18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀνθρώπων. αὐτὸς δὲ μετεκλήθη,φησίν, ὑπ' ἐκείνων ἔτι νέος ὢν καὶ οὐκ αὐτὸς ἐπὶ μισθῷ

ἦλθεν, ἀλλ' αὐτοὶἐκαλέσαντο· καὶ βουλευόμενος εἶχε καταπειθεῖς ἐκείνους. συνάγει

γοῦν διὰτούτων, ὅτι τοὺς νῦν Ἕλληνας μάλιστα τούτῳ πειστέον, εἴπερ αὐτοὶ μὲν

οὐκράτιστοι κατ' ἐκείνους, αὐτὸς δὲ οὐκέτι νέος ὡς τότε· ἀλλ' ὅσον αὐτοὶ τοὺς Λαπίθας

ἀνδρίᾳ ὑποβεβήκασι, τοσοῦτον αὐτὸς ἑαυτὸν τῇ ἐκ νέου συνέσει διὰτὴν ἐκ τοῦ γήρως

ἐμπειρίαν ὑπεραναβέβηκε. καὶ ἔστιν ὁ αὐτὸς Νέστωρ ἐκεῖμὲν ἀτελὴς κρατίστοις ἀνδράσι

συνών, ἐνταῦθα δὲ τέλειος οὐχ' οὕτω κρατίστοιςσυστρατευόμενος. (ῃ. 271–3) Ἵνα δὲ μὴ

ἐλέγχοιτο ὡς τοῖς οὕτω κρατίστοιςπαρεξετάζων ἑαυτὸν καὶ φαίνοιτο ἀπίθανα λέγων ἢ

καὶ ψευδόμενος ἄντικρυς,–οὐ γὰρ οὕτω μάλα ἐν νεότητι ἀνδρεῖος ὁ Νέστωρ εἶναι

ἱστόρηται–ὁμολογεῖ, ὅτι οὐ κατ' ἀνδρίαν ἀλλὰ διὰ σύνεσιν ἐκείνοις τοῖς κρατίστοις

χρήσιμοςἦν. «ἐμαχόμην γάρ», φησί, «κατ' ἔμ' αὐτόν· ἐκείνοις δὲ οὐκ ἄν τις μάχοιτο».

τῇβουλῇ δὲ κρείττων ἦν ἐκείνων. διὸ καὶ ἐπείθοντο. Καὶ σημείωσαι ὅπως καὶἐνταῦθα

μίαν ἔννοιαν διαφόρως ἔφρασεν ὁ ποιητής. τὸ γάρ «οὔπω τοίουςἀνέρας ἴδον οὐδὲ

ἴδωμαι» καὶ τὸ «κράτιστοι ἐκεῖνοι ἐπιχθονίων ἦσαν ἀνδρῶν»καὶ τὸ «ἐκείνοις οὔ τις τῶν

νῦν ἀνθρώπων μάχοιτο» τῆς αὐτῆς ἐννοίας εἰσίν.(ῃ. 272) Ἔστι δὲ τὸ μάχοιτο ἀντὶ τοῦ

ἐρίσοι καὶ ἐξισωθείη τὰ εἰς μάχην.καὶ σημείωσαι τὴν λέξιν. ὅρα δὲ καὶ τὸ πιθανὸν τοῦ

ῥήτορος. ὁμολογεῖ γὰρ μὴπάνυ ἀνδρεῖος γενέσθαι, ἵνα πιστὸν ποιήσῃ τὸ τῆς συνέσεως.

ἰστέον δὲ ὅτι ἐνγάμου πανηγύρει ὁ τῶν Κενταύρων ἤρχθη πόλεμος μηνίσαντος

Ἄρεος,διότι μὴ γέγονε μνήμη τις καὶ αὐτοῦ, ὡς Ἀριστείδης ἐν τῷ εἰς τὴν Ῥώμην αὐτοῦ

λόγῳ φησί, καὶ διὰ τοῦτο τὸν γάμον ταράξαντος. (ῃ. 271) Ἰστέον δὲ καὶὅτι οὐκ ἔστι παρὰ

τῷ ποιητῇ συντεθειμένη ἀντωνυμία, ἀλλ' ὁπηνίκα συνθέτως 1.162 ἀντονομάσαι

βούλεται, δύο ταὐτοσήμους ἐκ παραλλήλου ἀντωνυμίας τίθησιν.οἷον βουλόμενος

εἰπεῖν ἑαυτὸν λέγει «ἑὲ δ' αὐτὸν ἐποτρύνει μάχεσθαι». ἢ καὶἄλλως «αὐτόν μιν πληγῇσι

