18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

«ἀγαθὴ παραίφασίς ἐστιν ἑταίρου», τί ἂν πάθοιχρηστὸν ὁ ταύτῃ μὴ ἐθέλων πείθεσθαι;

(ῃ. 284) Ἰστέον δὲ ὅτι ταὐτὸν ἐνταῦθαἕρκος καὶ τεῖχος εἰπεῖν, ἵνα νοῆται ὁ Ἀχιλλεὺς οἷά

τι κατὰ τῶν πολεμίωνπυργοειδὲς ἔρυμα ἵστασθαι, [ὁποῖος καὶ ὁ Αἴας ἐν τοῖς ἑξῆς που

ῥηθήσεται. ∆ῆλον δὲ ὡς τὸ «πολέμου ἕρκος» διαστολὴν ἔχει πρὸς τὸ αὐλῆς ἕρκος

καὶἀλῳῆς ἕρκος καὶ τὰ τοιαῦτα. (ῃ. 282) Τὸ δέ «παύσασθαι χόλου» διχῶς φράζειὍμηρος

«Ἀτρείδη σὺ δὲ παῦε τεὸν μένος». καὶ πάλιν «λίσσομαι μεθέμεν χόλον». καὶ ἔστι

κἀνταῦθα διττολογία πρὸς διόρθωσιν λόγου. δυσωπητικώτερονγὰρ τοῦ «παῦε μένος»

τὸ «λίσσομαι μεθέμεν χόλον». ταὐτὸν δὲ μεθέμεν εἰπεῖνκαὶ μεθεῖναι καὶ ἀφεῖναι, ὡς

πολλαχοῦ φανεῖται.] (ῃ. 286 σς.) Ὅτι ἀγαθῷσυμβούλῳ οἰκεῖον προσφωνηθῆναι τὸ «ναὶ

δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖρανἔειπες». ὁ δὲ περισσὰ πράττων καὶ πάντων

ὑπερφέρεσθαι θέλων εἰκότως ἂνἀκούσοι τὸ «ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει πάντων περιέμμεναι

ἄλλων. πάντων μὲνκρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν, πᾶσι δὲ σημαίνειν». καὶ ὅρα

καὶ τὴντοιαύτην ταὐτολογίαν τοῦ Ἀγαμέμνονος μὲν οὖσαν, πρέπουσαν δὲ

ἀνδρὶθυμουμένῳ. καὶ γὰρ ὁ θυμὸς οὐκ ἐπιτρέπει τῷ λαλοῦντι συλλέγειν νοήματα,ἀλλὰ

μίαν ἔννοιαν ἐμπερικλείσας τῷ στόματι ἀφίησι μασᾶσθαι αὐτήν. οὐδέποτεγὰρ οἴονται οἱ

θυμούμενοι ἱκανῶς εἰρηκέναι, ὥς φασιν οἱ σοφοί, ἀλλὰ πολλάκιςἐπανακυκλοῦσι τὰ

αὐτά. ὁ γοῦν Ἀγαμέμνων ἐνταῦθα τὴν μίαν ἔννοιαντετράκις ἔστρεψε. τὸ γὰρ πάντων

περιεῖναι καὶ πάντων κρατεῖν καὶ πᾶσινἀνάσσειν καὶ πᾶσι σημαίνειν τῆς αὐτῆς

δυνάμεώς εἰσιν. [ἐν οἷς καὶ πολύπτωτόςἐστι σχηματισμὸς τὸ πάντων καὶ πάντεσσι καὶ

πᾶσι. ταὐτολογήσει δὲ μετ'ὀλίγα καὶ ὁ Ἀχιλλεύς.] (ῃ. 290 ς.) Ὅτι ὁμολογεῖ μὲν καὶ

Ἀγαμέμνωνἀνδρεῖον εἶναι τὸν Ἀχιλλέα, αἰτιᾶται δὲ ὡς ὑβριστὴν λέγων· «εἰ δέ μιν

αἰχμητὴνἔθηκε θεός, τοὔνεκά οἱ προτρέχουσιν ὀνείδεα μυθήσασθαι». τουτέστιν «εἰ

δὲἀνδρεῖός ἐστι, διὰ τοῦτο αἱ ὕβρεις αὐτῷ τοῦ λέγειν προτρέχουσι». [Καὶ ὅρα τὸ 1.165

