18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φύσει «ἵππος μὲν ἀπερεύγεται ἄνδρα, βροτὸς δ' ἀποπέρδεται ἵππον». ὅτι δὲ ἐγένοντο οἱ

Ἱπποκένταυροι καὶ γενναῖοι καὶ δεξιοὶ κελητίζειν καὶὅτι λῃστρικῶς ἔζων, καὶ ἡ τοῦ

Παλαιφάτου ἱστορία φησί. δῆλον δὲ ὅτι Κένταυροι μὲν ἐκλήθησαν, διότι ταύρους

ἀγριανθέντας καὶ πολλὰ περὶ Θετταλίανβλάπτοντας κατεκέντησαν· ἐνομίσθησαν δὲ

σύνθετοι ἐξ ἵππων καὶ ἀνδρῶν,διότι ἁρματηλατεῖν ἀφέντες κελητίζειν ἐπετηδεύσαντο

ἤγουν ἀζεύκτοιςἵπποις ἐποχεῖσθαι καὶ ἁρπάζοντες εἶτα φεύγοντες καὶ κατὰ νώτου

βλεπόμενοι 1.160 ἐφάνταζον τοὺς πολλοὺς ὡς ἐξ ἡμισείας εἰσὶν ἄνθρωποι

ἐγκεκεντρισμένοι ἵπποις.καὶ ἡ φαντασία τὸν μῦθον ἀστείως ἀνέπλασε. λέγονται δὲ περὶ

τὸ Πήλιον ὄροςκαὶ τὴν Οἴτην οἰκεῖν, ἔνθα καὶ ἡ τῶν Εὐρωπαίων Μαγνήτων χώρα ἐστίν.

ὁ δὲμῦθος Ἰξίονος αὐτοὺς γενεαλογεῖ καὶ Νεφέλης, ἀφ' ὧν γενέσθαι τινὰ

Κένταυρον,ἄνδρα θηριώδη καὶ ἀνθρώποις ἀνεπίμικτον, ὃν μιγνύμενον ταῖς Μαγνήτισιν

ἵπποις τὸ τῶν Ἱπποκενταύρων ἀποτελέσαι φῦλον, σύνθετον ἔκ τε μητρὸς ἵππουκαὶ

πατρὸς ἐκείνου δὴ τοῦ Κενταύρου κληθέντος, φασίν, οὕτω, διότι ὁ Ἰξίωνκεντήσας

αὖραν ἤτοι ἀερίαν νεφέλην ἐγέννησεν αὐτὸν ἐξ ἐκείνης, ὡς ὁ μῦθοςἐλήρησεν. ἔοικε δὲ

ὁ ῥηθεὶς Ἰξίων, ὁ καὶ πρῶτος παρὰ τοῖς Ἕλλησιν ἱστορούμενος γενέσθαι φονεύς,

φαντασιοκόπος τις εἶναι καὶ πραγμάτων ἐφιέμενοςὑπὲρ αὐτὸν ὄντων, ὁποίους πολλοὺς

ὁ μακρὸς χρόνος ἤνεγκε. διόπερ ὁ μῦθοςἐρᾶν αὐτὸν λέγει τῆς Ἥρας, ὕψους τινὸς

δηλαδὴ ἡγεμονικοῦ. καὶ γὰρ οἱπαλαιοὶ καὶ εἰς τοιοῦτόν τι, ὡς εἴρηται, τὴν Ἥραν

ἐκλαμβάνονται ζωὴνἩραίαν λέγοντες τὴν βασιλικήν· ἧς διεκπεσὼν ὁ Ἰξίων ἐμίγη,

φασί, νεφέλῃ, σκιᾷ τινι δηλαδὴ καὶ φαντάσματι τῆς φιλουμένης ὑψηλῆς ζωῆς καὶ

εἰδώλῳ τοῦποθουμένου, καὶ ἀπέτεκε Κενταύρους ἀνυποστάτους δηλονότι ἐννοίας καὶ

ἃςοὐκ οἶδε φύσις τελεσφορεῖν. οὐδὲν γάρ ἐστιν ὁ Ἱπποκένταυρος, ὥσπερ οὐδ'

