανεψιοὺςοὕτως ἀμφοτέρους ἀλλήλοις. ἄλλοι δέ φασιν, ὅτι ∆ιὸς Μυρμιδών, οὗ

Ἄκτωρ,ὃς Αἴγιναν γήμας μετὰ τὸ τεκεῖν τὸν ἐκ ∆ιὸς Αἰακὸν ποιεῖται Μενοίτιον, οὗ

Πάτροκλος. τούτῳ τοίνυν τῷ λόγῳ Αἰγίνης παῖδες ἀμφιπάτορες Αἰακὸς καὶ Μενοίτιος.

καὶ οὕτω πάλιν γνησία συγγένεια τῷ Πατρόκλῳ καὶ τῷ Ἀχιλλεῖ.1.176 τὸ δὲ Μενοίτιος

πλεονασμὸν ἔχει τοῦ ˉι ὡς ἐκ τοῦ μένος, [καθὰ καὶ ἐν Ὀδυσσείᾳτὸ Φιλοίτιος ἐκ τοῦ

φίλος.] οὕτω δὲ καὶ τὸ Θυμοίτης καὶ παρὰ Θεοκρίτῳ δὲ τὸ ∆αμοίτης ἀπὸ τοῦ θυμός καὶ

δῆμος. [Ὅρα δὲ καὶ τὸ «ἀλλ' ἄγε ἔξαγε», ὧν τὸ μὲν ἔξαγε καθαρῶς ἐστι προστακτικόν,

τὸ δὲ ἄγε τέτριπται ὡς παρακελευσματικὸν ἐπίρρημα εἶναι, καθὰ πολλαχοῦ καὶ τὸ φέρε,

ὃ δὴ καὶ πληθυντικοῖςεἴωθεν ἐπιλέγεσθαι, ὡς δηλοῖ καὶ τὸ «ἀλλ' ἄγε δή τινα μάντιν

ἐρείομεν».](ῃ. 340) Ὅτι μέγα εἰς ἀταραξίαν ψυχῆς τὸ προετοιμασθῆναι καὶ

ἑαυτὸνπρομαλάξαι τῇ καραδοκίᾳ τοῦ μέλλοντος λυπηροῦ. ἰδοὺ γὰρ ὁ Ἀχιλλεὺς

ὁφθάσας πολλὰ εἰπεῖν καὶ κυκῆσαι τὸ συνέδριον διὰ τὴν ἀπειλὴν τοῦ βασιλέωςἐν αὐτῇ

τῇ ἀποβάσει τῆς ἀπειλῆς καὶ τῇ ἀφαιρέσει τῆς κόρης οὐ μικροψυχεῖοὐδὲ φθέγγεταί τι

κατὰ τοῦ βασιλέως πλέον, ἀλλ' ἢ μόνον ἀπηνέα καλεῖ αὐτὸνβασιλέα [καὶ διὰ τοῦτο ἐκ

θυμοῦ ἀπροόρατον τοῦ μέλλοντος.] ἔφθασε γὰρἤδη ὁρίσαι τὸ πρᾶγμα παρ' ἑαυτῷ, ὅτε

εἶπεν· «ἀφέλεσθέ με δόντες». διὸ οὐδὲεἶπεν ὁ ποιητὴς ἀνωτέρω, ὅτι ἰδὼν τοὺς κήρυκας

ὁ Ἀχιλλεὺς ἐλυπήθη, ἀλλὰμέσως πως ἔφρασεν εἰπών· «οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν

Ἀχιλλεύς», ὅπερδηλοῖ τὸ μὴ πάνυ αὐτὸν δυσχερᾶναι. διὸ καὶ ἑτοίμως τὴν γυναῖκα

δίδωσι.δύναται μέντοι τὸ «οὐκ ἐγήθησε» καὶ ἄκραν λύπην σημαίνειν, ἐάνπερ μετ'ὀλίγα

καὶ δακρύῃ ὁ Ἀχιλλεύς. Σημείωσαι δὲ καὶ ὅπως δεξιῶς ὁ Ἀχιλλεὺς εἰς σκῶμμα τοῦ

βασιλέως παρέρριψε τὸ ἀπηνῆ αὐτὸν προσειπεῖν ὡς μὴ δέον ὂνοὕτως εὐθὺς ἀπηνῆ τὸν

βασιλέα εἶναι. Ἀπηνὴς δὲ κοινῶς μὲν ὁ σκληρὸς καὶἐναντίος πρὸς τὸν ἐνηῆ. Ἀττικοὶ δὲ

ἀπηνὲς καὶ τὸ ἁπλῶς ἄπο αἴνου ἔλεγονἤτοι τὸ ἀπαίδευτον, ὡς ὁ Κωμικὸς ἐν Νεφέλαις

παραδηλοῖ [φράζων τι καὶδριμὺ ἐκεῖνος διὰ τὸ καὶ ἀγρίους τοὺς τοιούτους καλεῖν.]

Σημείωσαι δὲ ὡς ἐντῷ «πρὸς τοῦ βασιλῆος ἀπηνέος» οὐ πάνυ συνήθης ἐστὶν ἡ φράσις·

τὸ γὰρ κοινότερον «πρὸς τοῦ ἀπηνέος βασιλέως». αἴτιον δὲ τοῦ συγχεθῆναι τὴν φράσιν

ὁθυμὸς τοῦ λαλοῦντος, ὃ καὶ ἐν ἄλλοις φαίνεται. (ῃ. 338) Ὅτι πολλαὶ τῶνεὐθειῶν

μονάζουσι πλαγίας μὴ ἔχουσαι ἀλλ' οἷον στειρεύουσαι τῶν μετ' αὐτὰςπτώσεων. αὐτίκα

τὸ γυνή οὔτε γενικὴν ἔχει οὔτε τὰς ἑξῆς πτώσεις ἄνευ τῆςαἰτιατικῆς· γυνὴν γὰρ

εὑρῆσθαι λέγουσί τινες τῶν παλαιῶν. οὕτως οὐδὲ τὸὕδωρ πτώσεις ἔχει πλαγίας οὐδὲ ὁ

μάρτυς οὐδὲ τὸ ἦδος, ὃ δηλοῖ τὴν ἡδονήν,οὐδὲ τὸ ὄφελος οὐδὲ τὸ ἦτορ οὐδὲ ἄλλα

πολλά. ὥσπερ δὲ πολλαὶ τῶν εὐθειῶν, 1.177 ὡς εἴρηται, πλαγίας οὐκ ἔχουσιν, οὕτω καὶ

πολλαὶ τῶν πλαγίων ὀρφαναί εἰσινὥσπερ μητέρων τῶν εὐθειῶν. αὐτίκα ἡ τοῦ

μάρτυρος γενικὴ εὐθεῖαν οὐκἔχει κοινὴν ἀνάλογον λήγουσαν εἰς ˉρ. οὐδὲ ἡ γυναικὸς

γενικὴ εὐθεῖαν ἐκφωνουμένην ἔχει τὴν γύναιξ, [ἀλλὰ καθ' Ἡρωδιανὸν εἰπεῖν

ἑτερόζυγος ἡ γυναικὸςγενικὴ ἐξενήνεκται ὡς πρὸς τὴν εὐθεῖαν· γυνὴ γάρ.] συμβαίνει

οὖν πολλάκις ἐνταῖς τοιαύταις εὐθείαις, ὅπερ ἐπὶ τῶν ὑποβολιμαίων παίδων γίνεται. ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

113

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!