Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

χρειώδη αὐτῷ ἐξεπόριζεν. ἐν τούτοις γε μὴν ὁ βασιλεὺς, τελευτησάσης τῆς συζύγου, ἄγεται εἰς δευτέραν γυναῖκα τὴν ἀδελφὴν τοῦ τηνικαῦτα τῆς Βυζαντίδος βασιλεύοντος Ῥομπέρτου· ᾗ καὶ οὐ μακρὸν συνεβίω χρόνον, οὐδὲ παῖδας ἔτεκεν ἐξ αὐτῆς, εἴτ' ἐκ φύσεως στείρας αὐτῆς οὔσης, εἴτε καὶ τῆς μεταβραχὺ τοῦ βασιλέως τελευτῆς, ὥραν παιδοτοκίας οὐ παρασχούσης αὐτῇ. τρία γὰρ ἔτη συνῴκησε ταύτῃ. 1.24 αʹ. Ὀκτωκαίδεκα δὲ βασιλεύοντι τούτῳ παρεῤῥύησαν ἔτη, καὶ τὸν παρόντα βίον ἀμείβει, διάδοχον τῆς βασιλείας καταλελοιπὼς τὸν ἐπὶ θυγατρὶ Εἰρήνῃ γαμβρὸν Ἰωάννην τὸν ∆οῦκαν. ἄῤῥην γὰρ ἦν αὐτῷ παῖς οὐδείς. καταλέλειπται δὲ ἡ βασιλὶς, μικρὰ τῆς βασιλείας ὀναμένη, τοῦτο μὲν καὶ διὰ τὴν ἀπαιδίαν, τοῦτο δὲ καὶ ὅτι μικρὸν ἐπιβιοῦσα τετελεύτηκε καὶ αὐτή. ὁ μὲν οὖν βασιλεὺς Θεόδωρος ὁ Λάσκαρις, ὀξὺς μὲν ἦν τὴν ὁρμὴν καὶ ἀνυπόστατος· καὶ πλείστας μὲν προκεκινδύνευκε μάχας, πλείστας δ' ἀνώρθωσε πόλεις καλλίσταις οἰκοδομαῖς καὶ πολλοῖς ἀναλώμασιν, ἀνασοβῶν καὶ ἀναχαιτίζων διὰ τούτων τὴν τῶν Λατίνων ὁρμήν. ἀλλ' ἐκιβδήλευεν αὐτὴν, ἀωρίᾳ πολλάκις ἐς τὰ πράγματα χρώμενος. (Β.) Ὁ δὲ γαμβρὸς καὶ διάδοχος Ἰωάννης ὁ ∆ούκας, σύνεσιν πλουτῶν φυσικὴν καὶ τρόπων εὐστάθειαν καὶ βεβηκὸς ἦθος, κάλλιστα τὴν ἀρχὴν διίθυνε καὶ ἐκόσμει· καὶ τοῖς τε Ῥωμαίων πράγμασι καὶ στρατεύμασι πλείστην ἐν βραχεῖ τὴν ἐπίδοσιν ἐδεδώκει κατὰ τὸ ἑκατέροις ἀνάλογον, μήτε πρὸ βουλῆς ἐργαζόμενος οὐδὲν, μήτε μετὰ τὴν βουλὴν ἀμελῶν οὐδενός· ἀλλὰ πάντα μέτρῳ καὶ κανόνι διδοὺς καὶ καιρῷ τῷ προσήκοντι. ἀλλὰ φαίη ἄν τις εὐστόχως, ὡς καιρὸς ἐκεῖνος τὴν Θεοδώρου τοῦ βασιλέως ὀξεῖαν ἐζήτει ὁρμήν· τοιγαροῦν καὶ ξυνεῤῥύηκεν· ὁ δ' ἐφεξῆς χρόνος τὴν τοῦ βασιλέως Ἰωάννου εὐστάθειαν· τοιγαροῦν καὶ συνέδραμεν. ὁ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα διαπραττόμενος κύριος, προσήκοντας καὶ τούτους εὗρε τοὺς ἄνδρας, ὁπότε φθαρεῖσαν καὶ τεθνηκυῖαν ἀναστῆσαι βεβούληται τὴν τῶν Ῥω 1.25 μαίων ἡγεμονίαν. (Γ.