18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὁ ποιητὴς εὐθὺς ἑρμηνεύει, ἐπείθοντο μύθῳ. ἐνεστὼς δὲ τοῦξύνιον ἄχρηστος τὸ ξυνίω,

οὗ παράγωγον τὸ ξυνίημι.] (ῃ. 260) Τὸ δὲ ἤδη κατὰτοὺς παλαιοὺς τοῖς τρισὶ χρόνοις

συνεπιμερίζεται, τῷ παρῳχημένῳ, ὡςἐνταῦθα ἐν τῷ «ἤδη γάρ ποτ' ἐγώ» καὶ «τῷ δ' ἤδη

δύο γενεαὶ ἔφθιντο». τῷἐνεστῶτι, ὡς τὸ «ἤδη γάρ μοι εἰκοστὸν ἔτος ἐστί». καὶ τῷ

μέλλοντι, εἰ καὶδοκεῖ ὁ Λουκιανὸς εἰς τοῦτο ἀπαρέσκεσθαι, ὡς τὸ «ἤδη λοίγια ἔργα

τάδ'ἔσεται». εἰ δέ τινες τοῦτο ἄλλως γράφουσιν «ἦ δὴ λοίγια ἔργα ἔσται» ἀντὶ τοῦ 1.157

ὄντως δή, εὑρεθήσονται εἰς τοῦτο χρήσεις ἐν τοῖς ἑξῆς ἕτεραι. Τὸ δέ «ἠέπερἡμῖν»

κάλλιον τοῦ «ἠέπερ ὑμῖν». τοῦτο μὲν γὰρ πάνυ βαρύ, ὡς μόνων τῶν δύοἀριστέων

τραχέως καταφερόμενον· τὸ δὲ ἡμῖν πάντως λεῖον καὶ ἀνεπαχθέστερον διὰ τὸ

κοινότερον. ἔστι γάρ πως τὸ ἡμῖν ὅμοιον τῷ «οἳ νῦν βροτοί ἐσμεν».(ῃ. 261) Τὸ δὲ

ἀθερίζειν δηλοῖ μὲν τὸ ἀπορριπτεῖν καὶ ἐξουθενοῦν καὶ μετήνεκταιἀπὸ τῶν ἀθέρων–ἡ

δὲ χρῆσις τοῦ ἀθέρος παρὰ Αἰλιανῷ ἐν τῷ Περὶ προνοίας–ἄχρηστοι δὲ οἱ ἀθέρες εἰς

καρπὸν συγκομιζόμενοι. εἰσὶ δὲ στάχυες ἀγεννεῖς,ἐφ' οἷς αἱ σταχυηλόγοι πονοῦνται, οὓς

οὐκ ἀξιοῖ θερίζειν ὁ γεωργός. ὅτε δὲ ὁποιητὴς ἐν τοῖς ἑξῆς ἀνθερίκων μνησθῇ, φυτόν τί

ἐστιν ὁ ἀνθέριξ, ὃς καὶἀνθέρικος λέγεται, οὗ ὁ τύπος κατὰ τὸ ὁ κῆρυξ καὶ ὁ κήρυκος.

Ἰστέον δὲ ὅτι ἐκτοῦ ἀθερίζειν καὶ ἰχθὺς ἡ ἀθερῖνα ἔοικε λέγεσθαι. ἀθερίζεται γάρ πως

καὶ αὐτὴδιὰ τὸ εὐτελές. διὸ καὶ «ἀτυχὲς ἰχθύδιον» ἐν τοῖς τοῦ Ἀθηναίου

εὕρηταιλεγομένη. (ῃ. 262) Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν τῷ «οὐ γάρ πω τοίους

ἄνδραςἴδον» τὸν παρῳχημένον χρόνον λέγει· ἐν δὲ τῷ «οὐδὲ ἴδωμαι» τὸν μέλλοντα.τὸν

δὲ ἐνεστῶτα τὸ «οὐδὲ νῦν ὁρῶ» τέως μὲν σιωπᾷ, ἵνα μὴ πάνυ λυπήσῃ τοὺςἀκροατάς·

προϊὼν δὲ σαφέστατα λέγει πως καὶ αὐτὸν ἐν τῷ «οὔ τις ἐκείνοιςμαχέοιτο τῶν νῦν

ἀνθρώπων». Τὸ δέ «κείνοις οὔ τις ἂν ἐρίζοι τῶν νῦν» ἀναμφήριστον ὑπεροχὴν δηλοῖ.

ὅμοιον τούτῳ καὶ τὸ «ἐκείνοις οὐδ' ἂν ἔργα ἀραχνάωνἐρίσειαν». ἀνόμοιον δὲ πρὸς

ταῦτα ἐν τοῖς ἑξῆς τὸ «Νέστωρ οἶος ἔριζεν».(ῃ. 259) [Ἰστέον δὲ ὅτι τὸ ἐστόν ἤγουν

ὑπάρχετον δεύτερον δυϊκὸν ὀξύνεται μὲνἀκολούθως τῷ εἰμί ἐσσί καὶ τοῖς ἑξῆς ἕως τοῦ

τρίτου τῶν πληθυντικῶν. ἔχειδὲ τὸ σίγμα ἐν τῇ παραληγούσῃ ποιητικῶς τε καὶ ἄλλως

Ἀττικῶς ἐξ ἀφορμῆςτοῦ ἐσσί καὶ ἐστί καὶ ἐσμέν καὶ ἑξῆς. καὶ καινὸν οὐδέν, εἴγε καὶ τὸ

ἤτην ἤγουνὑπηρχέτην μετὰ τοῦ σίγμα ἐστὶν ἐν τῷ «ἀδελφὼ ἤστην» ἤγουν ἀδελφοὶ

ὑπῆρχον.](ῃ. 262–5) Ὅτι βουλομένῳ τῷ ποιητῇ μὴ μόνοις ἐμμένειν τοῖς Τρωϊκοῖς,ἀλλά

που καὶ ἑτέραις προγενεστέραις ἱστορίαις παραρτύειν τὴν ποίησιν,χρησιμεύει καὶ ὁ

Νέστωρ εἰς τοῦτο χορηγὸς παλαιῶν ἱστοριῶν ἐν πολλοῖςγινόμενος. ἡ δὲ μέθοδος ὡς ἐπὶ

πολὺ τῆς τῶν ἱστοριῶν παρενθέσεως τοιαύτη.ὁ γέρων οὗτος οὐκ ἔχων ἔργοις

διεκφαίνεσθαι κατὰ τὸν Τρωϊκὸν πόλεμον διὰ τὸβαθὺ γῆρας συνιστᾷ ἑαυτὸν ἄλλως, οἷς

πάλαι ποτὲ ἠνδραγαθήσατο καὶ μέμνηταιπράξεων ἑαυτοῦ, ἃς ἐν νεότητι κατειργάσατο,

ὡς ἂν ὁ νῦν ἀχρεῖον αὐτὸνβλέπων εἰς πόλεμον καὶ μηδέν τι μέγα περὶ αὐτοῦ

λογιζόμενος ἐπιστρέφηταιτοῖς διηγήμασι καὶ τῷ καταλόγῳ τῶν ἀριστέων ἐντάττῃ καὶ

τὸν πάλαι ποτὲ 1.158 τοιοῦτον γενόμενον. τοιοῦτος οὖν ὁ Νέστωρ ὢν πολλαχοῦ

περιαυτολογεῖ καὶκατατείνων ἑαυτοῦ ἐγκώμια καὶ ἀριστείας μέμνηται καὶ προσώπων

ἀξίωνλόγου καὶ οὕτω τοῖς Τρωϊκοῖς παρεμπλέκει πολλὰ τῶν ἐν τῇ Ἑλλάδι

ἱστορουμένων γενέσθαι, οἷς αὐτὸς ὁ γέρων παρεῖναί ποτέ φησιν, ὥσπερ δὴ καὶ

ἐνταῦθατόν τε Πειρίθοον καὶ τὸν Ἐξάδιον παρεισοδιάζει καὶ τὸν Καινέα καί τινα

Πολύφημον ὁμώνυμον τῷ ἐν Ὀδυσσείᾳ Πολυφήμῳ Κύκλωπι καὶ ἄλλους αὐτούς τε

ἱστορῶν κρατίστους γενομένους ἐπιχθονίων ἀνδρῶν καὶ κρατίστοιςμαχομένους τοῖς

Κενταύροις δηλαδή. Λαπίθαι δὲ ἦσαν οὗτοι, ὅ τε Πειρίθοοςκαὶ οἱ περὶ αὐτόν, γένος

Θετταλικὸν εὐγενείᾳ τε καὶ ἀνδρίᾳ ἐπίσημον, οἳ τοῖςἹπποκενταύροις, ἀγρίῳ τινὶ φύλῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

101

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!