18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀφαιρεθῆναι, ἥν, ὡς καὶἈχιλλεὺς ἔφη, οὐκ αὐτὸς ἀλλ' οἱ Ἀχαιοὶ γέρας ἔδοσαν τῷ

Ἀχιλλεῖ, μήτε μὴντὸν Ἀχιλλέα ἐρίζειν τῷ βασιλεῖ. διὰ τί; «οὐ γάρ ποτε», φησίν, «ὁμοίας

ἔτυχετιμῆς σκηπτοῦχος βασιλεὺς καὶ ᾧπερ ἁπλῶς κῦδος δέδωκε θεός» δι'

ἀνδρίαντυχόν, ὃ δηλοῖ τὸ «καρτερός ἐσσι», ἢ καὶ δι' εὐγένειαν, ὃ δηλοῖ ἐν τῷ «θεὰ δέσε

γείνατο μήτηρ». Ἐν τούτοις δὲ καὶ ἑρμηνεύει ἐπεξεργαστικώτερον, τίσημαίνει τὸ

δοθῆναι πρὸς ∆ιὸς κῦδος τῷ Ἀχιλλεῖ. δηλοῖ δὲ καὶ ὡς οὐ μόνῳαὐτῷ κῦδος δέδοται, εἴγε

καὶ ὁ Ἀγαμέμνων, ὡς καὶ ὁ Ἀχιλλεὺς φθάσας ἔφη,1.163 κύδιστός ἐστι. φησὶ γάρ· «εἰ δὲ

σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,ἀλλ' ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν

ἀνάσσει». ὥστε καὶ κύδιστός ἐστιφύσει ὁ Ἀγαμέμνων ὡς εὐρυκρείων καὶ πλειόνων

ἀνάσσων καὶ οὐχ' ἁπλῶςκύδιμος, ὦ Ἀχιλλεῦ, κατὰ σὲ τὸν ἐκ τοῦ ∆ιὸς μὲν κῦδος ἔχοντα,

μικροβασιλέαδέ. καὶ ὅρα ὅπως οὔτε γενναιότητα οὔτε εὐγένειαν ὑπερτίθησι τῆς

βασιλείας.θείας γὰρ λήξεως κατὰ τοὺς παλαιοὺς δοκοῦσιν εἶναι οἱ βασιλεῖς. ἐνταῦθα

δὲὅρα καὶ ὅπως πραγματικῶς ὁ Νέστωρ ἀπὸ βασιλέως ἀρξάμενος εἰς αὐτὸνκατέληξεν,

ὅπερ αὐτὸς ἀλλαχοῦ ἐπισημαίνεται ὡς ἐπίτηδες οὕτω τοὺς λόγουςμεθοδεύων. ἐρεῖ γάρ

που πρὸς τὸν βασιλέα, ὅτι ἀπὸ σοῦ μὲν ἄρξομαι, εἰς σὲ δὲλήξω. ἤρξατο δὲ ἐνταῦθα ἐκ

τοῦ βασιλέως προκαταστέλλων τὸν θυμὸν αὐτοῦἐν τῷ «μήτε σὺ ἀγαθός περ ὢν ποίει

τάδε». εἶτα πρὸς τὸν Ἀχιλλέα λαλήσαςἀνακάμπτει εἰς τὸν βασιλέα καί φησιν· «Ἀτρείδη,

σὺ δὲ παῦε τεὸν μένος».(ῃ. 275 ς.) [Ἰστέον δὲ ἐν τοῖς ῥηθεῖσιν, ὅτι τε τὸ «μήτε σὺ τόνδε

ἀφαιροῦ τὸοἰκεῖον γέρας» ἀποαίρεο λέγει φυσικῶς–ἐκ ταύτης γὰρ τῆς

πρωτοτύπουδιαλύσεως κέκραται τὸ «ἀφαιροῦ» προστακτικόν–καὶ ὅτι κἀνταῦθα

κεῖταιτὸ πρῶτα πληθυντικῶς ἀντὶ ἑνικοῦ τοῦ πρῶτον· (ῃ. 278) καὶ ὅτι τὸ

ἔτυχεν»ἔμμορε» λέγει κατὰ χρόνον μέσον παρακείμενον. μείρω γὰρ μερῶ, μέμορακαὶ

μεταθέσει ἔμμορα τὸ εἰς μοῖραν ἔλαχον.] (ῃ. 279) Τὸ δὲ σκηπτοῦχος, ὡςμὲν πρὸς τὸ

σκῆπτρον, ἔλλειψιν δοκεῖ ἔχειν τοῦ ˉρ διὰ καλλιφωνίαν. εἰ δέ, ὡςπροεγράφη, ἀπὸ τοῦ

