Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

περιποιησαμένους ἀσφάλειαν. τοῦ δὲ βασιλέως μήτε λόγον εὔλογον ἔχειν τὴν ἀπαίτησιν ἀποκρινομένου, μήτε ἁρμόττουσαν τύχῃ βασιλικῇ τὴν ἐπιτίμησιν κατὰ τῆς αὐτῶν ἀναιδοῦς ἐπενεγκεῖν ἔχοντος τόλμης τῷ μὴ κεκτῆσθαι τριήρεις ἀντιστρατευομένας (προαπολώλεσαν γὰρ, ὡς εἰρήκειμεν), ἐς τοσοῦτον ἐξηνέχθησαν θράσους τῷ μάλα περιφρονεῖν τῶν Ῥωμαίων τὸ ἄνανδρον καὶ τοσαύτην προὐξένησαν τῇ Ῥωμαίων ἡγεμονίᾳ τὴν αἰσχύνην, ἐς ὅσον αἰσχυνοίμην ἂν αὐτὸς ἀφηγούμενος. ὅπου γὰρ κατηναγκασμένα τῶν ἀτυχημάτων ἔπεισι τὰ αἴτια, λύπαις μὲν καὶ οὕτως ἔξεστι τὴν ψυχὴν κατατρύχειν· μετρίαις δ' οὖν ὅμως, ἐκεῖ τοῦ συνειδότος οὐδένα μαστιγοφόρον μετάμελον ἔχοντος, ἀλλὰ θείαν τινὰ κρίσιν ἀποῤῥήτους τοὺς λόγους κρύπτουσαν ἡγουμένου τὸ πρᾶγμα. ἐνταῦθα δ' ἐξεπίτηδες καὶ οἷον εἰπεῖν μετὰ τέχνης εἰς ἀνδραπόδων μοῖραν ἑκόντες ἔῤῥιψαν Ῥω 1.209 μαῖοι τὸ τῆς Ῥωμαίων ἡγεμονίας ἀξίωμα, τὰς οἰκείας τριήρεις τῆς θαλάττης γυμνώσαντες ἐλπίδος ἕνεκα κέρδους, ὃ μάλα βραχύτατον ὂν μάλα μακράν τε καὶ πολυτάλαντον ἐγεώργησε τὴν ζημίαν καὶ ταύτην πολλῷ μακρότερον ἔχουσαν τὸ τῆς αἰσχύνης ἔγκλημα. οὐδὲ γὰρ ἦν ἂν οὔτε Λατίνους οὕτω κατὰ Ῥωμαίων θρασύνεσθαι, οὔτε ψάμμον θαλάσσης θεάσασθαι Τούρκους ποτὲ, τῆς ναυτικῆς τῶν Ῥωμαίων δυνάμεως θαλαττοκρατούσης ὡς πρότερον· οὐδ' ἐς τοῦτ' ἀνάγκης συνελαθῆναι Ῥωμαίους, ὥστε μὴ μόνον ὁπόσα τῶν ἐθνῶν ὁμοροῦντα πεφύκασιν, ἀλλὰ καὶ ὅσα ὡς ποῤῥωτάτω τὴν δίαιταν ἐκληρώσαντο, οἷά τινα λίθον φοβεῖσθαι Ταντάλειον ἀπὸ λεπτοῦ τινος μίτου μετεωριζόμενον ἐπὶ κεφαλῆς, καὶ πᾶσιν ἀναγκάζεσθαι φόρον εἰσφέρειν ἐτήσιον, καθάπερ Λυσάνδρῳ καὶ ∆ερκυλλίδᾳ καὶ τοῖς ἐκ Λακεδαίμονος ἁρμοσταῖς δασμὸν τὸν ἐτήσιον Ἀθηναῖοι πάλαι καὶ Βοιωτοὶ δυστυχήσαντες. (Γ.) Ἀλλ' ἐκεῖσε ἐπάνειμι. παρελθόντες μέντοι ἐς τὸ Κέρας ἐπὶ τῶν τριήρων ὁπλοφοροῦντες οἱ Βενετικοὶ τῇ πρὸς ἄρκτον προσέσχον παραλίᾳ ἀντικρὺ τῶν βασιλικῶν οἴκων· κἀκεῖθεν πέμψαντες ἀπῄτουν τὰ χρήματα, ὁπόσοις τοὺς ἔνδον τῆς βασιλευούσης οἰκοῦντας Βενετικοὺς οὐδένα ἀδικήσαντας ἐζημίωσαν· πλείω λαβεῖν παρ' ἀκόντων Ῥωμαίων ἀπειλοῦντες, εἰ μὴ αὐτοί γε ἑκόντες ἀποδοῖεν ὁπόσα χρεών. ἐπεὶ δ' ἀποφάσκοντα τὴν ἀπόδοσιν τὸν βασιλέα ἐγνώκεσαν, αὐτόθεν κατειρωνεύεσθαι τὴν Ῥωμαίων ἤρξαντο δύναμιν· καὶ ὑφῆψαν εὐθὺς τάς τε ἀντιπέρας οἰκίας ἁπάσας κενὰς οὔσας τῶν ἐνοικούντων· φθάσαντες 1.210 γὰρ ἐξῴκισαν ἐκεῖνοι σφᾶς αὐτοὺς ἐκεῖθεν· καὶ ἔτι ὁπόσα περὶ τὰς ἅλως ἀσταχύων δράγματα ἦσαν· τὸ δὲ ὥσπερ παιδιὰ καὶ χλεύη τις ἦν ἐκείνων κατὰ τοῦ βασιλέως. ξυμπέπτωκε γὰρ καὶ λεπτάς τινας αὔρας ἀπ' ἄρκτου πνεούσας τῇ τε φλογὶ διδόναι ῥοπὴν καὶ πλείστου καπνοῦ τὰ βασίλεια ἐμπιπλᾷν. τῇ δ' ὑστεραίᾳ ἐκεῖθεν ἄραντας ἔργον ἦν τὰς ὁθενδήποτε πρὸς τὴν βασιλεύουσαν εἰσπλεούσας ὁλκάδας χειροῦσθαι καὶ τὰς ἐν τῇ Προποντίδι νήσους ληΐζεσθαι παραπλέοντας καὶ οὐχ ὅπως ὅσα ἐν χρήμασιν ἦν συναθροίζειν, ἀλλὰ καὶ τοὺς ἄνδρας ἐπὶ κεφαλῆς μετεωρίζοντας ἀπὸ τῆς κεραίας μαστίζειν πρὸ τῶν τῆς βασιλευούσης τειχῶν· ἵν' ὁρῶντες οἱ κατὰ γένος ἑκάστῳ προσήκοντες πολλὰ καταβάλλωσι χρήματα πρὸς ἐξώνησιν· καὶ οὕτω πλείω τῶν ζητουμένων οἱ Βενετικοὶ συλλεξάμενοι χρήματα ἀνεχώρησαν οἴκαδε. (∆.) Ὁ δὲ πατριάρχης Ἰωάννης ὁρῶν περιφρονούμενον ἑαυτὸν ἀμαθίας τε καὶ ἁπλότητος ἕνεκα καὶ ἀνακεκαλυμμένως παρὰ ἀρχιερέων ἔστιν ὧν λοιδορούμενον τῇ λύπῃ καὶ τῇ μικροψυχίᾳ νικᾶται καὶ δίδωσι φέρων τῷ βασιλεῖ τοῦ θρόνου παραίτησιν ἔγγραφον, ἐπεὶ μὴ βούλοιτο ἐκδικεῖν. ὁ δὲ ἀπελθὼν ἡσύχασε μέχρι τινὸς παρὰ τὴν μονὴν τῆς ὑπεράγνου θεομήτορος, τῆς Παμμακαρίστου. ἔπειτ' ἀπῄει παρὰ τὴν θρεψαμένην, τὸ τῆς Σωζοπόλεως λέγω πολίχνιον· ἔνθα καὶ τὸ λεῖπον ἐν ἡσυχίᾳ τοῦ βίου παρήμειψεν. 1.214 Κατὰ τοῦτον τὸν χρόνον ἐκ τῆς ἕω τὰ μέγιστα τῶν κακῶν ἀνεῤῥάγη πελάγη, καθάπερ μυρίων πνευμάτων ἐξαίφνης ὁμοῦ συῤῥαγέντων καὶ πάντ' ἄνω καὶ κάτω ἐλαυνόντων καὶ συγκυκώντων. ἐπεὶ γὰρ ἔρημα στρατευμάτων Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 74

