18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

βένθεσιν ἁλός», τὸ δὲ Ἀχαιΐδα ἐντελῶς ἔχει,καθὰ καὶ τὸ Ἀχαιϊκός. τὸ δέ γε Ἀχαΐδα καὶ

Ἀχαϊκόν, ὥσπερ καὶ τὸ Ἀχαΐαπαρὰ τοῖς ὕστερον ἀπέλευσιν ἔπαθε τοῦ ˉι κατὰ

ἀκολουθίαν Αἰολέων, οἵ, ὡς καὶπροεδηλώθη, ἀποβάλλουσιν αὐτὸ καὶ ἐν τῷ Ἀχαιός, ὡς

καὶ ἐν τῷ παλαιός.] Τὸ δὲ ἱκάνω ἀεὶ παρὰ τῷ ποιητῇ ἐκτείνει τὴν παραλήγουσαν. Τὸ δέ

γεἱκανώτατος ἀπὸ τοῦ ἱκάνω γενόμενον ἀμφιβόλως ἔσχεν, εἴτε διὰ τοῦ ˉω

μεγάλουγραφήσεται, ὅπερ καὶ μάλιστα τοῖς πλείοσιν ἔδοξεν, εἴτε καὶ διὰ τοῦ ˉο

μικροῦ.ἐζυγομάχησαν γὰρ καὶ εἰς τοῦτό τινες. Ὅρα δὲ τὸ «ἦ μέγα πένθος» τὴν

ἁπλότητατοῦ συνθέτου Μεγαπένθους, ὃς τῷ Μενελάῳ υἱὸς ἐτέχθη μετὰ τὴν

Ἑλένηςἁρπαγὴν ἐξ ἑτέρας ἐν καιρῷ μεγάλου πένθους, οὐ τοῦ νῦν μέντοι λεγομένου ὑπὸ

Νέστορος, ἀλλὰ τοῦ κοινοῦ. τὸ δέ «ἦ μέγα πένθος» παραφράζων ἑτέρωθίφησιν «ἦ κε

μέγ' οἰμώξειε γέρων» καὶ ἑξῆς. (ῃ. 258) Ὅτι τελείων ἀνθρώπωνἔπαινος τὸ «οἳ περὶ μὲν

βουλῇ ∆αναῶν, περὶ δ' ἐστὲ μάχεσθαι». αὐξάνων δέ τιςπου τὸ ἐγκώμιον ἀντὶ τοῦ

∆αναῶν πάντων ἐρεῖ ἢ ἄλλο τι τοιοῦτον· παραφράσαςδὲ αὐτό, εἰ βούλεται, μεταγάγῃ ἐκ

τῆς ποιητικῆς στρυφνότητος εἰς τοιαύτην τινὰσαφήνειαν· οἳ περίεστε μὲν πάντων τῇ

βουλῇ περίεστε δὲ καὶ τῇ κατὰ πόλεμονδεξιότητι. οἰκεῖος δὲ ὁ λόγος ἐπὶ ἀνδρῶν

ἀνδρείων τε καὶ συνετῶν· ἁρμόσει δέποτε καὶ ἐπὶ ἑνὸς διὰ παραφράσεως, οἷον, ὡς

βουλῇ τε καὶ μάχῃ πάντωνπερίεστιν. ὧν μάλιστα χρεία τοῖς ἐν πολέμῳ. διὸ καὶ ἐν τοῖς

ἑξῆς Ἄρην καὶἈθηνᾶν ὁ ποιητὴς ἐρεῖ τῇ μάχῃ ἐνδημεῖν, ὧν Ἄρης μὲν μάχης, Ἀθηνᾶ δὲ

βουλῆς ἐπιστατεῖ. Ἰστέον δὲ ὅτι τὸ περιεῖναι ποτὲ μὲν τὸ ὑπερέχειν δηλοῖ

καὶπεριττότερον εἶναι, ὡς ὅτε τις εἴποι, ὅτι ὁ δεῖνα περίεστι τοῦ δεῖνος· –ὥσπερκαὶ

ἐνταῦθα ὁ Ἀχιλλεὺς καὶ ὁ Ἀγαμέμνων περιεῖναι λέγονται πάντων ἔν τε βουλῇ καὶ

μάχῃ–ποτὲ δὲ τὸ περιεῖναι λέγεται ἐπὶ περιουσιασμοῦ τοῦ ἐν τῷβίῳ, ὡς ὅτε τις εἴποι, ὡς