δαμάσας». οὕτως οὖν καὶ ἐνταῦθα τὸ «κατ'ἐμαυτόν» «κατ' ἔμ' αὐτόν» εἶπεν. οὐ θέλουσι

γὰρ οἱ παλαιοὶ συνθέτως γράψαικατ' ἐμαυτόν. τοιοῦτον καὶ παρ' Ἀττικοῖς τὸ σφίσιν

αὐτοῖς καὶ σφῶν αὐτῶνκαὶ ἡμῶν αὐτῶν καὶ ὅσα κατὰ ταῦτα. (ῃ. 271 ς.) Ὅτι τὸ «οὔ τις

τῶν, οἳ νῦνβροτοί εἰσιν ἐπιχθόνιοι» σχῆμά ἐστι κατὰ τοὺς παλαιοὺς κλίσις ἢ

μετάληψις.ἔστι δὲ κλίσις ἢ μετάληψις, ὅταν ἡ προτεθεῖσα πτῶσις οὐ φυλάξῃ τὴν

ἑαυτῆςἀκολουθίαν, ἀλλ' εἰς ἑτέραν πτῶσιν μετακλιθείη ἢ μεταληφθείη, οἷον καὶ

τὸ»τούς, ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον» καὶ «τοίην ἀοιδὴν ἐπικλείουσινἄνθρωποι,

ἥ κεν ἀκουόντεσσι νεωτάτη ἐστί». τοιοῦτον, ὡς προερρέθη, καὶ τὸ»μῆνιν ἄειδε

οὐλομένην, ἣ μυρία ἔθηκεν ἄλγεα». ἐν τούτοις γὰρ αἱ αἰτιατικαὶεἰς εὐθείας

μετεκλίθησαν ἢ μετελήφθησαν. ὅμοιον καὶ τὸ «ἄνδρα μοι ἔννεπε, ὃςπολλὰ ἐπλανήθη».

καὶ ὅρα ἑτέραν ταύτην μετάληψιν παρὰ τὴν πρὸ μικροῦῥηθεῖσαν. Ὅτι ἡ τοῦ Νέστορος

ἐνταῦθα δημηγορία τὴν προσωπικὴν αὐτοῦσύστασιν πλείονα ἔχει τῆς ἀξιώσεως καὶ τὸ

πάρεργον πλεῖον αὐτοῦ τοῦ ἐργώδουςπράγματος καὶ τὸ προοίμιον ὑπὲρ τὸν ἀγῶνα καί,

ὡς ἄν τις εἴποι, τὴν κεφαλὴντοῦ λόγου μείζω τοῦ λοιποῦ σώματος. τὸ μὲν γὰρ πρᾶγμα

ἐν μόνοις δέκα ἔπεσιδιείληπται, ὁ δὲ τοῦ Νέστορος ἔπαινος καὶ ἡ ἱστορικὴ παρεμπλοκὴ

ἐν τρισκαίδεκα στίχοις ἐκτέθειται. αἴτιον δὲ τούτου, ὅτι τὸ μὲν πρᾶγμα αὐτόθεν ἔχειτὸ

δυνατὸν καί, ὡς δίκαιον, «οὐ ποικίλων ἑρμηνευμάτων δέεται», τῷ δὲπροσώπῳ χρεία ἦν

μακροτέρας συστάσεως, ὡς ἂν ἀξιωματικῶς καταιδέσῃκαὶ μὴ ἀχρειώσῃ τὴν τοῦ

πράγματος ἰσχὺν τὸ δοκοῦν εὐτελὲς τοῦ προσώπου.(ῃ. 275–84) Γενναία δὲ ἡ τοῦ

Νέστορος ἀξίωσις αὐτοῖς ἐπεξιοῦσα καὶ μόνοιςτοῖς ἀναγκαιοτάτοις διὰ τὸ κατεπεῖγον

καὶ μηδὲν τοῦ καιρίου καὶ ἀληθοῦςπλέον λέγουσα καί πως ἀμφοῖν τοῖν ἀριστέοιν

χαριζομένη δίχα πανουργίας.καὶ γὰρ ἀξιοῖ μήτε τὴν Βρισηΐδα ὑπὸ τοῦ βασιλέως

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

104

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!