18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κατὰ τὸν Γεωγράφον μάχην συγκροτήσαντεςκατεπολέμησαν. ἕτεροι δέ φασιν, ὅτι ὁ

Πειρίθους Ἀθηναῖος μὲν ἦν ἀνήρ,Ἰξίονος υἱὸς ἐν Θετταλίᾳ βασιλεύσαντος· ἀπὸ δὲ τοῦ

περιθέειν οὕτως ὠνόμασται οἱονεὶ ὁ περιττὸς εἰς τὸ θέειν. ὁ δὲ μῦθός φησι τὸν ∆ία

ὁμοιωθένταἵππῳ περιθέειν τὴν αὐτοῦ μητέρα πειρῶντα κἀντεῦθεν αὐτὸν κληθῆναι

Περίθοονκαὶ πλεονασμῷ τοῦ ˉι Πειρίθοον. [Ὅτι δὲ ∆ῖα ἐκαλεῖτο ἡ τοῦ Πειριθόου

μήτηρκαὶ ὅτι, ὡς Πάνθοος Πάνθους, οὕτω Πειρίθοος Πειρίθους, καὶ ὅτι ἐν τῷ Περίθοος

ἡμάρτηται ἡ περὶ πρόθεσις προσλαβοῦσα τὸ ˉι καὶ ποιήσασα τὸ Πειρίθοος ἐκ

πλεονασμοῦ ἀσυνήθους καὶ ὡς οἱ ∆ωριεῖς τρέποντες τὴν ˉεˉιδίφθογγον εἰς τὸ ˉη καὶ

ὥσπερ πλείων πλήων καὶ μείων μήων, οὕτω καὶ τὸ διὰδιφθόγγου Πειρίθοος διὰ τοῦ ἦτα

γράφοντες Πηρίθοος πταίουσι, δηλοῦσιν οἱπαλαιοὶ λέγοντες ὡς οὐδέποτε τὴν ˉεˉι

δίφθογγον τὴν ἔχουσαν ἐκ πλεονασμοῦ τὸˉι εἰς ˉη τρέπουσι. τὸ γάρ τοι ξένος ξεῖνος οὐ

γράφουσι ξῆνος διὰ τοῦ ˉη. καὶοὕτω μὲν ταῦτα.] (ῃ. 264) Τὸν δὲ Καινέα λόγος κάλλος τε

περιττὸν ἔχειν καὶἀνδρεῖον εἶναι καὶ ἄτρωτον διαμεῖναι μέχρι πέρατος τοῦ ζῆν, καθὰ

καὶ ὁ Τελαμώνιος Αἴας παρ' Ὁμήρῳ φαίνεται. ὁ δὲ μῦθος φύσει ἄτρωτον αὐτὸν εἶναί

φησι πλάττων καί, ὅτι παρθένος εὐπρεπής ποτε γεγόνοι καὶ Ποσειδῶνοςαὐτῇ μιγέντος

αἰτησαμένη ἀνὴρ γενέσθαι καὶ ἄτρωτος μεῖναι, ὧν ἤθελεν, ἔτυχε.λέγεται δὲ καὶ

ὑπερφρονῆσαι. ἀκόντιον γάρ, φασίν, ἐν ἀγορᾷ μέσῃ πήξας εἰςὀρθὸν θεὸν τοῦτο

προσέταξεν ἀριθμεῖν. ὅθεν ἡ ∆ίκη ποινὴν αὐτὸν ἀσεβείαςεἰσπραττομένη πεποίηκεν ὑπὸ

τοῖς Κενταύροις, οἳ δρυσί τε καὶ ἐλάταιςαὐτὸν εἰς γῆν ἤρεισαν ἄρρηκτον καὶ ἄκαμπτον

δύντα ὑπὸ γῆν «θεινόμενονστιβαραῖς καταΐγδην ἐλάταις», ὥς φησιν Ἀπολλώνιος. [εἴη

δ' ἂν ταὐτὸν Καινέα εἰπεῖν καὶ νικητὴν κατὰ τὸ «καίνυτο φῦλ' ἀνθρώπων» ἤγουν ἐνίκα

τοὺςτότε ἀνθρώπους.] Ὅτι ὡς τὸ Ὀϊλεύς Ἰλεὺς εὕρηται παρά τε Ἡσιόδῳ 1.159 καὶ

ἄλλοις ἀφαιρέσει τῆς ἀρχούσης, οὕτω καὶ ὁ παρ' Ὁμήρῳ Ἐξάδιος παρά τισι τῶν

νεωτέρων Ξάδιος εὕρηται δίχα τοῦ κατάρχοντος ˉε κατὰ τοὺς παλαιούς, οἵφασι καὶ ὅτι

ὤφειλε δασύνεσθαι ἡ ἄρχουσα, εἰ καὶ ἡ Ὁμηρικὴ συναλιφὴψιλοῦσθαι δηλοῖ αὐτό. (ῃ.

