18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἡρωδιανὸν καὶμετατεθείσης αὐτῆς εἰς ˉη. ᾧ μαρτυρεῖ, φησίν, Ἀλκμᾶν ἐν τῷ «ἐπ'

ἀριστερὰχηρὸς ἔχων». Αἰολεῖς δὲ χερρός λέγοντες μαρτυροῦσι τούτοις καὶ αὐτοί. οὐγὰρ

πρότερον διπλασιάζουσι σύμφωνον, εἰ μὴ μικρὰ εἴη προηγουμένη· εἰμίἐμμί· ἡμεῖς

ἄμμες.] Σημείωσαι δὲ ὅτι ἐν τῷ τόπῳ τούτῳ πεντάκις ἐχρήσατοτοῖς ἀπὸ τοῦ ἄγω ῥήμασι

διὰ τὸ καίριον τῆς λέξεως. ἄγονται γὰρ ὡς ἐπὶ πολὺτὰ ἔμψυχα, καθὰ προερρέθη. ἐκ δὲ

τοῦ τοιούτου ἄγειν καὶ ἐπὶ αἰχμαλωσίαςεἴρηται ἀπαγωγή· καὶ τὸ ἀγείρειν δὲ ἐντεῦθεν

παράγεται. ἄγουσι δέ που καὶτὸν Ἕκτορα Τρῶες ἄλλον τρόπον εἰς τὸ ἄστυ, ὡς ἐν τῇ ἦτα

ῥαψῳδίᾳ φανεῖται.στρατηγοὶ δὲ αὖθις ἄλλως ἄγουσι τὸν λαόν· καὶ ἑτέρως κατάγειν τις

θρίαμβονλέγεται καὶ παῖδας ἀνάγειν, καὶ ὅλως πολυσήμαντον τὸ ἄγειν ἐστὶν ἔν

τεσυνθέσει καὶ ἐν ἁπλότητι. [Κεῖται δὲ ἐν τούτοις καὶ τὸ «κλισίην» κατ' ἔλλειψιν 1.173

καὶ τῆς ˉεˉιˉς προθέσεως καὶ τῆς ˉδˉε ἐπεκτάσεως δηλοῦντος τοῦ ποιητοῦ ὡςταὐτόν

ἐστιν εἰπεῖν ἔρχεσθον κλισίην καὶ ἔρχεσθον εἰς κλισίην καὶ ἔρχεσθον κλισίηνδε. οὕτω

καὶ πρὸ ὀλίγων εἰπών «ἅλαδε», ὑποκαταβὰς εἰς ἅλα ἔφη σαφέστερον. ἰστέον δὲ ὡς ἐν

τῷ «ἔρχεσθον κλισίην» δύναται καὶ ἡ ˉἐˉπˉι πρόθεσις λείπειν,ὡς δηλοῖ κατωτέρω τὸ

«ἐπὶ κλισίας ἱκέσθην».] (ῃ. 324 ς.) Ὅτι ἐν τῷ «εἰ δέ κεμὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς

ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι, τό οἱ καὶ ῥίγιονἔσται» οὐδετέρου γένους ἐστὶ τὸ

«πλεόνεσσιν», ἵνα λέγῃ, ὅτι ἐλθὼν ἀφαιρήσομαιτὴν Βρισηΐδα σὺν ἄλλοις πολλοῖς τοῦ

Ἀχιλλέως κτήμασι. καὶ συμφωνεῖτοῦτο καὶ εἰς τὸ τοῦ βασιλέως φιλοκτέανον. Τὸ δὲ

εἰπεῖν ὅτι ἐλθὼν σὺν πλεόνεσσιν ἀνδράσιν ἀφέλωμαι τὴν Βρισηΐδα, ἀγεννές φασί τινες

καὶ βασιλικῆςφωνῆς οὐκ ἄξιον. δειλίαν γὰρ κατηγορεῖ τοῦ στείλαντος καί, ὡς

ὠνειδίσθη,καρδίαν αὐτὸν ἔχειν ἐμφαίνει ἐλάφου. δύναται μέντοι ἄλλως ἀψόγως

καὶτοῦτο νοηθῆναι ὡς οἷα καταδημαγωγοῦντος τοῦ βασιλέως τοὺς Ἕλληνας

ὡςδυναμένους τῷ Ἀχιλλεῖ ἀντεπεξάγεσθαι, περὶ ὧν καὶ φθάσας εἶπεν, ὅτι»πάρεισί μοι

