18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τινὲς μὲν σχῆμα νοοῦσιν ἐλλείψεως, οἷον «εἰ δὲ βούλει, ἄγεπειράθητι». ἕτεροι δὲ καὶ

τοῦτο σχῆμα ἐκ παραλλήλου φασὶ δύο ἐνταῦθαἰσοδυνάμων κειμένων λέξεων, τοῦ τε εἶ

παρακελευσματικοῦ ἐπιρρήματος καὶτοῦ ἄγε, ἀντὶ τοῦ εἴα ἄγε, ὡς ἐάν τις εἴποι «ἄγε δὴ

φέρε», ὡς τοῦ ˉδˉε ἀντὶ τοῦδὴ λαμβανομένου, ἵνα λέγῃ ὅτι «εἴα δὴ ἄγε πείρησαι». φασὶ

δὲ καὶ ὅτι τοῦτοτὸ εἰ προσλήψει τοῦ ˉα γίνεται εἴα, ὃ δηλοῖ τὸ ἄγε, φέρε, καὶ ἀρέσκει

οὕτω τῷ Νικάνορι καὶ δοκεῖ κρειττόνως οὕτως ἔχειν. ἐν γὰρ τοῖς ἑξῆς

εὑρεθήσονταιτοιαῦτα σχήματα, ἐν οἷς τὸ μὲν εἰπεῖν «εἰ δὲ βούλει, ἄγε, ποίησον τόδε»

οὐκἔσται εὔοδον· τὸ δὲ εἰπεῖν «εἴα δὲ ἄγε, ποίησον» πάνυ εὐοδωθήσεται. ἰστέονδὲ ὅτι ἐκ

τοῦ «εἰ δ' ἄγε μὴν πείρησαι» παρέξεσται τὸ «ἔστω μηδὲν ἀπείρητον»παρὰ Ἡροδότῳ.

δοκεῖ δὲ τὸ ῥηθὲν εἴα παροξύνεσθαι, ὡς κατ' ἐπέκτασινἔχον τὸ ˉα, ὁποῖόν τι καὶ ἐν τῷ

ναίχι γίνεται. [Ὅτι δὲ τὸ εἴα συνεσταλμένην ἔχειτὴν λήγουσαν, ἡ τραγῳδία δηλοῖ ἐν τῷ

«ἀλλ' εἴα, τέκνον»· καὶ «ἀλλ' εἴα,χώρει»· καὶ «ἀλλ' εἴα, φείδου μηδέν». ἐξ ἰαμβικῶν δὲ

στίχων ταῦτά εἰσι.σημείωσαι δὲ ὅτι κατὰ τὴν τέχνην τοῦ Γεωργίου προπερισπᾶται τὸ

ῥηθέν»εἴα» εἰπόντος, ὅτι τε παρακελευσματικὸν ἐπίρρημά ἐστι καὶ ὅτι, ὡς ῥέωῥέα καὶ

πλεονασμῷ τοῦ ˉι ῥεῖα, οὕτως ἕω, τὸ ἐκπέμπω, ἕα καὶ πλεονασμῷ εἶα.φέρει δὲ καὶ

χρῆσιν τῆς λέξεως κειμένην, φησί, παρ' Εὐριπίδῃ ἐν Σολεῖ ταύτην 1.168 «εἶα δή, φίλον

ξύλον, ἔκτεινέ μοι σεαυτὸ καὶ γίνου θρασύ».] (ῃ. 304) Ὅτι τὸ»ὣς τώ γε ἀντιβίοισι

μαχεσσαμένω ἐπέεσσιν ἀνστήτην» σχῆμα ὂν καταστατικὸνἐννοίας οἱ γραμματικοὶ

παραγραφὴν καλοῦσι συγκαταριθμοῦντες αὐτὸ τοῖςποιητικοῖς τρόποις. χρώμεθα δὲ

τούτῳ τῷ σχήματι, ὅτε συμπληρώσαντεςτὰ φθάσαντα ἐπὶ ἑτέραν διήγησιν

μεταβαίνομεν. τοιοῦτον καὶ μετ' ὀλίγα τὸ»ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν» καὶ

