18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ποίησις πᾶν τὸ παρηλλαγμένον καὶ ξενίζον καὶ ἐξαίρετον καὶ τεράστιον ἢκαὶ τερατῶδες

εἴς τε θεῖον γένος καὶ εἰς θεὸν ἀποκαθιστᾷ. ταὐτὸν δέ ἐστινἐνταῦθα θεὰν εἰπεῖν καὶ

Μοῦσαν· τὸ μὲν παρὰ τὸ θέειν καὶ τὸ τάχος τῆς γνώσεως, τὸ δὲ παρὰ τὸ μῶ, τὸ ζητῶ. καὶ

γὰρ καὶ ζητεῖ ἡ γνῶσις καὶ ἐκ ζητήσεως 1.16 δὲ περιγίνεται, εἴπερ εὐπορίας γνωστικῆς

μήτηρ ἡ ζητητικὴ ἀπορία κατὰ τοὺςσοφούς. ταύτῃ τῇ θεᾷ, τῇ Μούσῃ, τῇ οἰκείᾳ

ἐπιστήμῃ, ἐγκελεύεται ὁ ποιητὴςτὴν Ἀχιλλέως μῆνιν ἀείδειν, ἀνεγείρων οἷον τὴν

οἰκουροῦσαν τέχνην ἢ τὸ φίλονἦτορ κατὰ Πίνδαρον καὶ ἀναρριπίζων τὸ ἐν αὐτῷ τῆς

φιλοσοφίας ζώπυρον.οὗ ἀνάπαλιν Πίνδαρος ποιεῖ ἐν τῷ «Μοῦσα ἀνέηκέ με» ἤγουν

ἀνέπεισεν· οὐγὰρ αὐτὸς Μοῦσαν, ἐκείνη δὲ αὐτὸν ἀνέπεισεν. Ὁμηρικῶς δέ πως καὶ ἡ

λυρικὴ Σαπφὼ σχηματίζουσα τῇ κιθάρᾳ ἐγκελεύεται «ἄγε μοι, δῖα χέλυ,

φωνάεσσαγένοιο». λέγει δέ που καὶ ὁ Κωμικός «ὦ θυμέ, βωμολόχον τι ἔξευρε». τῷ δὲ

Ὁμηρικῷ τούτῳ σχήματι πολλοὶ καὶ ἄλλοι ἐνηγλαΐσαντο. οὐ μόνον γὰρ Ἡσίοδοςἐκ τῆς

τῶν Μουσῶν ἐπικλήσεως ἄρχεται, ἀλλὰ καὶ Ἀντίμαχος Ὁμηρικῷ ζήλῳ φησίν

«ἐννέπετε, Κρονίδαο ∆ιὸς μεγάλοιο θύγατρες». καὶ Πίνδαρος ὁκατὰ τὸ ἐπ' αὐτῷ

πρόγραμμα μουσοποιὸς λέγει «μαντεύεο, Μοῦσα· προφατεύσω δ' ἐγώ». ἀλλὰ καὶ

Στησίχορος ἐν τῷ «δεῦρ' ἄγε, Καλλιόπεια λίγεια».πάντως δὲ καὶ ὁ ποιητὴς τὴν

Καλλιόπην θέλων ἐπικαλέσασθαι οὐκ ἐκφωνεῖαὐτήν, ἀλλὰ σεμνότερον ὀνόματι γενικῷ

τῷ θεά χρῆται καὶ ἀφίησι ζητεῖν τὸνσυνετὸν ἀκροατήν, τίς ἂν εἴη αὕτη, ἐμφήνας μόνον,

ὅτι Μοῦσαν καλεῖ· Μούσηςγὰρ τὸ ἀείδειν. ὥσπερ δὲ ὁ Ὅμηρος γενικῷ μὲν ὀνόματι ζῷον

λογικόν ἐστιν,εἰδικῷ δὲ ἄνθρωπος, οὕτω καὶ ἡ Καλλιόπη γενικῶς μὲν θεὰ λέγεται,

εἰδικῶςδὲ Μοῦσα, ὡς ἐν Ὀδυσσείᾳ. Στησίχορος δὲ τὸ κύριον ἐκφωνεῖ ἐν τῷ «Καλλιόπεια