μυθήσασθαι ψιλὸν αὐτὸ μόνον ἴσον ὂν τῷ τοῦ λόγου, ἵνα ᾖ· προτρέχουσι τοῦἁπλῶς

λόγου οἱ κατὰ ὄνειδος.] (ῃ. 292) Ὅτι ὥσπερ ἀπὸ τοῦ παραβάλλειν, ὅἐστι συγκρίνειν,

γίνεται παραβλήδην τὸ συγκριτικῶς, οὕτω καὶ ἀπὸ τοῦ ὑποβάλλειν τὸ ὑποβλήδην, ὅ

ἐστιν ὑποβλητικῶς καὶ ὡς ἐν περικοπῇ διεξοδικοῦλόγου. ὑποβάλλειν δέ ἐστι τὸ ἄλλου

λέγοντος μὴ ἀνασχέσθαι ἀπαρτισθῆναι τοὺςλόγους, ἀλλ' ὑποβαλεῖν τοὺς ἑαυτοῦ, [ὡς

δῆλον καὶ ἐκ τοῦ «ὑπολαβὼν δὲ ὁ δεῖναἔφη»,] ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ Ἀχιλλεύς. οὐ

γὰρ ἀνασχόμενος διεξοδεῦσαιτὴν κατηγορίαν τὸν βασιλέα ὑποβλήδην ἀμείβεται.

Ἰστέον δὲ ὅτι ὑποβάλλεινοὐ τοῦτο μόνον λέγεται, ἀλλὰ καὶ τὸ νόθα ταῖς ὠδινούσαις

ὑποτιθέναι βρέφη, ἃκαὶ ὑποβολιμαῖα διὰ τοῦτο λέγονται. ὅθεν καὶ ὁ Σοφοκλῆς

ὑποβολιμαίους εἶπελόγους τοὺς μὴ γνησίους τῆς σώφρονος διανοίας, ἀλλὰ νόθους. καὶ

δύναται καὶἐνταῦθα ἴσως τὸ ὑποβλήδην τοιοῦτόν τι λέγειν. ἃ γὰρ νῦν λέγει ὁ

Ἀχιλλεύς,θυμοῦ ὑποβάλλοντος λέγει. οἱ δὲ γνήσιοι τῆς αὐτοῦ διανοίας τόκοι ἐν

τοῖςὕστερον τὴν Ἄτην μέμψονται μεταμελομένου ἐπὶ τῇ μήνιδι. κρείττων δὲ ἡπρώτη

ἑρμηνεία. Ὅτι δὲ ὑποβάλλειν λέγεται καὶ τὸ διερμηνεύειν τὰ τῶν λαλούντων, ἢ πρὸς τὸ

κατὰ γλῶτταν σαφές, ὅθεν καὶ ὑποβολεῖς οἱ διερμηνευταί, ἢ πρὸςεὐδιάρθρωτον διὰ τὸ

τοῦ λόγου δυσήκοον, ὃ καὶ ὑββάλλειν συγκόψας λέγει ὁποιητής, ἐν τοῖς ἑξῆς που ἔσται

δῆλον. ἔστι δὲ ὑποβαλεῖν κοινότερον καὶ τὸ ἐρεθιστικῶς ὑποθέσθαι τὰ πρὸς ἔριν, [ἐξ οὗ

καὶ ὁ διάβολος ἄνθρωπος καὶ ὁ διαβολεύς. τὸ δὲ τοιοῦτον καὶ ἐνδιαβάλλειν συνθέτως

λέγεται. ἀκριβέστερον μέντοιφάναι, ὑποβαλεῖν μὲν κοινότερον τὸ οἱονεὶ κρύφα βαλεῖν

ἐξ ἐρεθισμοῦ· βαλεῖνδὲ καὶ ἐνδιαβαλεῖν τὸ διαμπὰξ βαλεῖν συκοφαντικῶς.] τὸ δέ γε

εἰπεῖν, ὡςτάδε τὰ ῥήματα τοιόνδε νοῦν ὑποβάλλει, ταὐτόν ἐστι τῷ ὑποτίθησιν. (ῃ. 293

ς.)Ὅτι τὸ «δειλὸς ἂν καὶ οὐτιδανὸς καλεοίμην, εἰ δή σοι πᾶν ἔργον ὑπείξομαι,ὅττι κεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

106

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!