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις ἦρχε τῶν Βυζαντίων Ῥομπέρτος, ὁ τοῦ πρὸ βραχέος τετελευτηκότος Ἐῤῥῆ ἀδελφιδοῦς. τούτῳ προσεῤῥύησαν οἱ τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι ἀδελφοὶ (Ἀλέξιος οὗτοι καὶ Ἰσαάκιος) φθόνῳ στρατηγούμενοι καὶ ζηλοτυπίᾳ μακρᾷ, ὅτι μὴ τῆς βασιλείας οὗτοι διάδοχοι γένοιντο, τοῦ βασιλικοῦ τέως τυγχάνοντες αἵματος οἰκειότεροι, ἢ ὁ κατὰ κῆδος προσαρμοσθεὶς Ἰωάννης· οἳ καὶ χρημάτων δωρεαῖς τε καὶ ὑποσχέσεσι στρατὸν Λατινικὸν συναθροίσαντες, ὁπόσος τῷ Ῥομπέρτῳ τηνικαῦτα παρῆν (πλεῖστος δὲ οὗτος ἦν, καὶ οὐκ ἀγεννὴς τὰ ἐς ὅπλισιν καὶ ἀνδρίαν πολεμικὴν), ἐξίασι κατὰ τοῦ βασιλέως Ἰωάννου τοῦ ∆ούκα, καθαιρήσοντες ἴσως αὐτὸν τῆς ἀρχῆς, καὶ μεταθήσοντες ταύτην ἐς σφᾶς αὐτούς. καὶ διαβάντες ἐς τὴν Ἀσίαν, τὰς μὲν ναῦς ἀφῆκαν περὶ τὴν Λάμψακον, αὐτοὶ δ' ἀναβάντες εἰς μεσόγειον ἡμέρας ὁδὸν, ὁπόσην Λατίνοις ὑπήκοον πρὸ βραχέος πεποίηκεν ὁ Ἐῤῥῆς, ἀπαντῶσι τῷ βασιλεῖ τὰς Ῥωμαϊκὰς δυνάμεις ὁπλίζοντι κατ' αὐτῶν· καὶ λαμπροῦ συῤῥαγέντος πολέμου, νικῶνται κατακράτος Λατῖνοι, καὶ ἅμα ζημιοῦνται καὶ ὁπόσαι πόλεις περὶ τὴν Ἀσίαν αὐτοῖς ὑπῆρχον τέως ὑπήκοοι. αὐτίκα γὰρ τὸν τῆς Λατινικῆς δουλείας ζυγὸν ἀποῤῥίψασαι, ἑκοντὶ τῷ βασιλεῖ προσεῤῥύησαν. βʹ. Ἐν τούτοις ἀνίσταται τῶν Θετταλικῶν βαράθρων νέον κακὸν, ὁ τοῦ Ἀγγέλου Μιχαὴλ ἀδελφὸς Θεόδωρος. διαδεξάμενος γὰρ θανόντος τοῦ ἀδελφοῦ τὴν ἀρχὴν, ἀνὴρ δραστήριος καὶ καινὰ δεινὸς ἐπινοῆσαι πράγματα, καὶ ἀεὶ τοῦ πλείονος ἐφιέ 1.26 μενος, ἐπηύξησε ταύτην ἐς ὅσον πλεῖστον ἦν. ὅσαι γὰρ ἑσπέριαι πόλεις τῇ Λατίνων ἀρχῇ πρὸ μικροῦ δεδουλεύκασι, πάσας, ἐκεῖθεν ἀρξάμενος, ῥᾷστα κατετροποῦτο καὶ μεθίστη πρὸς ἑαυτὸν, ἕως καὶ αὐτὴν ἣ τῆς τῶν Μακεδόνων προκάθηται γῆς ἐχειρώσατο μεγαλόπολιν τὴν Θεσσαλονίκην, ἀποδημοῦντος τηνικαῦτα τοῦ μαρκεσίου περὶ τὴν πατρίδα Λαμπαρδίαν. αὐτίκα δὲ καὶ βασιλείας ἑαυτῷ περιτίθησιν ὄνομα, καὶ χρίεται βασιλικῶς παρὰ τοῦ τηνικαῦτα τὴν τῆς Βουλγαρίας ἀρχιεπισκοπὴν διιθύνοντος. πλείστοις τε γὰρ ἄλλοις αὐτὴν ὁ βασιλεὺς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 8

