18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ τὸ καθαίρεσθαι ἀπολυμαίνεσθαι. καὶ ἦν παρὰ τοῖς παλαιοῖς αὕτη καιριωτάτη λέξις

ἐνταῖς ἐπὶ θυσίᾳ καθάρσεσι. διὸ καὶ ὁ ποιητὴς ἐπιμένων οὕτω φησί· «λαοὺς δ'Ἀτρείδης

ἀπολυμαίνεσθαι ἄνωγεν. οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ'ἔβαλλον». διὰ τί δὲ εἰς

τὴν ἅλα; ἢ πάντως διὰ τὸ φύσει ῥυπτικὸν εἶναι τὸ τῆςθαλάσσης ὕδωρ. εἰς τὴν ἀπέριττον

οὖν φασι τὰ περιττώματα ἔβαλλον. διὸ καὶπαροιμία φησί· «θάλασσα κλύζει πάντα

τἀνθρώπων κακά», ἣ παρ' Εὐριπίδῃκεῖται. ἀπὸ δὲ τῶν τοιούτων λυμάτων καὶ παρὰ τοῖς

ὕστερον ἡ λύμη ἐπὶ βλάβηςλέγεται, ἣν ἄξιόν ἐστιν ἀπολούσασθαι· καὶ ὁ λυμεὼν

ἐντεῦθεν, ὃν κάθαρμά τιςἂν εἴποι καὶ πίνον αὐτόχρημα, ὥσπερ καὶ ὁ παρὰ Σοφοκλεῖ

Αἴας «κακοπινέστατον ἄλημα» ἤγουν πλάνημα «στρατοῦ» τὸν Ὀδυσσέα καλεῖ. καὶ τὸ

λυμαίνεσθαιδὲ ἐπὶ βλάβης ἐκ τοῦ Ὁμηρικοῦ τοῖς ὕστερον εἴληπται, πλὴν ὅσον ἡ

μὲνὉμηρικὴ λέξις τὸ λυμαίνεσθαι σεμνὴ καὶ οὐδέν τι ἐπισυρομένη ψόγου ῥύπασμα,ἡ δὲ

παρὰ τοῖς ὕστερον λύμη καὶ τὸ λυμαίνεσθαι καὶ ὁ λυμεὼν ἐπὶ ψόγουλαμβάνονται.

ὥσπερ δὲ τὸ βρῶμα βρώμη λέγεται παρὰ τῷ ποιητῇ καὶ παρ'ἑτέροις τὸ τρῶμα τρώμη,

οὕτω καὶ τὸ Ὁμηρικὸν λῦμα τὸ λύμη παρήγαγεν.[Εἴη δ' ἂν καινὸν οὐδὲν τὸ λῦμα

φορτικὴν λέξιν εἶναι γενόμενον ἐκ τοῦ λούω,εἴγε καὶ τὸ κάθαρμα μισεῖται ἀπὸ τοῦ

καθαίρω παραχθὲν καὶ ἐκ τοῦ ἅζω, τὸσέβομαι, ἅγος, δι' οὗ δηλοῦται τὸ μίασμα.] (ῃ. 315)

Ὅτι δηλοῖ καὶ ἐνταῦθαὁ ποιητὴς τέλεια δεῖν εἶναι τὰ θυόμενα. φησὶ γάρ· «ἔρδον

Ἀπόλλωνι τεληέσσαςἑκατόμβας». ταῦροι δὲ καὶ αἶγες ἦσαν τὰ θυόμενα. [ἔστι δὲ ἔρδειν

τὸ θύειν, 1.170 ὡς ἀλλαχοῦ ῥηθήσεται. ὥσπερ δὲ φθόγγος φθογγήεις, οὕτω τέλος

τελήεις, οὗθηλυκὸν ἡ τελήεσσα.] (ῃ. 315 ς.) Ὅτι ἀτρύγετος θάλασσα ἢ ἡ βαθεῖα, ἧς

οὐκἔστιν εὑρεῖν τρύγα, ἢ οἷον ἀτρύετος ἤγουν ἀκαταπόνητος διὰ τὴν τοῦ

στοιχείουδύναμιν πλεονασμῷ τοῦ ˉγ ἢ ἀφ' ἧς οὐδὲν τρυγῶμεν. τὸ γὰρ τρυγᾶν ἐπὶ

γῆςκυριολεκτεῖται. ὅτι δὲ καὶ ἀὴρ καὶ αἰθὴρ ἀτρύγετοι, ἀλλαχοῦ φανήσεται.[Ορα δ'