καὶ ἄλλοι, οἵ κέ με τιμήσουσιν», ἄλλως τε καὶ ἐπεὶ ὁ Ἀχιλλεὺςκαθήψατό πως τῶν

Ἑλλήνων ἐν τῷ «οὔτε σοὶ μαχήσομαι οὔτε τῳ ἄλλῳ»,ὡς καὶ τῶν ἄλλων Ἀχαιῶν

ἀδικησάντων, καὶ ἐν τῷ «ἐπεί με ἀφέλεσθέ γεδόντες» καὶ ἐν τῷ «αἶψα αἷμα κελαινὸν

ἐρωήσει περὶ δουρί», θαρρεῖ ὁ βασιλεὺςὡς ἤδη καὶ οἱ ἄλλοι ἐκπολεμωθέντες τῷ Ἀχιλλεῖ

ἀκέλευστοι ἕψονται αὐτῷκατ' ἐκείνου. διὸ καί φησιν ἐλθεῖν σὺν πλεόνεσσι καὶ ἐπάγει

«τό οἱ καὶ ῥίγιονἔσται», ὡς φρικαλέου ἐσομένου τῷ Ἀχιλλεῖ τοῦ ἐπελθεῖν αὐτῷ καὶ

τοὺςἈχαιούς. [Ῥίγιον δὲ τὸ φρικτὸν διὰ τὸ καὶ ῥῖγος ἐν τοιούτοις πολλάκις γίνεσθαι τῇ

συστολῇ τοῦ ἐμφύτου θερμοῦ. (ῃ. 326) Ὅτι καθάπερ ἐν τῷ «ἀλλὰ κακῶςἀφίει», οὕτω

καὶ ὧδε ἐν τῷ «ὣς εἰπὼν προΐει» συνέστειλεν Ἰωνικῶς τὸδίχρονον τοῦ ἵει μακρὸν

ἄλλως φύσει ὂν δι' αὔξησιν κατὰ τὸ «κνίσση δ' οὐρανὸνἷκε» καὶ τὰ ὅμοια. (ῃ. 330) Ὅτι

μυριαχοῦ φίλον τοῖς ῥήτορσιν ἀντὶ καταφάσεων εὐειδεῖ χρᾶσθαι σχήματι τῷ κατὰ

ἀπόφασιν, ὡς καὶ ὅτε εἴπῃ τὸ «οὐγάρ μιν ἀφαυρότατος βάλεν», ἀλλὰ δηλαδὴ ὁ

ἰσχυρότατος. οὕτω καὶ ὧδέφησιν, ὡς οὐ γήθησεν Ἀχιλλεὺς ἰδὼν τοὺς ἐκ βασιλέως

κήρυκας, ἀλλ' ὑπερελυπήθη δηλονότι. τοιοῦτον καὶ τῶν ὕστερον, Ἐπικούρου μὲν τὸ

«οὐ παραγένησις» ἤτοι ἀποδημία, καὶ Θουκυδίδου τὸ «διὰ τὴν οὐ περιτείχισιν» ἤγουν

τὸἀτείχιστον.] (ῃ. 331) Ὅτι φόβος τε ὑπῆν τοῖς κήρυξι καὶ αἰδώς, ὁπηνίκατὸν Ἀχιλλέα

εἶδον· φόβος μὲν διὰ τὴν φθάσασαν λαληθῆναι ἀπειλὴν ὑπ' 1.174 αὐτοῦ· αἰδὼς δὲ διὰ

τὴν τοῦ ἥρωος ἀρετήν. διό φησι· «τὼ μὲν ταρβήσαντε καὶαἰδομένω βασιλῆα στήτην».

ἔφη δὲ καὶ ὅτι ἀέκοντες ἔβαινον· ᾔδεισαν γὰρ οὐκἐπὶ δικαίοις βαίνοντες, ἐπείθοντο δὲ

ὅμως τῷ βασιλεῖ. οὕτω που καὶ ἐν τοῖςἑξῆς ἡ Ἑλένη δεινὸν ἑαυτῇ καὶ αἰδοῖον λέγει τὸν

Πρίαμον. καὶ ἐπαινεῖταιπανταχοῦ ἡ συζυγία τοῦ φόβου καὶ τῆς αἰδοῦς, ὁπηνίκα τοῖς

ἐλάττοσι πρὸςτοὺς μείζονας ἔνεστι. διὸ καὶ τραγικός τίς φησι· «δέος γὰρ ᾧ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

111

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!