σκάπτου γίνεται, ἀνελλιπῶς ἔχει. σκᾶπτον γὰρ καὶ Πίνδαρος ∆ωρικῶς τὸ σκῆπτρόν

φησιν. ἰστέον δὲ ὅτι, ὥσπερ διαφέρει ὁ δᾷδαςἔχων ἁπλῶς καὶ ὁ ἐν τοῖς κατ' Ἐλευσῖνα

μυστηρίοις δᾳδοῦχος καὶ ὁ ῥάβδονἁπλῶς ἔχων καὶ ὁ ταξεωτικὸς ῥαβδοῦχος, οὕτω καὶ ὁ

σκῆπτρον ἁπλῶς ἔχωνκατὰ τὸν ἐν Ὀδυσσείᾳ πτωχὸν Ὀδυσσέα καί, εἴ τις ἄλλος

τοιοῦτος, καὶ ὁ σκηπτοῦχος, ὃς βασιλεὺς εἶναι ἰδιάζεται. (ῃ. 281) Τὸ δέ «φέρτερος»

λείπουσανζητεῖ πρόθεσιν τὴν ˉπˉρˉο ἢ ˉὑˉπˉεˉρ. δηλοῖ γὰρ προφερέστερον ἢ

ὑπερφερέστερον.(ῃ. 275) Ὅτι καὶ τὴν Βρισηΐδα, ὥσπερ καὶ πρὸ τούτου τὴν Χρυσηΐδα,

κούρηνκαλεῖ, ὡς ἁπλῶς νέαν· οὐ γὰρ δή που παρθένοι εἰσὶν οὔτε ἐκείνη οὔτε αὕτη.

πολλαχοῦ δὲ τῆς ποιήσεως ἐπὶ τοιούτου σημαινομένου ἡ κόρη κεῖται. (ῃ. 277)Ὅτι ἐν τῷ

«μήτε σὺ Πηλείδη θέλε ἐρίζειν βασιλεῦσιν» οἱ παλαιοὶ εἰς τὸ «δή»ὀξεῖαν τιθέασι μετὰ

ἀποστρόφου συναλείφοντες, ὡς ἂν εἴη «μήτε σὺ Πηλείδἤθελε» ἤγουν μήτε σύ, ὦ

Πηλείδη, ἔθελε. φασὶ γὰρ μὴ εἶναι παρὰ τῷ ποιητῇτὸ θέλειν δισυλλάβως, ἀλλὰ ἐθέλειν

μετὰ τοῦ ˉε. (ῃ. 284) Ὅτι τὸν Ἀχιλλέα1.164 φησὶν ὁ Νέστωρ ἕρκος εἶναι πολέμοιο

κακοῖο τοῖς Ἀχαιοῖς καὶ οὐχ' ἁπλῶς,ἀλλὰ καὶ «μέγα ἕρκος» καὶ «πᾶσιν Ἀχαιοῖς». καὶ

ὅρα ὅπως οὐδὲν μὲν ὁ Νέστωρἐπέκρυψε τῶν ἀγαθῶν, ὧν ἔχουσιν ὁ βασιλεὺς καὶ ὁ

Ἀχιλλεύς· ἐθέλει δὲ ὅμως,μᾶλλον δὲ λίσσεται διὰ τὸ σεμνότερον, ὅ ἐστι λιτανεύει τὸν

βασιλέα, παύσασθαιτοῦ χόλου τῷ Ἀχιλλεῖ. κρίνει γὰρ ἀδικεῖσθαι αὐτόν. (ῃ. 286–9) Ὁ δὲ

βασιλεὺς ὁμολογεῖ μὲν εὖ εἰπεῖν τὸν γέροντα ῥήτορα, οὐ ποιεῖ δὲ τὸ συμβουλευθέν,ἀλλ'

αἰτιᾶται τὸν Ἀχιλλέα ὡς πάντων ἐθέλοντα περιεῖναι, οὐδὲν λέγων ἀληθές,μάτην δὲ

οὕτω τὴν αἰτίαν τῆς ἔριδος ὑπὸ φιλονεικίας ἀνατιθεὶς τῷ Ἀχιλλεῖ.διὸ καὶ βλαβήσεται

ὕστερον ὡς καὶ λιτὰς τοῦ γέροντος παριδὼν καὶ ὡς ἀγαθῷσυμβούλῳ μὴ πεισθείς. εἰ γάρ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

105

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!