18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

μεμφόμενος ἐπάγει· «κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν» ἤγουν ἀπηνῆ,ὥσπερ ποτὲ καὶ ἐπὶ

τοῦ ἱερέως Χρύσου. διὸ κατωτέρω καὶ ἀπηνέα ἐρεῖτὸν βασιλέα. τοῦτο δὲ συγγενὲς πρὸς

τὸ κρατερόν, ὡς δηλοῖ τὸ «ἀπηνέα τεκρατερόν τε». Ἰστέον δὲ ὡς τὸ καρτερός ὀξύνεται

ὡς ἔχον τὴν παραγωγὴν διὰτοῦ ˉεˉρˉοˉς ἐκ τοῦ κάρτος, ὡς βλάβος βλαβερός. τὰ μέντοι

διὰ τοῦ ˉτˉεˉρˉοˉς ἔχοντατὴν παραγωγὴν βαρύνονται, ὡς τὸ σφέτερος, πρότερος,

κύντερος. τὸ Ἀμφοτερόςκύριον πρὸς διαστολὴν ὀξύνεται. (ῃ. 320) Ὅτι ὥσπερ καὶ ἕτερα

πολλὰ τῶνκυρίων ὀνομάτων οἰκείως ταῖς προσωπικαῖς ἐνεργείαις ὠνομασμένα κατὰ

τὴνλεγομένην φερωνυμίαν κεῖνται παρὰ τῷ ποιητῇ, οὕτω καὶ ἐπὶ τῶν

βασιλικῶνἐνταῦθα κηρύκων γέγονε. Ταλθύβιον γάρ τινα καὶ Εὐρυβάτην κήρυκας τοῦ

βασιλέως φησὶ καὶ ὀτρηροὺς θεράποντας, ὅ ἐστι σπουδαίους, παρὰ τὸ ὀτρύνω ἢ ἀπὸτοῦ

τρῶ, τὸ δειλιῶ καὶ συστέλλομαι, πλεονασμῷ τοῦ ˉο. παρῆκται δὲ Ταλθύβιοςμὲν ἀπὸ τοῦ

θάλλειν κατὰ τὴν βοήν, οἱονεὶ θαλθύβιος· Εὐρυβάτης δὲ παρὰ τὸεὐρὺ βάζειν. καὶ ἐν

Ὀδυσσείᾳ δὲ κῆρυξ ὁμοίως Εὐρυβάτης Ἰθακήσιος. καὶΤρωϊκὸς δέ τις κῆρυξ Περίφας

λέγεται ὡς περιττῶς φωνῶν. ὁ δ' αὐτὸς καὶἨπύτου υἱὸς παρὰ τὸ ἠπύειν καὶ αὐτοῦ

κληθέντος ὡς κήρυκος. ἠπύειν γὰρ τὸφωνεῖν. καὶ αὐτὸ δὲ τὸ κῆρυξ ἐκ τοῦ γηρύω τὸ

φωνῶ παράγεται. (ῃ. 321) Τὸδὲ θεράπων κατὰ Κρῆτας δηλοῖ, φασί, δοῦλον ὁπλοφόρον,

ὅπερ οὐκ οἶδεν Ὅμηρος. γέγραπται δέ τι περὶ αὐτοῦ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον

δὲ ὅτι καὶἡ παροιμία Εὐρυβάτην πονηρὸν οἶδεν ἄνδρα, ὃν οἱ πλείους Εὐρύβατον

λέγουσιν,ἀφ' οὗ εὐρυβατεύεσθαι τὸ πονηρεύεσθαι. Ἡρόδοτος δὲ ἱστορεῖ στρατηγὸν

Εὐρυβάτην Ἀργεῖον πένταθλον ἐπασκήσαντα καὶ μονομαχεῖν ἄριστον. ὁ δ' αὐτὸς καὶ

Ταλθυβίου ἱερὸν ἱδρῦσθαί φησιν ἐν Σπάρτῃ καὶ ὅτι ἀπόγονοι ἐκεῖσε Ταλθυβιάδαι

καλούμενοι. Ἰστέον δὲ ὅτι ἄσυλοι ἐς τὸ παντελὲς ἦσαν οἱ κήρυκες οἷα θεῖον γένος

νομιζόμενοι. ἐδόκουν γὰρ κατάγεσθαι ἀπὸ Κήρυκος υἱοῦἙρμοῦ, ὃς ἐκ Πανδρόσου

ἐγεννήθη αὐτῷ θυγατρὸς Κέκροπος. διὸ καὶ ἐνὈδυσσείᾳ στέλλων ὁ Ὀδυσσεὺς

κατασκόπους εἰς ἀλλοδαπὰς χώρας καὶ κήρυκα ἐδίδου ἕπεσθαι διὰ τὸ ἄσυλον. καὶ ἦσαν