τὰ πρὸς ἕω τῆς Ῥωμαίων ἡγεμονίας ἐλείπετο, συνασπισμὸν οἱ τῶν Τούρκων σατράπαι ποιήσαντες πάντα κατέδραμον ἄχρι θαλάττης ἁπάσης καὶ πρὸς αὐταῖς ἤδη ταῖς ἀκταῖς μετοικήσαντες· καὶ οἱ μὲν πλεῖστοι τῶν τε ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ νηπίων, καὶ ὅσα ἐν κτήνεσι καὶ ὅσα ἐν χρήμασιν ἦσαν, ὑπὸ τὴν τῶν πολεμίων ἄρτι αἰχμὴν ἐγεγόνεισαν. ὅσοι δ' ἔλαθον διαδράντες, οἱ μὲν ἐς τὰς ἔγγιστα πόλεις κατέφυγον, οἱ δὲ καὶ ἐς Θρᾴκην ἄσκευοι καὶ γυμνοὶ τῶν προσόντων διέβησαν. ἐς δὲ ξυμφωνίαν ἤδη ἐληλυθότες οἱ Τοῦρκοι κλήρῳ διέλαχον πᾶσαν, ὁπόση τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐτύγχανε γῆ κατὰ τὴν Ἀσίαν. κατέσχον οὖν, ὁ μὲν Καρμανὸς Ἀλισούριος τὰ πλείω τῆς μεσογείου Φρυγίας καὶ ἔτι τὰ μέχρι Φιλαδελφείας καὶ τῶν ἔγγιστα πάντων ἀπὸ τῆς περὶ Μαίανδρον τὸν ποταμὸν Ἀντιοχείας· τὰ δ' ἐκεῖθεν μέχρι Σμύρνης καὶ τῶν ἐντὸς παραλίων τῆς Ἰωνίας ἕτερος, ὄνομα Σαρχάνης. τὰ γὰρ περὶ Μαγνησίαν καὶ Πριήνην καὶ Ἔφεσον φθάσας ὑφείλετο σατράπης ἕτερος, ὄνομα Σασάν· τὰ δ' ἀπὸ Λυδίας καὶ Αἰολίδος ἄχρι Μυσίας τῆς πρὸς τῷ Ἑλλησπόντῳ ὅ,τε Καλάμης λεγόμενος καὶ ὁ παῖς αὐτοῦ Καρασῆς· τὰ δὲ περὶ τὸν Ὄλυμπον καὶ ὅσα τῆς Βιθυνίας ἑξῆς ἕτερος, ὄνομα Ἀτμᾶν· τὰ δ' ἀπὸ τοῦ 1.215 ποταμοῦ Σαγγαρίου μέχρι Παφλαγονίας μεμερισμένως ἐς τοὺς Ἀμουρίου διέβησαν παῖδας. (Β.) Τὸ μέντοι ἑξῆς ἔτος φασὶ διαμηνύσασθαι λάθρα τῷ βασιλεῖ τὸν πρὸ τοῦ Ἰωάννου πατριαρχεύσαντα καὶ παραιτησάμενον Ἀθανάσιον θείαν προβλέπειν ὀργὴν κατὰ τῶν Ῥωμαίων παρακελεύσασθαί τε αὐτὸν ὁλονύκτοις δεήσεσι χρήσασθαι πρὸς θεὸν ἄχρι καὶ ἐς τρίτην ἡμέραν· τῇ δ' ὑστεραίᾳ γενομένου σεισμοῦ τοῦτον εἶναι, φάναι τὸν βασιλέα, τὴν προειρημένην Ἀθανασίῳ θεομηνίαν· ἰσχυρίζεσθαί τε λοιπὸν, ὡς οὐχ ἕτερος ἄξιος μᾶλλον αὐτοῦ πρὸς τὸν πατριαρχικὸν ἀνεληλυθέναι θρόνον· μηδὲ γὰρ ἂν βλέπειν τὰ ἔμπροσθεν ἄνευ θειοτέρας ἐλλάμψεως· πεπεῖσθαί τε τοὺς πολεμίους ὡς ποῤῥωτάτω γενέσθαι τῶν ὅρων τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἅμα τῷ τοῦτον ἐς τὸν πατριαρχικὸν