ἐκ παλαιοῦ τετίμηκεν Ἰουστινιανὸς, ἑαυτοῦ γεγονυῖαν πατρίδα, καὶ πρώτην ὠνόμασεν Ἰουστινιανήν. καὶ δὴ καὶ αὐτονομεῖσθαι ταύτην ἐς τὸ διηνεκὲς προσετετάχει, πλὴν οὐχ ὥστε καὶ βασιλέας χρίειν Ῥωμαίων· τοῦτο γὰρ ἄλλοις ἐφεῖται παρὰ τῶν νόμων. ἀλλὰ διὰ φόβον ἤδη τοῦ τυραννοῦντος Ἀγγέλου, καὶ πρός γε ἔτι διὰ κουφότητα καὶ ἀφέλειαν τοῦ τηνικαῦτα διέποντος τὴν ἀρχιεπισκοπὴν, ἐς τοσοῦτον ἀτοπίας τὸ πρᾶγμα ἐκκεκύλισται. ὅθεν δὲ τὸ τῆς Βουλγαρίας ἐπώνυμον ὁ τόπος κεκλήρωται, δηλώσων ἔρχομαι. (Β.) Χῶρός τίς ἐστιν ἐς τὰ ἐπέκεινά τε καὶ βορειότερα τοῦ Ἴστρου κείμενος, καὶ ποταμὸς ῥέων δι' αὐτοῦ οὐ μικρός· Βούλγαν αὐτὸν ὀνομάζουσιν οἱ ἐγχώριοι· ἀφ' οὗ δὴ καὶ αὐτοὶ τὸ τῶν Βουλγάρων μετειλήφεσαν ὄνομα, Σκύθαι τὸ ἐξ ἀρχῆς ὄντες. ὀψὲ δ' ἐκεῖθεν οὗτοι μετανάσται γενόμενοι τέκνοις ἅμα καὶ γυναιξὶν, ὁπότε τὸ τῆς εἰκονομαχίας νόσημα κατὰ τῶν εὐσεβούντων ἐπεχωρίαζε, διαπεραιοῦνται τὸν Ἴστρον, πλῆθος ἀριθμὸν ὑπερβαῖνον· καὶ δια 1.27 βάντες ἄμφω τὰς μετὰ τὸν Ἴστρον Μυσίας, καὶ πάντα λείαν Μυσῶν, τὸ θρυλλούμενον, ποιοῦντες τὰ ἐν ποσὶ, καθάπερ ἀκρὶς ἤ τις κεραυνὸς αἰθέριος, οἰκειοῦνται Μακεδονίαν μετὰ τῆς ἐπέκεινα Ἰλλυρίδος, ἀρεσθέντες τοῖς ἐκεῖσε καλοῖς. καὶ βασίλειον ἐνδιαίτημα τούτοις εἶναι ἐς τὸ λοιπὸν νενόμισται αὕτη ἡ πόλις, ἣν ἀρχιεπισκοπὴν ὁ βασιλεὺς τετίμηκεν Ἰουστινιανὸς, καὶ πράτην ὠνόμασεν, ὡς εἰρήκειμεν, Ἰουστινιανήν. εἶτα τῆς προσηγορίας τοῦ ἔθνους ἐκεῖσε διαδοθείσης, Βουλγαρία ὁ χῶρος μετωνομάσθη, καὶ μητρόπολις Βουλγαρίας ἡ πρώτη Ἰουστινιανή. χρόνοις μέντοι ὕστερον ὁ βασιλεὺς Βασίλειος ὁ Βουλγαροκτόνος μετὰ πολλὰς τὰς μάχας τέλος ἐξέτριψε καὶ ἐδουλώσατο τούτους· καὶ τῆς μὲν χώρας τοὺς ἐναπολειφθέντας ἐξορίστους πεποίηκεν ἐν τῇ παρὰ τὸν Ἴστρον κάτω Μυσίᾳ· τὸ δ' ὄνομα, καθάπερ ἄλλο τι μνημεῖον ἐκείνων, ἐναπολέλειπται τῇ ἀρχιεπισκοπῇ. ἀλλ' ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἐπανακάμψωμεν. (Γ.) Ὁ γὰρ Ἄγγελος Θεόδωρος ἤδη καὶ βασιλεὺς, ὡς εἴρηται, καταστὰς, ἐδῄου τὴν γῆν, προϊὼν