266 ς.) Ὅτι ἐπαναλήψει πρώτῃ ἐνταῦθα χρᾶταιὁ ποιητὴς εἰπών· «Κάρτιστοι δὴ κεῖνοι»

καὶ ἐπαγαγών· «κάρτιστοι μὲνἔσαν». ἐνταῦθα δὲ καὶ ἐπιμονὴν ἐποίησε διὰ τὸ ἔνδοξον

τῶν προσώπων. τῇγὰρ λέξει τοῦ κράτιστοι ἐπέμεινε τρὶς αὐτὸ εἰπὼν ἐν δυσὶ στίχοις διὰ

τὸ μὴἔχειν καιριωτέραν λέξιν εἰπεῖν. ὥστε οὐκ ἄν τις θαυμάσοι, ἐὰν

ταὐτοσημάντουςλέξεις ἐκ παραλλήλου λέγῃ, ὅσγε καὶ τὴν αὐτὴν ἀπαραποιήτως λέξιν

πολλάκιςτίθησι ταὐτολογεῖν οὐκ ὀκνῶν. ἔφη γάρ· «κάρτιστοι ἐκεῖνοι ἐπιχθονίων

ἀνδρῶν.κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο»· οὐ μὴν ἀνδράσι κατ' αὐτοὺςἀλλὰ

θηρσίν, ὡς ῥηθήσεται αὐτίκα. κάρτιστοι δὲ ἢ παρὰ τὸ κάρτα, ὃ δηλοῖ τὸλίαν, ἢ μάλιστα

ἐκ τοῦ κράτος κατὰ μετάθεσιν ὡς «βράδιστοι ἵπποι», βάρδιστοι.κράτιστοι δὲ οἱ

ἀνδρειότατοι καὶ νικηταί. τοιοῦτον δέ τι καὶ ὁ καρτερός, ὡςδηλοῖ παρὰ Ἀρριανῷ τὸ

«Θηβαίων ἐγένετο καρτερός» ἤγουν περιεγένετο τῶν Θηβαίων καὶ αὐτόχρημα εἰπεῖν

ἐκράτησεν. (ῃ. 268) Ὅτι φῆρας ὀρεσκῴους τοὺςΚενταύρους φησὶ τουτέστι θῆρας

ὀρειφοίτας. Αἰολικὴ δὲ λέξις κατὰ τοὺςπαλαιοὺς τὸ φῆρες ἀντὶ τοῦ θῆρες ὡς τῶν

Αἰολέων οὕτω λεγόντων. ἰστέον δὲὅτι ἡ τοῦ ˉθ μετάληψις εἰς τὸ ˉφ καὶ Ἀττικῆς ποτε

διαλέκτου ἐστίν. ἐκεῖνοι γὰρτὸ θλᾶν φλᾶν λέγουσι. τὸ μέντοι φλίψεται τὸ ἐν Ὀδυσσείᾳ

καὶ τὸ παρὰ Θεοκρίτῳἐν Ἀδωνιαζούσαις Αἰολικὸν καὶ αὐτό. τινὲς δὲ τοὺς Κενταύρους

φῆράς φασικατὰ λέξιν σύνθετον ἐπιθετικῶς οἱονεὶ φυῆρας, τοὺς ἐκ δύο φυῶν

ἡρμοσμένους,ὅ ἐστι διφυεῖς, τὸ μὲν κάτω ἵππους ὄντας ἄχρι καὶ εἰς αὐχένα, τὸ

δὲἐντεῦθεν ἀνθρώπους καὶ τὸ ὅλον εἰπεῖν ἵππους τε ὄντας ἀκεφάλους καὶ ἀνθρώπους

ἄποδας. ὅθεν καὶ τὸ ἀστεῖον ἐκεῖνο εἴρηται, ὅτι δηλαδὴ ἐν τῇ τῶν Ἱπποκενταύρων

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

102

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!