ἀναβῆναι θρόνον καὶ γενέσθαι, οἷον εἰπεῖν, ἔαρ μετὰ χειμῶνα καὶ γαλήνην μετὰ κλύδωνα καὶ ῥᾷστα πλατυνθῆναι τῆς τῶν Ῥωμαίων ἡγεμονίας τὰ σχοινίσματα. (Γ.) Τοῦτο μικροῦ πάντας ἀρχιερέας καὶ ἱερέας, καὶ ὅσοι ἀσκητηρίων ἔτυχον προεδρεύοντες, καὶ ὅσοι τοῦ κλήρου, καὶ οὐ πολλοῦ δέω λέγειν, ὅσοι τῶν ἀγορανομούντων καὶ δημόσια δή τινα ἐγκεχειρισμένων ἦσαν πράγματα, ἀναμνησθέντας τῆς πάλαι πνευματικῆς βαρύτητος τοῦ ἀνδρὸς οὐ μικρῶς διετάραξεν· ὥστε καὶ δημηγοροῦντι τῷ βασιλεῖ περὶ τοῦ σεισμοῦ καὶ τῆς Ἀθανασίου προῤῥήσεως πιστεύειν οὐκ εἶχον, ἀλλ' ὑπεψιθύριζον, ὡς ποθῶν ἐκεῖνον ἐνδοξότερον καθιστᾷν πλάττει καὶ χαρίζεται ψευδῆ ταυτηνὶ 1.216 τὴν δόξαν αὐτῷ, ἵν' εὐπαράδεκτος καὶ ὁ τούτου πρὸς ἐκεῖνον δοκοίη πόθος. δεξιώσεσι δ' οὖν ὅμως καὶ λόγοις πειθοῦς ὁ βασιλεὺς ἔστιν οὓς τῶν τε ἀρχιερέων καὶ μοναζόντων περιελθὼν ἰδίους τῷ ἑαυτοῦ ἐπεποιήκει βουλήματι· μεθ' ὧν πεζῇ καὶ βάδην ἄπεισι παρὰ τὴν τοῦ Ἀθανασίου καταγωγὴν τὴν περὶ τὸν Ξηρόλοφον· καὶ ὁμιλήσας αὐτῷ τὰ εἰκότα περὶ τοῦ θρόνου ἔπεισε καὶ τὰ πατριαρχικὰ περιθέσθαι σύμβολα. μηδὲ γὰρ δεῖσθαι φάναι χειροθεσίας ἑτέρας, καὶ ὅσοι περὶ αὐτὴν κρότοι καὶ θρίαμβοι, πάλαι ταύτην εἰληφότα βεβαίως, εἰ καὶ λύπης ἕνεκα μεταξὺ ταύτην ἔδοξεν ἀποθέσθαι. τούτων οὕτω γενομένων ἄνεισιν ἑβδομαῖος ἐς τὸν πατριαρχικὸν Ἀθανάσιος θρόνον. (∆.) Ἔτυχε δὲ τηνικαῦτα ἐπιδημῶν τῇ βασιλευούσῃ καὶ τῆς κατ' Αἴγυπτον Ἀλεξανδρείας ὁ πατριάρχης, σεμνὸς ἀνὴρ καὶ συνέσει λογισμῶν τὰ ἤθη κοσμῶν· ὡς ἐντεῦθεν πολλὴν τὴν αἰδῶ καὶ εὐμένειαν πρὸς τοῦ βασιλέως πορίζεσθαι. οὗτος ὁρῶν τὴν τοῦ βασιλέως περὶ τὸν πατριάρχην Ἀθανάσιον φλεγμαίνουσαν σχέσιν καὶ ἀκούων ἀεὶ διὰ θαύματος μεγάλων ἐπαίνων τὸ ἐκείνου τιθέμενον ὄνομα καὶ ἴσον τῷ θειοτάτῳ τὴν ἀρετὴν Χρυσοστόμῳ προθέσεσιν ὅλαις τῆς γνώμης τοῦτον ἀποφαινόμενον, μάλα τοι χαριέντως τῆς τοῦ βασιλέως καθήψατο γλώττης καὶ, οἷον εἰπεῖν, τῆς ἐν οὐ καιρῷ φιλοτιμίας οὑτωσί πως εἰπών· "1ἦν τις ἀνὴρ τὴν τέχνην Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 75

