18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πρόσεστιν,αἰσχύνη θ' ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο». τοὺς ἀγαθοὺς δὲ

πάντωςτῶν ὑπερεχόντων καὶ αἰδέσεταί τις καὶ φοβηθήσεται. τοὺς γὰρ μὴ

τοιούτουςμισήσας εἰς μοῖραν ἀπορρίψας τυραννικὴν φοβηθήσεται μέν, οὐκ αἰδεσθείη

δὲἄν. Τὸ δὲ ταρβῆσαι κατὰ μέν τινας ὠνοματοπεποίηται. ἕτεροι δὲ σύνθετοναὐτὸ λέξιν

φασὶν ἀπὸ τοῦ ταράσσω καὶ τοῦ βοή· ἐπιταράσσονται γὰρ τὴν βοὴνοἱ φοβούμενοι [καὶ

οὐκ αἴρεται αὐτοῖς βοὴ οὐδέ εἰσι βοᾶν ἀγαθοί, ἀλλ' ὡς τὰπολλὰ καὶ ἄφωνοι

καθίστανται.] Τὸ δέ «αἰδομένω» διφορεῖται· νῦν μὲν γὰρ ἀπὸβαρυτόνου γίνεται

ῥήματος τοῦ αἴδω, ὡς καὶ τὸ «αἰδομένων ἀνδρῶν». εὑρίσκεταιδὲ καὶ περισπώμενον τὸ

αἰδῶ, ἐξ οὗ καὶ τὸ αἰδεῖται καὶ ὁ αἰδούμενος. τοιοῦτονκαὶ τὸ ἐπιμελόμενος

ἐπιμελούμενος, στερόμενος στερούμενος καὶ ἕτερα· ὡςκαὶ τὸ ἐγήθησε καὶ γηθόμενος.

Σημείωσαι δὲ ὅτι, εἰ καὶ οἱ κήρυκες ἐτάρβησαν–οὐδὲ γὰρ εἶχον τῆς χειρὸς ἑλεῖν τὴν

Βρισηΐδα, ὡς ὁ βασιλεὺς ἐπέταξεν–,ἀλλ' ὁ Ἀχιλλεὺς ἑκὼν δώσει αὐτήν, ἵνα μὴ ἐμφύλιος

μάχη μελετηθῇ, καὶ ἄλλωςμεθοδεύοντος οὕτω τοῦ ποιητοῦ, ἵνα μὴ τῆς περιπετείας

αὐξηθείσης πλέοντοῦ δέοντος ἱστορηθῇ τι παρὰ τὸ ἀληθὲς καὶ ἐκπέσῃ ὁ λόγος εἰς

κακόζηλον.(ῃ. 332) Ὅτι πολλὰ τῶν προσώπων ὁ ποιητὴς σιωπῶντα εἰσάγει, ὁπηνίκα

μὴἔστι καίριον λόγους περιτιθέναι αὐτοῖς. καὶ ἔστιν ἀληθῶς φρονούντων

ἀνθρώπωνπροτιμᾶσθαι σιγὴν ἔλλογον ἀκαίρου λόγου. ἐνταῦθα γοῦν οἱ κήρυκες

ἐλθόντεςεἰς Ἀχιλλέα τὸν τηλικοῦτον καὶ εἰδότες, ὅποι ἦλθον, οὐδέν τι

προσφωνοῦσιναὐτόν, ἀλλὰ σιωπῶντες ἵστανται. διὰ τί; θωπεύειν μὲν γὰρ οὐκ εἶχον τὸν

Ἀχιλλέα βασιλικοὶ ὄντες· δουλοπρεπὲς γὰρ τοῦτό γε· παροξύνειν δὲ οὐκ ἐτόλμων.διὸ

σιωπῶντες ἵστανται. καὶ ἐν τοῖς ἑξῆς δὲ σιγᾷ ὁ Χρύσης ἀπολαβὼν τὴν Χρυσηΐδα, ἐπεὶ

οὔτε ἀχαριστεῖν εἶχεν· ἔχει γὰρ τὸ ποθούμενον· οὔτε μὲνεὐχάριστόν τι λαλεῖ

μεμνημένος τῶν τοῦ Ἀγαμέμνονος ἀπειλῶν καὶ εἰδώς,ὅτι ἀκόντων Ἑλλήνων ἔσχε τὴν

θυγατέρα. εὑρήσεις δὲ καὶ ἄλλα πρόσωπασιωπῶντα παρὰ τῷ ποιητῇ, τὰ μὲν διὰ φόβον,

τὰ δὲ διὰ πένθος ἢ διὰ θάμβος,ὡς καὶ ἡ Βρισηῒς ἐνταῦθα θαμβουμένη σιγᾷ. καὶ

θαυμάσεις τὸν ποιητήν,ὥσπερ λέγοντα, οὕτω δὴ καὶ σιωπῶντα. εἶδος δὲ πάντως σιωπῆς

