Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

οὕτως ἔχον τὸ ὑποπόδιον ἀπιόντες τιθέασιν ἔνθα καὶ πρότερον ἔκειτο, παρὰ τὸν πατριαρχικὸν δηλαδὴ θρόνον. ἔπειτα θεατρίζουσι τὸ δρᾶμά τινες θεασάμενοι παρ' ἐλπίδα καὶ ὡς ἀσεβῆ τὸν πατριάρχην διαβάλλουσι πρὸς τὸν βασιλέα. ὁ μὲν δὴ βασιλεὺς τοὺς διαβάλλοντας μεταπεμψάμενος καὶ αὐτοὺς ἀναμφιβόλως εἶναι συλλογισάμενος τοὺς τὸ ἀσεβὲς ἐκεῖνο καὶ ἄθεσμον δρᾶμα συσκευασαμένους εἱρκτῇ παραδίδωσι χαλεπωτάτῃ τε καὶ διηνεκεῖ. ὁ δὲ πατριάρχης δυσχεράνας, ὅτι μὴ πολλῷ μείζονι τούτους παρέδωκε τιμωρίᾳ, τὸν πατριαρχικὸν εὐθὺς παρῃτήσατο θρόνον. (Β.) ∆ύο δὲ μεταξὺ παρεῤῥυηκότων ἐνιαυτῶν εἶτα τὸν πατριαρχικὸν διαδέχεται θρόνον Νίφων, ὁ τῆς Κυζίκου μητροπολίτης, τῷ βασιλικῷ θελήματι τῶν ἀρχιερέων εἰξάντων καὶ μεταστησάντων αὐτὸν ἐκ Κυζίκου πρὸς τὴν τῆς πατριαρχείας περιωπήν. ἦν δὲ ὁ ἀνὴρ πάντη μὲν ἀδαὴς τῆς ἔξω παιδείας, οὐχ ὡς τὰ πολλὰ δὲ, καὶ τῆς θειοτέρας, ὡς μηδ' οἰκείᾳ χειρὶ τὰ τῶν γραμμάτων στοιχεῖα γράφειν εἰδώς. ὅσον γὰρ ἄκρῳ δακτύλῳ ταύτης γευσάμενος ἠρκέσθη τῇ φύσει χρώμενος. σύνεσιν γὰρ πλουτῶν καὶ περίνοιαν φυσικὴν, εἰ καὶ πρὸς γραμμάτων ἀσχολίαν ταύτην ἐκίνει, τοῖς μάλιστα τῶν σοφῶν ἐξητάζετ' ἄν. ἀλλὰ φθάσας τῶν χρημάτων ὁ πόθος καὶ τῆς κοσμικῆς περιφανείας καὶ δόξης τὸ ἀπειρόκαλον ὅλην ἐς ταῦτα τὴν φυσικὴν ἐκείνην ἀπησχόλησε σύνεσιν καὶ περί 1.260 νοιαν, καὶ ὅλην ὥσπερ ἄμπωτις ἐξεῤῥόφησε τὴν νύκτωρ καὶ μεθ' ἡμέραν μελέτην αὐτοῦ. καὶ ἦν ἐμπειρότατος διὰ ταῦτα πρὸς πᾶσαν βιωτικῶν πραγμάτων ἐπιστασίαν, ἔς τε φυτηκομίας δηλαδὴ καὶ ἀμπελώνων ἐργασίας εὐκαίρους καὶ οἴκων παντοίων οἰκοδομὰς καὶ, ἁπλῶς εἰπεῖν, ὅσα τοὺς σιτῶνας καὶ τῶν οἴνων τὰς ἀποθήκας καὶ τὰ βαλάντια ῥήγνυσι, μείζω τῶν ὄντων ἀπαιτοῦντα καθ' ἕκαστον τῶν ἐνιαυτῶν. ἐῶ λέγειν ἐνδυμάτων βλακείαν καὶ ἵππων ἀγερώχων καὶ ὑψαυχένων κτήσεις καὶ τραπέζης ὅσα θωπεύει τὸ σῶμα, καὶ μήτε ὕλης πάχος ἐντίθησι, μήτε τὸ εὔχρουν ἀπαγορεύει. ἐδίδου γὰρ καὶ τῇ γυναικωνίτιδι καιρὸν ἀσχολίας οὐ ῥᾴθυμόν τινα καὶ κατὰ τὸ ἐπίσης ἐνδεχόμενον, ἀλλ' ἀναγκαῖον καὶ, ὡς εἰπεῖν, ἀπαραίτητον. ὁ δὲ τοιοῦτος τρόπος παρέπεισε τοῦτον καὶ τὴν ἐπιτροπὴν καὶ διοίκησιν ὕστερον τῶν γυναικείων πραγμάτων καὶ κτημάτων ὑπελθεῖν, λέγω δὴ τῶν δύο παρθενώνων, τοῦ τε Περτζὲ καλουμένου καὶ Κραταιοῦ, ἵνα ἅμα μὲν ἐκ τῶν προσόδων ἔστιν ἃ σφετερίζηται προφάσει τῶν οἰκοδομημάτων, ἅμα δὲ καὶ συχνοτέραν ἔχῃ ποιεῖσθαι τὴν ἐκεῖσε διατριβὴν μετά τινος γαύρου καὶ χλιδῶντος ἤθους. οὗτος ὁπόσους εὐδοκιμήσει χρωμένους ἑώρα φύσεως ἢ τέχνης ἡστινοσοῦν, ὁπόσαι πρὸς ἀρέσκειαν καὶ κοινῇ τοῖς πᾶσι καὶ ἰδίᾳ τοῖς βασιλεῦσι πεφύκασι, 1.261 φίλος εἶναι σφῶν ὑπεκρίνετο μὲν ἔς γε τὸ φαινόμενον· κρύφα δ' ἤχθετο πᾶσι καὶ βάσκανον ἔτρεφεν ὀφθαλμόν τε καὶ γνώμην κατ' αὐτῶν· καὶ λάθρα προσιὼν ἀεὶ τοῦ βασιλέως ὑπορύττειν οὐκ ὤκνει τὰς ἀκοὰς, ἄλλοτε ἄλλοις λοιδορούμενος παραπλήσιον ποιῶν τῷ ὄφει τῷ Λιβυκῷ. γίνεσθαι γάρ φασι παρὰ τοῖς Λίβυσιν ὄφιν ἐχίδνῃ παρόμοιον, ὃς πολὺν ἐπιχεάμενος ψάμμον, ὡς μὴ θεῷτο τοῖς παριοῦσι, μόνον ἀνεῳγμένον ἔξω που τῆς ψάμμου τὸ στόμα μετὰ τῆς γλώττης ἀφίησι τοῖς παριοῦσιν ἀπροσδόκητον ὄλεθρον. (Γ.) Ἕν τι μόνον ἔδοξε τῷ βασιλεῖ συμβουλεύσειν χρηστὸν καὶ τοῦτο δ' οὐ τὸν οἰκεῖον ἐνδεικνύμενος τρόπον· ἀλλὰ τὴν τοῦ βασιλέως ἐς τοῦτο διάπυρον ξυννενοηκὼς ὁρμὴν συνεργὸς ἔδοξεν ἐς τὸ βούλευμα καὶ αὐτός. συνήργησε γὰρ τῷ τοῦ βασιλέως δόγματι ἐς τὸ δέξασθαι τοὺς Ἀρσενιάτας ἅπαξ τῆς καθολικῆς τοῦ θεοῦ ἐκκλησίας ἀποῤῥαγέντας διὰ κενοδοξίαν, ἵνα μὴ αὐτοί τε τὸν ψυχικὸν κατὰ διαδοχὴν κινδυνεύσωσι θάνατον καὶ ἅμα ἄλλους ἐξαπατῶντες ἐς τὸν αὐτὸν συνελαύνωσιν ὄλεθρον. τοῦ δὴ βασιλέως εἴξαντος ταῖς πατριαρχικαῖς συμβουλαῖς οὑτωσὶ, ἅτ' ἐκ πολλοῦ καὶ αὐτοῦ τουτὶ βουλομένου, συναθροίζονται πολλοὶ πολλαχόθεν ὥσπερ ἐκ πετρῶν καὶ βάτων αὐθήμεροι βλαστάνοντες Γίγαντες, ῥάκη μὲν περικείμενοι διεῤῥωγότα, πλεῖστον δ' ἐν τοῖς τῆς καρδίας μυχοῖς τὸν τῆς κενοδοξίας καλύπτοντες ὄγκον. καὶ δὴ βαρέα τινὰ καὶ τὴν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 92