περιποιησαμένους ἀσφάλειαν. τοῦ δὲ βασιλέως μήτε λόγον εὔλογον ἔχειν τὴν

ἀπαίτησιν ἀποκρινομένου, μήτε ἁρμόττουσαν τύχῃ βασιλικῇ τὴν ἐπιτίμησιν κατὰ

τῆς αὐτῶν ἀναιδοῦς ἐπενεγκεῖν ἔχοντος τόλμης τῷ μὴ κεκτῆσθαι τριήρεις

ἀντιστρατευομένας (προαπολώλεσαν γὰρ, ὡς εἰρήκειμεν), ἐς τοσοῦτον ἐξηνέχθησαν

θράσους τῷ μάλα περιφρονεῖν τῶν Ῥωμαίων τὸ ἄνανδρον καὶ τοσαύτην

προὐξένησαν τῇ Ῥωμαίων ἡγεμονίᾳ τὴν αἰσχύνην, ἐς ὅσον αἰσχυνοίμην ἂν αὐτὸς

ἀφηγούμενος. ὅπου γὰρ κατηναγκασμένα τῶν ἀτυχημάτων ἔπεισι τὰ αἴτια, λύπαις

μὲν καὶ οὕτως ἔξεστι τὴν ψυχὴν κατατρύχειν· μετρίαις δ' οὖν ὅμως, ἐκεῖ τοῦ

συνειδότος οὐδένα μαστιγοφόρον μετάμελον ἔχοντος, ἀλλὰ θείαν τινὰ κρίσιν

ἀποῤῥήτους τοὺς λόγους κρύπτουσαν ἡγουμένου τὸ πρᾶγμα. ἐνταῦθα δ' ἐξεπίτηδες

καὶ οἷον εἰπεῖν μετὰ τέχνης εἰς ἀνδραπόδων μοῖραν ἑκόντες ἔῤῥιψαν Ῥω 1.209 μαῖοι

τὸ τῆς Ῥωμαίων ἡγεμονίας ἀξίωμα, τὰς οἰκείας τριήρεις τῆς θαλάττης γυμνώσαντες

ἐλπίδος ἕνεκα κέρδους, ὃ μάλα βραχύτατον ὂν μάλα μακράν τε καὶ πολυτάλαντον

ἐγεώργησε τὴν ζημίαν καὶ ταύτην πολλῷ μακρότερον ἔχουσαν τὸ τῆς αἰσχύνης

ἔγκλημα. οὐδὲ γὰρ ἦν ἂν οὔτε Λατίνους οὕτω κατὰ Ῥωμαίων θρασύνεσθαι, οὔτε

ψάμμον θαλάσσης θεάσασθαι Τούρκους ποτὲ, τῆς ναυτικῆς τῶν Ῥωμαίων δυνάμεως

θαλαττοκρατούσης ὡς πρότερον· οὐδ' ἐς τοῦτ' ἀνάγκης συνελαθῆναι Ῥωμαίους,

ὥστε μὴ μόνον ὁπόσα τῶν ἐθνῶν ὁμοροῦντα πεφύκασιν, ἀλλὰ καὶ ὅσα ὡς

ποῤῥωτάτω τὴν δίαιταν ἐκληρώσαντο, οἷά τινα λίθον φοβεῖσθαι Ταντάλειον ἀπὸ

λεπτοῦ τινος μίτου μετεωριζόμενον ἐπὶ κεφαλῆς, καὶ πᾶσιν ἀναγκάζεσθαι φόρον