ἄλλα μυρία. ἀντίβια δὲ ἔπη τὰἐναντιοδύναμα. (ῃ. 305) Ὅτι τὸ τὴν σύναξιν

σκεδάννυσθαι λύεσθαι λέγεται.φησὶ γάρ· «λῦσαν δ' ἀγορήν» καὶ «λῦτο δ' ἀγών» καὶ

«ἀνδρῶν ἀγορὰς ἠμὲνλύει ἠδὲ καθίζει». σημείωσαι οὖν ὅτι, εἰ τὸ σκεδάζεσθαι λύσις

ἐστί, δεσμός τιςἄρα τὸ συνάγεσθαι, ὥστε ἐκ τούτου ὁ δῆμος ἐτυμολογεῖται,

συνδεδεμένος οἷοντυγχάνων ὄχλος κατὰ τοὺς παλαιούς, [ἐκ πάντων δὲ κατὰ εἰρήνην

δεδεμένος.τὸ γὰρ τούτου ἀνάπαλιν παράγει τὴν λύην, ὃ σημαίνει τὴν στάσιν, ὅ

ἐστιδιάστασιν, παρὰ τοῖς ἀρχαίοις, τὴν διαλυτικὴν τῆς συνδετικῆς ὁμονοίας.ὅθεν καὶ

∆ιόνυσος Λυαῖος, οὐ μόνον ὡς ἐκλύων μέλη, ἀλλὰ καὶ διὰ τὸ αἴτιοςεἶναι λύης τοιαύτης

ἐν τῷ ἀμέτρως πίνεσθαι. (ῃ. 306) Ὅτι οὐ μόνον «δαῖταἐΐσην» λέγει ὁ ποιητής, ἀλλὰ καὶ

«νῆας ἐΐσας» ἤγουν ἴσας, ὥστε μὴ ἀεὶ τοιχίζειν,καὶ πλεονασμῷ τοῦ ˉε ἐΐσας ἢ

πορευτικὰς καὶ ταχέας παρὰ τὸ ἰέναι.] (ῃ. 309)Ὅτι κρίνειν οὐ μόνον ἐπὶ τοῦ δικάζειν,

ἀλλὰ καὶ ἐπὶ τοῦ ἁπλῶς χωρίζειν καὶἐπιλέγεσθαι. ἐρέτας γοῦν ἐνταῦθα ὁ Ἀγαμέμνων

ἔκρινεν ἤτοι ἐπελέγετο, οἳ καὶἔκκριτοι ἂν διὰ τοῦτο λεχθεῖεν. [ἔστι δὲ ταὐτὸν ἐρέτας

κρίνειν καὶ ἐρέταςἐπίτηδες ἀγείρειν.] (ῃ. 312) Ὅτι τὸ ἀναπλεῦσαι ἀναβῆναι λέγεται,

οἷον «οἳμὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα». πρόσκειται δὲ τὸ ὑγρά, ἐπεὶκαὶ

διὰ ξηρᾶς ἔστι κέλευθος. Τὸ δὲ κέλευθα μεταπλασμὸν γένους φασὶν οἱπαλαιοὶ

μεταπλασθέντος τοῦ ἡ κέλευθος εἰς τὸ κέλευθον. γίνονται δὲ τοιαῦταπολλά. οὕτω γὰρ

καὶ τοὺς μηροὺς μηρὰ λέγει ἡ ποίησις καὶ τοὺς ῥύπουςῥύπα, ὡς καὶ Θεόκριτος «ἅπαν

ῥύπον». καὶ τὰ ζυγὰ δὲ τοῦ τοιούτου εἴδουςεἰσίν. ὡσαύτως καὶ τὰ δεσμὰ καὶ τὸ

«γυμνάζει τὰ τράχηλα» παρὰ Καλλιμάχῳ.οὕτω δὲ καὶ τοὺς λύχνους καὶ τοὺς δίφρους

λύχνα καὶ δίφρα φασὶν οἱ παλαιοί.μεταβολὴ δὲ γένους καὶ ἡ ἰσθμὸς καὶ ἡ τάρταρος

παρὰ Πινδάρῳ καὶ παρὰ Ἡσιόδῳ οὐδετέρως «Τάρταρά τε ἠερόεντα». ὅμοιόν τι καὶ τὸ

ἡμέρα καὶ ἦμαρ· ἐναλ1.169 λαγὴν γὰρ γένους ἔπαθε καὶ αὐτό. (ῃ. 313) Ὅτι λύματα

ἐλέγοντο τὰ καθάρματα,οἱονεὶ λούματά τινα ὄντα, ἅπερ ἐν τῷ λούεσθαι ἀπεβάλλοντο,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

108

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!