18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γὰρ ἐκ τοῦ μῶ, τὸ ζητῶ,γίνεται καὶ Μαῖα ὡσαύτως.] Ἰστέον δὲ καὶ ὅτι τὸ ἄειδε καὶ ὅλως

τὰ προστακτικὰ οὐκ ἐξ ἀνάγκης ὑπεροχὴν δηλοῦσι τοῦ προφέροντος αὐτὰ προσώπου

πρὸςτὸ προστασσόμενον, εἰ μή που κατά τι σύμβαμα καί ποτε. ὑποκινοῦσι γὰρμόνον τὰ

προστακτικὰ καὶ ἐρεθίζουσι πρὸς ἔργον, οὐ μὴν καὶ αὐθεντίαν πάντωςδεσποτικὴν

ἐνδείκνυνται. καὶ γέμει παραδειγμάτων ὁ βίος ἅπας. δηλοῖ δὲκαὶ ἡ λέξις τὴν φύσιν τοῦ

πράγματος· τὸ γὰρ προστάσσειν [σύγκειται ἀπὸτῆς ˉπˉρˉοˉς προθέσεως τῆς δηλούσης

τὸ ἐγγύς καὶ ἀπὸ τοῦ τάσσειν καὶ δηλοῖ τὸἐγγὺς τάσσειν] τινὰ καὶ πλησίον τῆσδε τῆς

ἐνεργείας, ἧς πρὶν ἐχωρίζετο.τοῦτο δὲ οὐ μόνον δεσπότης ἢ πατὴρ ποιεῖ πρὸς δοῦλον

καὶ υἱόν, ἀλλὰ καὶἀνάπαλιν γίνεται. δεῖ γὰρ εἰδέναι ὅτι ἀπανούργως καὶ φυσικῶς πᾶσα

παρακίνησις καὶ διέγερσις καὶ ἅπας εἰς ἔργον ἐρεθισμὸς διὰ προστακτικοῦ

ῥήματοςγίνεται. εἰ δέ ποτε δυσωπία τις ὕπεστιν ἢ φόβος ἢ αἰδὼς ἢ ἔφεσις ἢ ἄλλη

τιςἔνδειξις φυσικῆς θερμότητος ἐνδιάθετος, τότε ἀντὶ προστακτικοῦ εὐκτικῶςὁ λόγος

σχηματίζεται. καὶ τοῦτό ἐστιν, ὅπερ ἐφεῦρε τὰ εὐκτικὰ ῥήματα. καὶἐνταῦθα οὖν ὁ

ποιητὴς ἁπλούστερον ἐλάλησε τὸ «ἄειδε» πρὸς μυθικὴν θεάν.εἰ δὲ ἐνεδοίαζεν ὡς οὐχ'

ὑπακουσθήσεται, ἐσχημάτισεν ἂν τὸ «ἄειδε» εὐκτικώτερον. Ὅτι δὲ τὸ θεός ὄνομα ἐπί τε

ἄστρων λέγεται παρὰ τὸ θέειν καὶ ἐπὶ 1.18 στοιχείων παρὰ τὴν εὔτακτον θέσιν αὐτῶν

καὶ ἐπὶ τοῦ τὰ πάντα εὖ διατιθεμένου νοὸς καὶ ἐπὶ σοφῶν δὲ ἀνδρῶν, οἳ πρὸς τὸν

πρῶτον νοῦν ἑαυτοὺςἀνάγουσι διὰ δυνατῆς ἐξομοιώσεως, καὶ αὐτὸ εἰς πλάτος ἔστιν

εὑρεῖν παρὰτοῖς παλαιοῖς. διὸ εἰς τοσοῦτον ἄρτι εἰρήσθω καὶ περὶ αὐτοῦ. Κἀκεῖνο δὲ

ἰστέον,ὅτι μυθικώτερον θεὰν ἤτοι Μοῦσαν ἐπικαλεῖται ὁ ποιητὴς διά τε προσοχὴν

τῶνἀκροωμένων, ἵνα ὡς Μούσης λαλούσης προσέχοιεν τοῖς λεγομένοις τὰς ἀκοὰςκαὶ

ἵνα καὶ ἑαυτὸν σεμνύνῃ ὡς θεοφιλῆ καὶ ἐν ψυχῇ ἔχοντα ἢ μίαν ἢ πάσας τὰς Μούσας καὶ