ἐνταῦθα, ὅτι τε οὐχ' ἑκατόμβην ἀλλ' ἑκατόμβας ἀναγκαίως ὁβασιλεὺς θύει τῷ Φοίβῳ

καὶ ὅτι καλῶς διὰ τὸν γενησόμενον ἀνάπλουν «παρὰθῖν' ἁλὸς ἀτρυγέτοιο» θύουσιν. ὡς

δέ, καθὰ ῥηγμὶν ἐκ τοῦ ῥήσσειν, οὕτω καὶθὶν θινὸς θηλυκῶς τὰ πολλὰ ὁ αἰγιαλὸς

λέγεται, περὶ ὃν ῥήσσονται καὶ θείνουσιν,ὅ ἐστι τύπτουσι τὰ κύματα πλήττοντα–διὸ καὶ

«παραπλῆγες ἀκταί»λέγονται–καὶ ὅτι τὸ θίν θινός ὡς δικατάληκτον ἔχει ἀντὶ

διφθόγγου μόνον τὸδίχρονον, ἀγραμματίκευτός ἐστιν ὁ μὴ εἰδώς.] (ῃ. 317) Ὅτι τὸ

«κνίσση δ'οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ» ἐμφαντικόν ἐστι τῆς τῶν τυθέντων

ζῴωνπιότητος. ἔχει δέ τι καὶ ἀστεῖον ὁ λόγος κατὰ τοὺς παλαιοὺς δεικνύων

φανταστικῶς τὴν λευκὴν πιμελὴν συναναμιγνυμένην τῇ μελανίᾳ τοῦ καπνοῦ. κνίσσαδὲ

καὶ νῦν ἡ τῆς πιμελῆς ἀνάδοσις· οὐρανὸς δὲ ὁ ἀήρ. Τὸ δὲ ἷκεν ἀντὶ τοῦκατελάμβανεν ἀεὶ

διὰ τοῦ ˉι παρὰ τῷ ποιητῇ γραφόμενον ἀπὸ τοῦ ἵκω, ἐξ οὗκαὶ τὸ ἱκάνω καὶ ἱκνῶ. δῆλον

δὲ ὡς προῆν τὸ ἐν τῷ ˉι γραφόμενον ἵκω τοῦ παρὰτοῖς ὕστερον διὰ τοῦ ˉη, ἐφ' οἷς

γέγονε σύμβασις τοῖς κριτικοῖς, ἵνα μὴἀμφιμάχοιντο, γράφεσθαι τοῦ ἵκω τὰ μὲν

ἐνεργητικὰ διὰ τοῦ ˉη, τὰ δὲ παθητικὰδιὰ τοῦ ˉι. καὶ οὕτω φυλάσσονται παρὰ τοῖς μεθ'

Ὅμηρον ἄμφω αἱ γραφαί.δύναται δὲ καὶ ἄλλως τὸ «οὐρανὸν ἷκε» νοηθῆναι κατὰ

προθέσεως ἔλλειψιν ἀντὶτοῦ «εἰς οὐρανὸν ἤρχετο». Τὸ δέ «περὶ καπνῷ» καινότερον

συντέτακται· τὸγὰρ κοινόν «περὶ καπνόν». καὶ ἢ ἀττικισμός ἐστιν ἢ κατὰ ἀναστροφὴν

κεῖταιἡ πρόθεσις, ἵνα ᾖ περιελισσομένη καπνῷ. ὅτι δὲ καὶ ἡ ˉπˉεˉρˉι καὶ ἡ ˉἀˉμˉφˉι

καὶ ἡˉὑˉπˉο πρόθεσις μυριαχοῦ δοτικῇ συντάσσονται καὶ μάλιστα ἡ ˉὑˉπˉο καὶ ἡ

ˉἀˉμˉφˉι, 1.171 τὰ ἐφεξῆς δείξει. (ῃ. 323 ετ 326) Ὅτι ἐπικρίνει καὶ ὁ ποιητὴς οὐκ εὖ

διαπράξασθαι τὸν βασιλέα τὰ ἐπὶ τῷ Ἀχιλλεῖ. φησὶ γὰρ ὅτι προσέταξε τοῖς κήρυξιχειρὸς

λαβόντας ἤτοι ἁψαμένους ἢ ἀπὸ χειρὸς λαβόντας ἄγειν τὴν Βρισηΐδα.εἶτα οἷον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

109

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!