καὶ παρεξελαύνων καὶ ὑπερβαίνων ὅρους ἄλλους ἐξ ἄλλων ἀεὶ, ἕως ἤλασε μέχρι καὶ αὐτῶν τῶν Βυζαντίων πυλῶν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν. αἱ γὰρ Μακεδονικαί τε καὶ Θρᾳκικαὶ πόλεις ἐς τέλος ἐξέκαμον, συχνὰς ἐν ὀλίγῳ χρόνῳ καὶ δεινὰς ὑπομείνασαι τὰς αἰχμαλωσίας, νῦν μὲν τῶν Λατίνων, νῦν δὲ τῶν Βουλγάρων, καὶ τῶν Σκυθῶν. τί γὰρ οὐκ ἂν ἔδρασαν ἔθνος αἱμοβόρον οἱ Σκύθαι Χριστιανοῖς ἐπιβρίσαντες ἀπηνῶς; οἱ δὲ Λατῖνοι οὐδὲν ἡμε 1.28 ρώτερον τῶν Σκυθῶν διετέθησαν, ὅτι μὴ καὶ πολλῷ τῷ μέτρῳ τὴν Σκυθικὴν ἀπήνειαν ὑπερέβησαν. καὶ οὐχ ἅπαξ τοῖς ταλαιπώροις ἐξ ἑκατέρων τῶν ἐθνῶν τὰ τῆς δεινῆς ταύτης αἰχμαλωσίας ξυνεπεπτώκει παθεῖν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις. τὸ δὲ νῦν τοῦτο τοῦ Ἀγγέλου μικροῦ πᾶν, εἴ τι ἐλλέλειπται, προσανάλωσε. καὶ ἦν ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, Λήμνια κακὰ, θρήνους Τρωϊκοὺς, πολλῶν καὶ παντοδαπῶν κακῶν πανήγυριν. γʹ. Ἐν τούτοις γε μὴν τοῖς καιροῖς ἦρχε τῶν Βουλγάρων ὁ τοῦ πρώτου Ἀσὰν υἱὸς ὄνομα Ἰωάννης. οὗτος ὁρῶν τὸν εἰρημένον Θεόδωρον τὸν Ἄγγελον οὐδὲ τῶν Βουλγαρικῶν ἀφίστασθαι πραγμάτων βουλόμενον, ἀλλ' ἤδη κἀκείνοις βαρεῖαν καὶ βλάπτουσαν ἐπάγοντα χεῖρα, συμμάχους ἐκ τῶν Σκυθῶν· εἰληφὼς, συῤῥήγνυσιν αὐτῷ πόλεμον ἰσχυρὸν, καὶ νικᾷ καὶ χειροῦται τοῦτον καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττει, τῆς δίκης ὀψὲ περιελθούσης αὐτὸν, ὧν τε τὴν νόμιμον περιεφρόνησε τῶν Ῥωμαίων βασιλείαν, βασιλείας ἑαυτῷ περιθεὶς ὄνομα· καὶ ὧν τοὺς ὁμοφύλους κακοπραγοῦντας ὑπὸ τῶν Ἰταλικῶν καὶ Βουλγαρικῶν ἐφόδων καὶ δακρύων ἄξια πάσχοντας, οὐκ ἠλέησεν, ἀλλὰ δυστυχήμασι δυστυχήματα προσετίθει καὶ φόνοις φόνους. (Β.) Ἤδη δὲ καὶ ὁ βασιλεὺς Ἰωάννης ἐπὶ μέγα δυνάμεως ηὔξησε τὰ Ῥωμαίων πράγματα, δεξιὸς οἰκονόμος φανεὶς καὶ κυβερνήτης ἄριστος τῆς ἡγεμονικῆς τῶν Ῥωμαίων ὁλκάδος. ναῦς τε γὰρ μακρὰς κατεσκευακὼς οὐκ ὀλίγας, ναυστολεῖ πρὸς τὰς κατὰ τὸν Αἰγαῖον Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 9