διὰ τοῦτο ἔνθεον, μάλιστα δὲ διὰ τὸ πιθανὸν τῶν πλασμάτων,ὁπηνίκα μυθικά τινα

λέγει, οἷον θεῶν βουλὰς καὶ πολέμους ἐκείνων καὶ ἐπιβουλὰςκαὶ ἔρωτας καὶ ἀποδημίας

καὶ ὅλως πράξεις παντοίας. μαθὼν γὰρ ὁ ἀκροατής,ὅτι Μοῦσα προκληθεῖσα λαλεῖ, οὐκ

ἂν ἀπορήσῃ, πόθεν τὰ τοιαῦτα οἶδεν ὁ ποιητής, εἰδὼς τὸν μὲν ποιητὴν καθάπαξ

μουσόληπτον, τὴν δὲ Μοῦσαν πάνταεἰδυῖαν ὡς θεάν. Ταὐτὸν δὲ Μοῦσαν καὶ θεὰν εἰπεῖν

καὶ Μούσας πληθυντικῶςκαὶ θεάς, ὥσπερ καὶ Εἰλείθυια ἑνικῶς καὶ Εἰλείθυιαι

πληθυντικῶς παρὰ τῷποιητῇ εὕρηνται. διὸ καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ ἐρεῖ, ὅτι αἱ Μοῦσαι,

θεαὶ οὖσαι,πάρεισί τε ἴσασί τε πάντα. ἔνθα καὶ δῆλον ἔσται ὅτι κάτοχός ἐστιν ἁπάσαις

ταῖς Μούσαις· ὥστε καὶ νῦν θεὰν εἰπὼν καὶ ἐν Ὀδυσσείᾳ Μοῦσαν καὶ μὴ ὀνομάσας

ταύτην ἢ ἐκείνην ὅμως ἐμφαίνει, ὅτι ἁπάσας καλεῖ, τουτέστι τὰς ἐννέα. καὶἀληθῶς

οὕτω χρὴ νοεῖν, ὅτι καὶ πασῶν δέεται, εἴπερ ἐκείνων μὲν ἑκάστημερίζονται τὰς λογικὰς

τέχνας καὶ ἐπιστήμας ἐπιστατοῦσαι ἄλλη ἄλλης ἰδίᾳ, ἡδὲ Ὁμηρικὴ ποίησις ἁπάσης

σοφίας θεωρεῖται ἔμπλεως. [ὡς δὲ καὶ ταὐτόνποτέ ἐστι Μοῦσαν εἰπεῖν καὶ ᾠδήν, δηλοῖ

καὶ ἡ μουσουργὸς γυνὴ καὶ παρὰ Σοφοκλεῖ τὸ «φιλαύλους Μούσας».] Ὅτι τὸ

«Πηληϊάδεω Ἀχιλῆος» οὐ φυσικῶςἔχει τοῦ ἡρωϊκοῦ μέτρου τοῦ ἐκ δακτύλων καὶ

σπονδείων συγκειμένου, ἀλλὰπάθος ἴσχει, ὃ λέγεται συνίζησις. αἱ γὰρ τέσσαρες

συλλαβαί, αἱ μετὰ τοὺςτέσσαρας πόδας ἤγουν τὸ ˉδˉε καὶ τὸ ˉω καὶ τὸ ˉα καὶ τὸ ˉχˉι εἰς

δάκτυλον καταλογίζονται, τοῦ ˉδˉε καὶ τοῦ ˉω λαμβανομένων ἀντὶ μιᾶς μακρᾶς. κατὰ

δέ τινας ἡμετὰ τοὺς πρώτους τρεῖς πόδας τετρασυλλαβία, τὸ ληϊάδε, δακτυλικῶς

ποδίζεται, ὡς τοῦ ˉι καὶ τοῦ ˉα καταλογιζομένων ἀντὶ βραχείας μιᾶς. λέγεται δὲ

τὸπάθος συνίζησις, [καθά που καὶ ἡ συναίρεσις παρὰ Ἡρωδιανῷ,] κατὰ μίμησιντῶν

συνιζανόντων καὶ συμπιπτόντων σωμάτων καὶ πυκνουμένων ἐξ ἀραιότητοςκαὶ ἐκ

πλείονος κατεχόντων ὀλιγώτερον τόπον κατὰ συμπίλησίν τινα, ὃ δὴ καὶ 1.19 ἐπὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

11

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!