ἀκοὴν οὐ μετρίως κνίζοντα προβάλλονται τὰ ζητήματα, ἵν' ἐς τοὺς πολλοὺς ἐμφανίσωσι δῆθεν οὐκ 1.262 ἀναιτίως ἑαυτοὺς σχιζομένους. πρῶτον μὲν, ἵνα δηλαδὴ τὸ τοῦ πατριαρχεύσαντος Ἀρσενίου λείψανον ἐκ τῆς τοῦ ἁγίου Ἀνδρέου μονῆς ἐντίμως ἀνειληφότες ἐν τῷ μεγίστῳ τῆς τοῦ θεοῦ Σοφίας νεῷ μεταθῶσι. δεύτερον, ἵνα καθαρτικῷ τινι καθυποβληθῶσιν ἐπιτιμίῳ τὰ γένη τῶν ἱερέων, ἀργίαν δηλονότι τῆς ἱερουργίας ἐφ' ἡμέραις τεσσαράκοντα. τρίτον, ἵνα νηστείαις καὶ γονυκλισίαις ἐπὶ ῥητοῖς καὶ ὁ κοινὸς ἅπας λαὸς καθαρθῶσι· καὶ ἐπὶ τούτοις ἕτερα τῆς ὁμοίας ἀπονοίας ἐχόμενα, ἃ πάντα διὰ τὸ τῆς εἰρήνης καὶ ὁμονοίας καλὸν σπεύσας ὁ βασιλεὺς ἐκπεραίνει. (∆.) Εἶθ' ἑξῆς ὅσοι μὴ ἀξιώμασιν ἀναλόγοις τετίμηνται τῶν ἀπὸ τοῦ σχίσματος ἀθροισθέντων, προστασίαις δηλαδὴ μητροπόλεων, προστασίαις μοναστηρίων, παῤῥησίαις ἐν βασιλείοις, πορισμοῖς προσόδων ἐτησίων, οὗτοι δὴ πάντες μετὰ βραχὺ τῆς τοιαύτης ἀπεῤῥάγησαν ὁμονοίας καί εἰσι ταῖς προτέραις αὖθις ἐμμένοντες ἰδιοτροπίαις καὶ σχίσμασιν. ὁ δὲ πατριάρχης προτραπεὶς παρ' αὐτῶν δὴ τῶν συνελθόντων Ἀρσενιατῶν ἀνῆλθεν ἐπὶ τοῦ ἄμβωνος, ἐνδεδυμένος τὴν ἱερατικὴν στολὴν, καὶ στὰς πρὸ τοῦ λειψάνου τοῦ Ἀρσενίου ἐξεφώνησεν ὡς ἐκ τοῦ Ἀρσενίου δῆθεν συγχώρησιν ἅπαντι τῷ λαῷ. ιʹ. Ἐν τούτοις τοῖς χρόνοις μετὰ τὴν νίκην ἐκείνην θρασυνθέντες ὅσον πλεῖστον ἐξῆν οἱ βάρβαροι μικροῦ πᾶσαν ἐδῄωσάν τε καὶ κάκιστα διέθηκαν τὴν περὶ τὴν Θρᾴκην τῶν Ῥωμαίων χώραν, ὡς μήτε ἀροτριᾷν, μήτε σπείρειν τῶν πόλεων ἐξιόντας δύνασθαι Ῥωμαίους ἐφ' ὅλοις ἔτεσι παρὰ βραχὺ δυσί. καὶ ἦσαν διὰ ταῦτα 1.263 λύπῃ βαθείᾳ καὶ παλαμναιοτάταις φροντίσι τὴν ἑαυτῶν οἱ βασιλεῖς ψυχὴν κατατέμνοντες. τὴν μὲν γὰρ ἀπὸ τῶν Ῥωμαϊκῶν στρατευμάτων βοήθειαν ἀπεγνώκεσαν ἤδη τελέως, ξυνιέντες μὲν ὀψὲ θεομηνίαν τινὰ περὶ τούτοις ἐπιπολάζειν, τὰς δὲ τῆς θεομηνίας αἰτίας οὐκ οἶδ' ὅπως οὐ ξυνιέντες. καὶ ἦν αὐτοῖς ἡ πᾶσα μελέτη μισθοφορικήν τινα προσκαλέσασθαι συμμαχίαν ὁθενδήποτε. καὶ μέντοι καὶ ἐπὶ τούτοις ἐτρίβετο χρόνος οὐ μέτριος, ἀναλογιζομένων τὴν τῶν χρημάτων δαπάνην ἐσομένην μεγάλην καὶ οὐ μάλα τοι φορητὴν τῷ βασιλικῷ ταμιείῳ, χρημάτων εἴπερ ποτὲ νῦν μάλιστα σπανίζοντι διὰ τὴν τῆς χώρας κάκωσιν. ὅμως μέντοι τῆς ἀνάγκης ἠρεμεῖν ἥκιστα συγχωρούσης πέμπει πρὸς τὸν ἐπὶ θυγατρὶ γαμβρὸν, τὸν Κράλην λέγω Σερβίας, ὁ βασιλεὺς Ἀνδρόνικος συμμαχίαν μεταπεμπόμενος. (Β.) Ἀλλὰ πρὶν ἐκείνην ἐκεῖθεν ἀφικέσθαι τὴν συμμαχίαν, ὁ πάντα ποιῶν καὶ μετασκευάζων πρὸς τὸ βέλτιον κύριος διανίστησι πρὸς ἀνδρικόν τινα ζῆλόν τινα τῶν εὐγενῶν τῆς συγκλήτου καὶ κατὰ γένος τῷ βασιλεῖ προσηκόντων, Φιλῆν τὸν Παλαιολόγον, ὃς καὶ τὴν πρωτοστρατορικὴν παρὰ βασιλέως ὕστερον παρειληφὼς ἦν βακτηρίαν. οὗτος οὖν περὶ τὰ βασίλεια διατρίβων ἀεὶ καὶ μάλα τοι πλείστην καρπούμενος τὴν τοῦ βασιλέως εὐμένειαν διὰ τὸ τῆς γνώμης ἀκίβδηλον καὶ διάπυρον πρὸς τὴν βασιλικὴν εὔνοιαν καὶ ἔτι τὸ τοῦ βίου σεμνὸν, ἀδαής τις ἐδόκει καὶ ἄπειρος τὰ πολέμια, ἅτε καὶ τὸ σῶμα κατὰ φύσιν ἔχων ἰσχνὸν καὶ τὰ πλεῖστα νοσηλευόμενον· καὶ μάλισθ' ὅτι καὶ μόναις ταῖς θειοτέραις μελέταις ἦν ἐνδιατρί 1.264 βων καὶ ναοῖς προσεδρεύων ὡς τὰ πολλὰ καὶ πλείστην αἰδῶ τοῖς ἱεροῖς τῶν πραγμάτων παρέχειν ἔργον ποιούμενος. οὗτος γὰρ βαρείαις φροντίσι κάτοχον θεασάμενος τὸν βασιλέα Ἀνδρόνικον ἔπαθε τὴν ψυχήν· καὶ προσελθὼν, "1δός μοι,"2 φησὶν, "1εἰς τὰ τῶν Ῥωμαίων στρατόπεδα παρελθόντι βραχύν τινα στρατὸν ἀπολέξασθαι καὶ λοχαγοὺς καὶ ταξιάρχους, οὓς ἂν αὐτὸς ἐθέλοιμι, καὶ πρὸς τούτοις δαπάνην ἀνενδεῆ τῶν χρειωδῶν τῶν τε ὑποζυγίων καὶ αὐτῶν. αἱ γὰρ πρὸς θεὸν στεῤῥαί μου καὶ ἀῤῥαγεῖς ἐλπίδες τὴν ἐμὴν ὑποτρέχουσαι περιθάλπουσι καρδίαν καί με πείθουσι διϊσχυρίζεσθαι, ὡς ὄψει με τὴν ταχίστην τρόπαια φέροντα κατὰ τουτωνὶ τῶν βαρβάρων."2 (Γ.) Πείθεται τοῖς λεγομένοις ὁ βασιλεὺς ἐπειπὼν, ὡς δίκαια ποιῶν ὁ θεὸς οὐκ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ, οὐδ' ἐν πλήθει ἰσχύος, ὡς αὐτὸς διὰ ∆αβὶδ τοῦ προφήτου φησὶν, ἀλλ' ἐν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 93