ἐκ παλαιοῦ τετίμηκεν Ἰουστινιανὸς, ἑαυτοῦ γεγονυῖαν πατρίδα, καὶ πρώτην

ὠνόμασεν Ἰουστινιανήν. καὶ δὴ καὶ αὐτονομεῖσθαι ταύτην ἐς τὸ διηνεκὲς

προσετετάχει, πλὴν οὐχ ὥστε καὶ βασιλέας χρίειν Ῥωμαίων· τοῦτο γὰρ ἄλλοις

ἐφεῖται παρὰ τῶν νόμων. ἀλλὰ διὰ φόβον ἤδη τοῦ τυραννοῦντος Ἀγγέλου, καὶ πρός

γε ἔτι διὰ κουφότητα καὶ ἀφέλειαν τοῦ τηνικαῦτα διέποντος τὴν ἀρχιεπισκοπὴν, ἐς

τοσοῦτον ἀτοπίας τὸ πρᾶγμα ἐκκεκύλισται. ὅθεν δὲ τὸ τῆς Βουλγαρίας ἐπώνυμον ὁ

τόπος κεκλήρωται, δηλώσων ἔρχομαι. (Β.) Χῶρός τίς ἐστιν ἐς τὰ ἐπέκεινά τε καὶ

βορειότερα τοῦ Ἴστρου κείμενος, καὶ ποταμὸς ῥέων δι' αὐτοῦ οὐ μικρός· Βούλγαν

αὐτὸν ὀνομάζουσιν οἱ ἐγχώριοι· ἀφ' οὗ δὴ καὶ αὐτοὶ τὸ τῶν Βουλγάρων

μετειλήφεσαν ὄνομα, Σκύθαι τὸ ἐξ ἀρχῆς ὄντες. ὀψὲ δ' ἐκεῖθεν οὗτοι μετανάσται

γενόμενοι τέκνοις ἅμα καὶ γυναιξὶν, ὁπότε τὸ τῆς εἰκονομαχίας νόσημα κατὰ τῶν

εὐσεβούντων ἐπεχωρίαζε, διαπεραιοῦνται τὸν Ἴστρον, πλῆθος ἀριθμὸν ὑπερβαῖνον·

καὶ δια 1.27 βάντες ἄμφω τὰς μετὰ τὸν Ἴστρον Μυσίας, καὶ πάντα λείαν Μυσῶν, τὸ

θρυλλούμενον, ποιοῦντες τὰ ἐν ποσὶ, καθάπερ ἀκρὶς ἤ τις κεραυνὸς αἰθέριος,

οἰκειοῦνται Μακεδονίαν μετὰ τῆς ἐπέκεινα Ἰλλυρίδος, ἀρεσθέντες τοῖς ἐκεῖσε

καλοῖς. καὶ βασίλειον ἐνδιαίτημα τούτοις εἶναι ἐς τὸ λοιπὸν νενόμισται αὕτη ἡ

πόλις, ἣν ἀρχιεπισκοπὴν ὁ βασιλεὺς τετίμηκεν Ἰουστινιανὸς, καὶ πράτην ὠνόμασεν,

ὡς εἰρήκειμεν, Ἰουστινιανήν. εἶτα τῆς προσηγορίας τοῦ ἔθνους ἐκεῖσε διαδοθείσης,

Βουλγαρία ὁ χῶρος μετωνομάσθη, καὶ μητρόπολις Βουλγαρίας ἡ πρώτη

Ἰουστινιανή. χρόνοις μέντοι ὕστερον ὁ βασιλεὺς Βασίλειος ὁ Βουλγαροκτόνος μετὰ

πολλὰς τὰς μάχας τέλος ἐξέτριψε καὶ ἐδουλώσατο τούτους· καὶ τῆς μὲν χώρας τοὺς

ἐναπολειφθέντας ἐξορίστους πεποίηκεν ἐν τῇ παρὰ τὸν Ἴστρον κάτω Μυσίᾳ· τὸ δ'

ὄνομα, καθάπερ ἄλλο τι μνημεῖον ἐκείνων, ἐναπολέλειπται τῇ ἀρχιεπισκοπῇ. ἀλλ'

ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἐπανακάμψωμεν. (Γ.) Ὁ γὰρ Ἄγγελος