πολλὰ μὲν κεκοπίακα, οὐδὲν δέ μοι περίεστιν ἀντὶ τοῦ 1.156 ἐκ περισσοῦ κεῖται, ἐξ οὗ

καὶ ἡ περιουσία λαμβάνεται. δηλοῖ δὲ τὸ περιεῖναιπολλάκις καὶ τὸ ἁπλῶς ζῆν. οὕτω γὰρ

περιεῖναί τις τῷ βίῳ λέγεται. Ἰστέον δὲὅτι διδάσκει ὁ ποιητὴς καὶ ἐνταῦθα, ὡς ψεύσεταί

ποτε κατὰ καιρὸν ὁ σπουδαῖος,καθάπερ ὁ Νέστωρ ἐνταῦθα. οὐ γὰρ ἀληθεύει λέγων, ὅτι

ἔν τε βουλῇ καὶ μάχῃπερίεισιν οἱ ῥηθέντες βασιλεῖς. Ἀχιλλεὺς μὲν γὰρ πάντων τῇ μάχῃ

περίεστιν,οὐ μὴν δὲ καὶ ὁ Ἀγαμέμνων. τῇ μέντοι βουλῇ ἀμφότεροι ἐλαττοῦνται τοῦ τε

Νέστορος τούτου καὶ τοῦ Ὀδυσσέως. ἐψεύσατο οὖν καιρίως ὁ γέρων κολακικώτερον ἐν

δέοντι λαλῶν καὶ μαλθάσσων οὕτω τὴν τῶν ἡρώων σκληρότητα.Ὅρα δὲ καὶ ὅτι ἐν τῷ

«περὶ δ' ἐστὲ μάχεσθαι» συγκροτεῖν ὁ ποιητὴς δοκεῖτοὺς λέγοντας τὰ ἀπαρέμφατα

ῥημάτων εἶναι ὀνόματα. τὸ γὰρ μάχεσθαιδίχα ἄρθρου ληφθὲν ταὐτόν ἐστι τῇ μάχῃ.

λέγει γὰρ ὅτι περίεστε βουλῇ καὶμάχεσθαι ἤγουν τῇ μάχῃ. καὶ ἐν τοῖς ἑξῆς δὲ ὁμοίως,

ὅτε εἴπῃ «προθέουσινὀνείδεα μυθήσασθαι» ἤγουν προτρέχουσιν αἱ ὕβρεις τοῦ εἰπεῖν

ἤτοι τοῦ λόγου.(ῃ. 259 σς.) Ὅτι γέρων πολλάκις τισὶ λόγου ἀξίοις ὁμιλήσας καὶ δι'

αἰδοῦςἀγόμενος, εἶτα δύο τινὰς νεωτέρους ἀλλήλοις καταλλάττων στασιάζονταςεἴποι

ἂν τὸ «ἀλλὰ πίθεσθε· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο». ἀνεπίφθονον γάρφασι γέροντος

ἀκούειν νεωτέρους γηρᾶν προσδοκῶντας. εἰ δὲ πλείους εἶεν οἱεἰρηνευόμενοι, ἀφελὼν

τὸ ἄμφω ἐρεῖ «ἀλλὰ πίθεσθε· νεώτεροι γὰρ μοῦ ἐστε».εἶτα ἐπισυνάψει τὰ ἐφεξῆς «ἤδη

γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ἡμῖν ἀνδράσινὡμίλησα καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον. οὐ

γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲἴδωμαι» οἷον τυχὸν τὸν δεῖνα ἢ τὸν δεῖνα. «κάρτιστοι

δὴ κεῖνοι ἐπιχθονίωντράφεν ἀνδρῶν. κείνοισι δ' ἂν οὔ τις ἐρίζοι, τῶν οἳ νῦν βροτοί

εἰσιν ἐπιχθόνιοι. καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον· καλέσαντο γὰρ αὐτοί· καὶ μέν μευ

βουλέων ξύνιον πίθοντό τε μύθῳ. ἀλλὰ πίθεσθε καὶ ὔμμες· ἐπεὶ πείθεσθαι ἄμεινον».(ῃ.

273) Καὶ ὅρα τὸ ξύνιον γενικῇ συνταχθέν. δηλοῖ δὲ τὸ ξυνίεσαν καὶ ᾐσθάνοντο [καί, ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

100

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!