ἀκοὴν οὐ μετρίως κνίζοντα προβάλλονται τὰ ζητήματα, ἵν' ἐς τοὺς πολλοὺς

ἐμφανίσωσι δῆθεν οὐκ 1.262 ἀναιτίως ἑαυτοὺς σχιζομένους. πρῶτον μὲν, ἵνα

δηλαδὴ τὸ τοῦ πατριαρχεύσαντος Ἀρσενίου λείψανον ἐκ τῆς τοῦ ἁγίου Ἀνδρέου

μονῆς ἐντίμως ἀνειληφότες ἐν τῷ μεγίστῳ τῆς τοῦ θεοῦ Σοφίας νεῷ μεταθῶσι.

δεύτερον, ἵνα καθαρτικῷ τινι καθυποβληθῶσιν ἐπιτιμίῳ τὰ γένη τῶν ἱερέων, ἀργίαν

δηλονότι τῆς ἱερουργίας ἐφ' ἡμέραις τεσσαράκοντα. τρίτον, ἵνα νηστείαις καὶ

γονυκλισίαις ἐπὶ ῥητοῖς καὶ ὁ κοινὸς ἅπας λαὸς καθαρθῶσι· καὶ ἐπὶ τούτοις ἕτερα τῆς

ὁμοίας ἀπονοίας ἐχόμενα, ἃ πάντα διὰ τὸ τῆς εἰρήνης καὶ ὁμονοίας καλὸν σπεύσας ὁ

βασιλεὺς ἐκπεραίνει. (∆.) Εἶθ' ἑξῆς ὅσοι μὴ ἀξιώμασιν ἀναλόγοις τετίμηνται τῶν ἀπὸ

τοῦ σχίσματος ἀθροισθέντων, προστασίαις δηλαδὴ μητροπόλεων, προστασίαις

μοναστηρίων, παῤῥησίαις ἐν βασιλείοις, πορισμοῖς προσόδων ἐτησίων, οὗτοι δὴ

πάντες μετὰ βραχὺ τῆς τοιαύτης ἀπεῤῥάγησαν ὁμονοίας καί εἰσι ταῖς προτέραις

αὖθις ἐμμένοντες ἰδιοτροπίαις καὶ σχίσμασιν. ὁ δὲ πατριάρχης προτραπεὶς παρ'

αὐτῶν δὴ τῶν συνελθόντων Ἀρσενιατῶν ἀνῆλθεν ἐπὶ τοῦ ἄμβωνος, ἐνδεδυμένος

τὴν ἱερατικὴν στολὴν, καὶ στὰς πρὸ τοῦ λειψάνου τοῦ Ἀρσενίου ἐξεφώνησεν ὡς ἐκ

τοῦ Ἀρσενίου δῆθεν συγχώρησιν ἅπαντι τῷ λαῷ. ιʹ. Ἐν τούτοις τοῖς χρόνοις μετὰ

τὴν νίκην ἐκείνην θρασυνθέντες ὅσον πλεῖστον ἐξῆν οἱ βάρβαροι μικροῦ πᾶσαν

ἐδῄωσάν τε καὶ κάκιστα διέθηκαν τὴν περὶ τὴν Θρᾴκην τῶν Ῥωμαίων χώραν, ὡς

μήτε ἀροτριᾷν, μήτε σπείρειν τῶν πόλεων ἐξιόντας δύνασθαι Ῥωμαίους ἐφ' ὅλοις

ἔτεσι παρὰ βραχὺ δυσί. καὶ ἦσαν διὰ ταῦτα 1.263 λύπῃ βαθείᾳ καὶ παλαμναιοτάταις

φροντίσι τὴν ἑαυτῶν οἱ βασιλεῖς ψυχὴν κατατέμνοντες. τὴν μὲν γὰρ ἀπὸ τῶν

Ῥωμαϊκῶν στρατευμάτων βοήθειαν ἀπεγνώκεσαν ἤδη τελέως, ξυνιέντες μὲν ὀψὲ

θεομηνίαν τινὰ περὶ τούτοις ἐπιπολάζειν, τὰς δὲ τῆς θεομηνίας αἰτίας οὐκ οἶδ' ὅπως