Θεόδωρος ἤδη καὶ βασιλεὺς, ὡς εἴρηται, καταστὰς, ἐδῄου τὴν γῆν, προϊὼν καὶ

παρεξελαύνων καὶ ὑπερβαίνων ὅρους ἄλλους ἐξ ἄλλων ἀεὶ, ἕως ἤλασε μέχρι καὶ

αὐτῶν τῶν Βυζαντίων πυλῶν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν. αἱ γὰρ

Μακεδονικαί τε καὶ Θρᾳκικαὶ πόλεις ἐς τέλος ἐξέκαμον, συχνὰς ἐν ὀλίγῳ χρόνῳ καὶ

δεινὰς ὑπομείνασαι τὰς αἰχμαλωσίας, νῦν μὲν τῶν Λατίνων, νῦν δὲ τῶν Βουλγάρων,

καὶ τῶν Σκυθῶν. τί γὰρ οὐκ ἂν ἔδρασαν ἔθνος αἱμοβόρον οἱ Σκύθαι Χριστιανοῖς

ἐπιβρίσαντες ἀπηνῶς; οἱ δὲ Λατῖνοι οὐδὲν ἡμε 1.28 ρώτερον τῶν Σκυθῶν

διετέθησαν, ὅτι μὴ καὶ πολλῷ τῷ μέτρῳ τὴν Σκυθικὴν ἀπήνειαν ὑπερέβησαν. καὶ

οὐχ ἅπαξ τοῖς ταλαιπώροις ἐξ ἑκατέρων τῶν ἐθνῶν τὰ τῆς δεινῆς ταύτης

αἰχμαλωσίας ξυνεπεπτώκει παθεῖν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις. τὸ δὲ νῦν

τοῦτο τοῦ Ἀγγέλου μικροῦ πᾶν, εἴ τι ἐλλέλειπται, προσανάλωσε. καὶ ἦν ἰδεῖν οἰκίας

κατεσκαμμένας, τείχη περιῃρημένα, Λήμνια κακὰ, θρήνους Τρωϊκοὺς, πολλῶν καὶ

παντοδαπῶν κακῶν πανήγυριν. γʹ. Ἐν τούτοις γε μὴν τοῖς καιροῖς ἦρχε τῶν

Βουλγάρων ὁ τοῦ πρώτου Ἀσὰν υἱὸς ὄνομα Ἰωάννης. οὗτος ὁρῶν τὸν εἰρημένον

Θεόδωρον τὸν Ἄγγελον οὐδὲ τῶν Βουλγαρικῶν ἀφίστασθαι πραγμάτων

βουλόμενον, ἀλλ' ἤδη κἀκείνοις βαρεῖαν καὶ βλάπτουσαν ἐπάγοντα χεῖρα,

συμμάχους ἐκ τῶν Σκυθῶν· εἰληφὼς, συῤῥήγνυσιν αὐτῷ πόλεμον ἰσχυρὸν, καὶ νικᾷ

καὶ χειροῦται τοῦτον καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττει, τῆς δίκης ὀψὲ περιελθούσης

αὐτὸν, ὧν τε τὴν νόμιμον περιεφρόνησε τῶν Ῥωμαίων βασιλείαν, βασιλείας ἑαυτῷ

περιθεὶς ὄνομα· καὶ ὧν τοὺς ὁμοφύλους κακοπραγοῦντας ὑπὸ τῶν Ἰταλικῶν καὶ

Βουλγαρικῶν ἐφόδων καὶ δακρύων ἄξια πάσχοντας, οὐκ ἠλέησεν, ἀλλὰ

δυστυχήμασι δυστυχήματα προσετίθει καὶ φόνοις φόνους. (Β.) Ἤδη δὲ καὶ ὁ

βασιλεὺς Ἰωάννης ἐπὶ μέγα δυνάμεως ηὔξησε τὰ Ῥωμαίων πράγματα, δεξιὸς

οἰκονόμος φανεὶς καὶ κυβερνήτης ἄριστος τῆς ἡγεμονικῆς τῶν Ῥωμαίων ὁλκάδος.

ναῦς τε γὰρ μακρὰς κατεσκευακὼς οὐκ ὀλίγας, ναυστολεῖ πρὸς τὰς κατὰ τὸν Αἰγαῖον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

9

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!