μέσοι θείου τε γένους καὶ 1.172 ἀνθρωπίνου καὶ οὐκ ἦν θεμιτὸν κακοῦσθαι αὐτούς, εἰ

μὴ ἄρα Λαιστρυγόνεςμάρψειάν τινα ἢ Κύκλωψ ἢ ἕτερός τις, ὃς οὐκ οἶδε θέμιστας. διὸ

καὶ ὁ βασιλεὺςκήρυκας εἰς τὴν τοῦ Ἀχιλλέως στέλλει σκηνήν, πρὸς οὓς οὐκ ἂν

ἐνδείξηται ὁἈχιλλεὺς τὴν ἀπειλήν, ἣν ἔφη πρὸ μικροῦ εἰπών· «αἶψά τοι αἷμα

κελαινὸνἐρωήσει περὶ δουρί». λογίζεται γὰρ ὁ βασιλεύς, ὡς ἢ ἀνύσουσιν οἱ κήρυκες

καὶἔχει αὐτός, ὃ θέλει, ἢ ἀλλ' ὑποστρέψουσιν ἀβλαβεῖς καὶ τὸ ἐντεῦθεν αὐτὸς

τὸποιητέον βουλεύσεται. Ἀχιλλεὺς δὲ ἰδὼν αὐτοὺς καὶ τὸ καθῆκον τηρῶν αἰδεῖταικαὶ

«χαίρετε» προσφωνεῖ «κήρυκες ∆ιὸς ἄγγελοι καὶ ἀνδρῶν». καὶ ἕρμαιονἡγεῖται τὸ

πρᾶγμα, εἰ τοιοῦτοι ἄνδρες ἦλθον ἀφαιρησόμενοι τὴν Βρισηΐδα,οὓς μάρτυρας ὕστερον

ἕξει τῆς τοῦ ἀπηνέος βασιλέως ἀδικίας παρά τε θεοῖςκαὶ ἀνθρώποις. κάλλιον ἄρα ὁ

Ἀχιλλεὺς καὶ εὐλογώτερον σεμνύνει τοὺςθείους κήρυκας ἤπερ τὸ σκῆπτρον ἐκεῖνο, ὃ

καὶ εἰς ὅρκον ἔθετο. Ἰστέον δὲ ὅτιτὸ πρεσβεῖον τῶν κηρύκων δηλοῖ καὶ Ἡρόδοτος, ἐν

οἷς λέγει ὅτι Ταλθυβίουμῆνις κατέσκηψεν εἰς Λακεδαίμονα, διότι τοὺς τοῦ Ξέρξου

κήρυκας αὐτοὶἀνεῖλον, ὅτε γῆν καὶ ὕδωρ ἐζήτουν· καὶ ὅτι συνέχεον Λακεδαιμόνιοι

τὰπάντων ἀνθρώπων νόμιμα ἀποκτείναντες κήρυκας. (ῃ. 323) Ὅτι καὶ παρ'Ὁμήρῳ,

καθὰ καὶ Ἡσιόδῳ καὶ ἄλλοις, ἀντὶ προστακτικῶν λαμβάνονται τὰ ἀπαρέμφατα, οἷον

ἐνταῦθα τὸ «χειρὸς ἑλόντε ἀγέμεν Βρισηΐδα» ἤγουν ἄγετε.ἔοικε δὲ καὶ τοῦτο τὸ σχῆμα

κατ' ἔλλειψιν γίνεσθαι ὡς ῥήματος προαιρετικοῦτινος λείποντος, οἷον τοῦ θελήσατε

ἀγέμεν ἢ σπεύσατε ἢ τοιούτου τινός.[Μονῆρες δὲ ἐν θηλυκοῖς ἡ χείρ, ἣ κλίνεται διχῶς,

ποτὲ μὲν διὰ τοῦ ˉε, ὅθεν καὶτὰ χέρνιβα, ποτὲ δὲ διὰ τῆς ˉεˉι διφθόγγου, ποτὲ δὲ κατὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

110

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!