ἐστι καὶ ἡἔλλειψις. διὸ καὶ παρασιώπησις λέγεται ἐν καιρῷ καὶ αὐτὴ καὶ

ἐλλόγωςγινομένη παρὰ τῷ ποιητῇ. διαφέρει δὲ σιγῆς, ὅτι αὐτὴ μὲν εἰς τὸ παντελὲς 1.175

σιωπᾷ τὰ τοῦ πράγματος, ἡ δὲ ἔλλειψις τὸ μὲν λέγει, τὸ δ' οὔ. (ῃ. 334)[Οτι οὕτω συνετὸς

καὶ εὐσταθὴς ὁ Ἀχιλλεύς, καθὰ καὶ μετ' ὀλίγα ῥηθήσεται,ὥστε τοὺς κήρυκας ἰδὼν διὰ

τὴν Βρισηΐδα ἐλθόντας οὐκέτι, ὡς πρίν, ὀξύνεταιεἰς θυμόν, ἀλλὰ μετριοπαθεῖ καὶ μόνον

πεπονθὼς τὸ μὴ γηθῆσαι πρῶτα μὲνπροσφωνεῖ τοὺς κήρυκας, ὅπερ αὐτὸς οὐκ ἔχει.

«χαίρετε γάρ», φησί, «κήρυκες».εἶτα καὶ τοῦ βασιλέως, οἷα εἰκός, καθάπτεται ἀκούσων

ἐξ ἐκείνου, εἴπερ αὐτὸμάθοι, τὸ «ἀπόντα με καὶ τύπτε». ὅπως δὲ οὐκ ἐγήθησεν

Ἀχιλλεύς, ὁ ἑξῆςλόγος δηλώσει.] Ὅτι τοὺς κήρυκας ∆ιὸς ἀγγέλους ὁ Ἀχιλλεὺς λέγει καὶ

ἀνδρῶν διὰ τὸ ἔν τε πάσαις θυσίαις αὐτοὺς διακονοῦντας μεσιτεύειν, ναὶ μὴνκαὶ ἐν

ἀνδρῶν βουλαῖς τε καὶ ἀγοραῖς· ἢ ∆ιὸς μέν, διότι καὶ αὐτοὶ [γαρύοντεςἤτοι φωνοῦντες]

ἀγγέλλουσιν, ὡς Ἑρμῆς τε καὶ Ἶρις οἱ περὶ τὸν ∆ία εἴροντες καὶ διότι καὶ ἐξ Ἑρμοῦ υἱοῦ

∆ιός εἰσιν, ὡς προείρηται, καὶ εἰς ἐκεῖνον ἀναφέρονται· ἀνδρῶν δέ, διότι βασιλέων

ὑπηρέται εἰσίν. [Ὅτι δὲ κήρυκες μὲν ἐκ τοῦ,ὡς εἴρηται, γαρύειν λέγονται, Ἑρμῆς δὲ καὶ

Ἶρις παρὰ τὸ εἴρειν, δῆλόν ἐστιν. Ὅρα δὲ ἐν τῷ «ἠδὲ καὶ ἀνδρῶν», ὡς ἐκ παραλλήλου

κεῖται ὁ «καί» καὶ ὁ»ἠδέ» κείμενοι ὡς σύνδεσμος εἷς.] (ῃ. 335) Ὅτι τὸ ἄσσον ἐπίρρημα

σημαίνειμὲν τὸ ἐγγύς, γίνεται δὲ ἀπὸ τοῦ ἐγγύς ἔγγιον, ἔσσον καὶ ἄσσον. καὶ

ῥηθήσεταιπερὶ τούτου ἐν τοῖς μετὰ ταῦτα πλατύτερον. [εἰ δὲ ἀκριβῶς περισπᾶται

αὐτὸκαὶ τὰ κατ' αὐτό, χρὴ ζητῆσαι.] (ῃ. 337) Ὅτι τὰ πρῶτα τῶν φίλων τῷ Ἀχιλλεῖ ὁ τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

112

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!