λίγεια». οὐ μόνον δὲ ὁ θεὰν ἢ Μοῦσαν ἀείδειν ἐπικαλεσάμενος πᾶσαν Μοῦσαν ἐκάλεσε

διὰ τὸ καθολικὸν τῶν τοιούτων λέξεων, ἀλλὰ τρόπον τινὰοὕτω ποιεῖ καὶ ὁ τὴν

Καλλιόπην ἐπικαλούμενος, εἴπερ, ὡς ὁ ποιητής πούφησι «πᾶσαι τὸν Ἀπόλλωνα

ἀμείβονται ὀπὶ καλῇ». ὅθεν ἡ Καλλιόπησύγκειται, τὴν κλῆσιν σύνθετον σχοῦσα ἐκ τῆς

ἐνεργείας πασῶν τῶν Μουσῶνἤγουν τῆς καλῆς ὀπός. [οὕτω δέ πως προκαλοῦνται καὶ οἱ

ἐκ ∆ιὸς εἰπόντεςἄρχεσθαι, εἴγε Ζεὺς μὲν ὁ νοῦς, Μοῦσαι δὲ ἡ κατὰ νοῦν γνῶσις.] Ὅτι δὲ

ἐννέααἱ Μοῦσαι καὶ διὰ τί καὶ ὅτι Μνημοσύνης καὶ ∆ιὸς θυγατέρες καὶ ὅσα ἄλλαπερὶ

τούτων λέγονται, πολλοῖς καὶ πολλαχοῦ εἴρηται. διὸ περίεργον διαληφθῆναι νῦν

ταῦτα. εἴ που δὲ παρεμπέσῃ τόπος, οὐ σιγηθήσεται τὸ καίριον. Σημείωσαιδὲ ὅτι καλῶς ὁ

ποιητὴς καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς δὲ πολλαχοῦ ἐπίστροφονἑαυτοῦ τὴν Μοῦσαν ποιεῖ, ἵνα

ἐμμούσως λαλεῖν δείξῃ καὶ ἐμμελῶς καὶ ἐλλόγως 1.17 κατὰ τὸν ὄντως ἄνθρωπον. κατὰ

γὰρ τὸν εἰπόντα σοφόν «οὓς οὐ προσορῶσιν αἱ Μοῦσαι, τούτους ποτῷ δηλήσατο Κίρκη»

τουτέστι τούτους ἡ θηριώδης ἀλογίαἔβλαψεν. Ἔτι σημείωσαι καὶ ὅτι ὁ μὲν δραστήριος

λόγος ὁ κατὰ τὴν πρακτικὴντὴν ἐμβριθῆ καὶ οἷον εἰπεῖν ἀνδρώδη θεωρούμενος Ἑρμῆς

λέγεται κατὰ προφορὰνἀρρενικήν, [ἵνα ὥσπερ ἰαχὴ πόντου μεγάλη τροπικῶς

ἀρρενοῦται, λεγομένη»κτύπος ἄρσην πόντου», οὕτω καὶ λόγος γενναῖος, ταὐτὸν δ'

εἰπεῖν εὐγενὴςφιλοσοφία φεύγουσα τὸ θηλύφωνον, ἑρμαΐζηται τῇ προφορᾷ.] ᾧ δὴ

Ἑρμῇ καὶχρᾶται ἀγγέλῳ Ζεὺς ὁ νοῦς καὶ ὥσπερ ὑποδρηστῆρι. ὅσον μέντοι τοῦ λόγουμὴ

τοιοῦτον, ἀλλ' οἷον θηλύστολον, τῷ στοχάζεσθαι ὡραϊσμοῦ τὰ πλείω καὶἡδονῆς καὶ

φαιδρότητος καὶ κάλλους, Καλλιόπη Μοῦσα ἢ ὅλως Μοῦσαι τὸτοιοῦτον εἶδος,

θηλυγενῶς ἐκφωνούμεναι καὶ ∆ιὸς μὲν οὖσαι καὶ αὐταί, τῷφιλῳδῷ δὲ Ἀπόλλωνι

μάλιστα μέλουσαι, ὃν καὶ ἀμείβονται ὀπὶ καλῇ [κατὰ τὸ»Φοῖβος ἁγήτωρ μελέων», ὃς

διὰ τοῦτο καὶ Μουσηγέτης λέγεται.] καὶ οὕτωςαὑταῖς ὑπεμφαίνουσαι τὸ πρὸς τὸν Ἑρμῆν

διάφορον, [οὗ τὸ συγγενὲς πρὸς τὰς Μούσας καὶ ἡ μήτηρ αὐτοῦ Μαῖα δηλοῖ. Μοῦσά τε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

10

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!