ὁτραγέλαφος. Περὶ δὲ τοῦ «ὀρεσκῴοισι» γέγραπται εἰς τὴν Ὀδύσσειαν ἐν

τῷ»Λακεδαίμονα κητώεσσαν». ἐνταῦθα δὲ τοῦτο μόνον ῥητέον, ὅτι ἀπὸ τοῦ κείωτὸ

κεῖμαι γίνεται κοῖος καὶ ἐκτάσει κῷος, ὡς πατροῖος πατρῷος· ὅθεν καὶ ὀρεσκῷοι θῆρες

οἱ ἐν ὄρεσι κείοντες, ὅ ἐστι κείμενοι καὶ διάγοντες· ἢ ἀπὸ τοῦ κῶτὸ κεῖμαι κατὰ

πρόσληψιν συλλαβῆς κῶος καὶ ὀρεσκῶος, ὥσπερ καὶ κώμη ἀπὸτοῦ κῶ γίνεται

προσλαβόντος τὴν ˉμˉη συλλαβὴν ὁμοίως τῷ ῥῶ ῥώμη, βρῶβρώμη, τρῶ τρώμη ἡ

τρῶσις, γνῶ γνώμη. [Ἀρέσκει δὲ τοῖς παλαιοῖς ἡ πρώτηἐτυμολογία, δι' ἧς καὶ ἡ

προσγραφὴ τοῦ ˉι βοηθεῖται ἐν τῷ ὀρεσκῷος, οὗ τὸἀνάλογον κατὰ τὸ Ἀχελῷος καὶ

ἀθῷος. Ὅτι οὐκ ἀρκετὸν μάχεσθαί τινα, εἰ μὴ καὶ νικήσει· οὕτω γὰρ κράτιστος ὁ

τοιοῦτος. διὸ εἰπὼν ἐπαινετικῶς Ὅμηρος,ὡς κάρτιστοι καρτίστοις ἐμάχοντο, ἐπάγει

«καὶ ἐκπάγλως ἀπώλεσαν». Ἔστιδὲ ἐκπάγλως τὸ ὡς ἂν ἐκπλαγείη τις, οὗ πρὸς

ὁμοιότητα ἑρμηνεύεται καὶ ὁ 1.161 ἐκπαγλότατος. (ῃ. 269) Ὅτι ὃ φθάσας εἶπεν ὡμίλησα

ἐν τῷ «καὶ ἀρείοσιν ἠέπερἡμῖν ὡμίλησα» τοῦτο ἄλλως φράζει ἐν τῷ «τοῖσιν ἐγὼ

μεθομίλεον».] (ῃ. 270)Ὅτι ἀπίαν γῆν ἐνταῦθα νοητέον ἢ τὴν ἀλλοδαπὴν καὶ μακρὰν ἐκ

τοῦ ἄπο ἤ, ὡςκαὶ Σοφοκλῆς λέγει, τὴν Πελοποννησίαν ἀπὸ Ἄπιδος, περὶ οὗ ἐν τοῖς εἰς

τὸν Περιηγητὴν εἴρηται, ὅπου Ἀπιδανεῖς ἐκεῖνος τοὺς Ἀρκάδας καλεῖ. δῆλον δὲὅτι

Πελοποννήσιος ὁ Νέστωρ ὡς Πύλιος· ἐντὸς γὰρ Πελοποννήσου ἡ Πύλος.εὑρεθήσεται δέ

που παρ' Ὁμήρῳ ἀπία γῆ μὴ δυναμένη εἰς Πελοποννησίαν λαμβάνεσθαι. (ῃ. 267–70) Ὅτι

δύο ἄδηλα ἐνταῦθα δι' ἑνὸς δήλου ἔδειξεν ὁ ῥήτωρ Νέστωρ πιστούμενος τὸ μὲν αὐτὸν

ἄριστον εἶναι τῇ συνέσει διὰ τῶν κρατίστων Λαπιθῶν, οἳ αὐτῷ ἐπείθοντο

συμβουλεύοντι, τὸ δὲ αὐτοὺς κρατίστους εἶναι διὰτῶν Κενταύρων, οὓς ἀριδήλως

κρατίστους ὄντας οἱ Λαπίθαι κατηγωνίσαντο.ἐν τούτοις δὲ καὶ ἀπὸ τοῦ μείζονος ὁ

Νέστωρ ἐπιχειρεῖ αὐξάνων καὶ συνιστῶνἑαυτόν. κράτιστοι μὲν γὰρ οἱ Λαπίθαι τῶν ἄρτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

103

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!