οὐ ξυνιέντες. καὶ ἦν αὐτοῖς ἡ πᾶσα μελέτη μισθοφορικήν τινα προσκαλέσασθαι

συμμαχίαν ὁθενδήποτε. καὶ μέντοι καὶ ἐπὶ τούτοις ἐτρίβετο χρόνος οὐ μέτριος,

ἀναλογιζομένων τὴν τῶν χρημάτων δαπάνην ἐσομένην μεγάλην καὶ οὐ μάλα τοι

φορητὴν τῷ βασιλικῷ ταμιείῳ, χρημάτων εἴπερ ποτὲ νῦν μάλιστα σπανίζοντι διὰ

τὴν τῆς χώρας κάκωσιν. ὅμως μέντοι τῆς ἀνάγκης ἠρεμεῖν ἥκιστα συγχωρούσης

πέμπει πρὸς τὸν ἐπὶ θυγατρὶ γαμβρὸν, τὸν Κράλην λέγω Σερβίας, ὁ βασιλεὺς

Ἀνδρόνικος συμμαχίαν μεταπεμπόμενος. (Β.) Ἀλλὰ πρὶν ἐκείνην ἐκεῖθεν ἀφικέσθαι

τὴν συμμαχίαν, ὁ πάντα ποιῶν καὶ μετασκευάζων πρὸς τὸ βέλτιον κύριος διανίστησι

πρὸς ἀνδρικόν τινα ζῆλόν τινα τῶν εὐγενῶν τῆς συγκλήτου καὶ κατὰ γένος τῷ

βασιλεῖ προσηκόντων, Φιλῆν τὸν Παλαιολόγον, ὃς καὶ τὴν πρωτοστρατορικὴν παρὰ

βασιλέως ὕστερον παρειληφὼς ἦν βακτηρίαν. οὗτος οὖν περὶ τὰ βασίλεια διατρίβων

ἀεὶ καὶ μάλα τοι πλείστην καρπούμενος τὴν τοῦ βασιλέως εὐμένειαν διὰ τὸ τῆς

γνώμης ἀκίβδηλον καὶ διάπυρον πρὸς τὴν βασιλικὴν εὔνοιαν καὶ ἔτι τὸ τοῦ βίου

σεμνὸν, ἀδαής τις ἐδόκει καὶ ἄπειρος τὰ πολέμια, ἅτε καὶ τὸ σῶμα κατὰ φύσιν ἔχων

ἰσχνὸν καὶ τὰ πλεῖστα νοσηλευόμενον· καὶ μάλισθ' ὅτι καὶ μόναις ταῖς θειοτέραις

μελέταις ἦν ἐνδιατρί 1.264 βων καὶ ναοῖς προσεδρεύων ὡς τὰ πολλὰ καὶ πλείστην

αἰδῶ τοῖς ἱεροῖς τῶν πραγμάτων παρέχειν ἔργον ποιούμενος. οὗτος γὰρ βαρείαις

φροντίσι κάτοχον θεασάμενος τὸν βασιλέα Ἀνδρόνικον ἔπαθε τὴν ψυχήν· καὶ

προσελθὼν, "1δός μοι,"2 φησὶν, "1εἰς τὰ τῶν Ῥωμαίων στρατόπεδα παρελθόντι

βραχύν τινα στρατὸν ἀπολέξασθαι καὶ λοχαγοὺς καὶ ταξιάρχους, οὓς ἂν αὐτὸς

ἐθέλοιμι, καὶ πρὸς τούτοις δαπάνην ἀνενδεῆ τῶν χρειωδῶν τῶν τε ὑποζυγίων καὶ

αὐτῶν. αἱ γὰρ πρὸς θεὸν στεῤῥαί μου καὶ ἀῤῥαγεῖς ἐλπίδες τὴν ἐμὴν ὑποτρέχουσαι

περιθάλπουσι καρδίαν καί με πείθουσι διϊσχυρίζεσθαι, ὡς ὄψει με τὴν ταχίστην

τρόπαια φέροντα κατὰ τουτωνὶ τῶν βαρβάρων."2 (Γ.) Πείθεται τοῖς λεγομένοις ὁ

βασιλεὺς ἐπειπὼν, ὡς δίκαια ποιῶν ὁ θεὸς οὐκ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ,

οὐδ' ἐν πλήθει ἰσχύος, ὡς αὐτὸς διὰ ∆αβὶδ τοῦ προφήτου φησὶν, ἀλλ' ἐν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

93

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!