εἰσφέρειν ἐτήσιον, καθάπερ Λυσάνδρῳ καὶ ∆ερκυλλίδᾳ καὶ τοῖς ἐκ Λακεδαίμονος

ἁρμοσταῖς δασμὸν τὸν ἐτήσιον Ἀθηναῖοι πάλαι καὶ Βοιωτοὶ δυστυχήσαντες. (Γ.) Ἀλλ'

ἐκεῖσε ἐπάνειμι. παρελθόντες μέντοι ἐς τὸ Κέρας ἐπὶ τῶν τριήρων ὁπλοφοροῦντες οἱ

Βενετικοὶ τῇ πρὸς ἄρκτον προσέσχον παραλίᾳ ἀντικρὺ τῶν βασιλικῶν οἴκων·

κἀκεῖθεν πέμψαντες ἀπῄτουν τὰ χρήματα, ὁπόσοις τοὺς ἔνδον τῆς βασιλευούσης

οἰκοῦντας Βενετικοὺς οὐδένα ἀδικήσαντας ἐζημίωσαν· πλείω λαβεῖν παρ' ἀκόντων

Ῥωμαίων ἀπειλοῦντες, εἰ μὴ αὐτοί γε ἑκόντες ἀποδοῖεν ὁπόσα χρεών. ἐπεὶ δ'

ἀποφάσκοντα τὴν ἀπόδοσιν τὸν βασιλέα ἐγνώκεσαν, αὐτόθεν κατειρωνεύεσθαι τὴν

Ῥωμαίων ἤρξαντο δύναμιν· καὶ ὑφῆψαν εὐθὺς τάς τε ἀντιπέρας οἰκίας ἁπάσας

κενὰς οὔσας τῶν ἐνοικούντων· φθάσαντες 1.210 γὰρ ἐξῴκισαν ἐκεῖνοι σφᾶς αὐτοὺς

ἐκεῖθεν· καὶ ἔτι ὁπόσα περὶ τὰς ἅλως ἀσταχύων δράγματα ἦσαν· τὸ δὲ ὥσπερ παιδιὰ

καὶ χλεύη τις ἦν ἐκείνων κατὰ τοῦ βασιλέως. ξυμπέπτωκε γὰρ καὶ λεπτάς τινας

αὔρας ἀπ' ἄρκτου πνεούσας τῇ τε φλογὶ διδόναι ῥοπὴν καὶ πλείστου καπνοῦ τὰ

βασίλεια ἐμπιπλᾷν. τῇ δ' ὑστεραίᾳ ἐκεῖθεν ἄραντας ἔργον ἦν τὰς ὁθενδήποτε πρὸς

τὴν βασιλεύουσαν εἰσπλεούσας ὁλκάδας χειροῦσθαι καὶ τὰς ἐν τῇ Προποντίδι

νήσους ληΐζεσθαι παραπλέοντας καὶ οὐχ ὅπως ὅσα ἐν χρήμασιν ἦν συναθροίζειν,

ἀλλὰ καὶ τοὺς ἄνδρας ἐπὶ κεφαλῆς μετεωρίζοντας ἀπὸ τῆς κεραίας μαστίζειν πρὸ

τῶν τῆς βασιλευούσης τειχῶν· ἵν' ὁρῶντες οἱ κατὰ γένος ἑκάστῳ προσήκοντες

πολλὰ καταβάλλωσι χρήματα πρὸς ἐξώνησιν· καὶ οὕτω πλείω τῶν ζητουμένων οἱ

Βενετικοὶ συλλεξάμενοι χρήματα ἀνεχώρησαν οἴκαδε. (∆.) Ὁ δὲ πατριάρχης

Ἰωάννης ὁρῶν περιφρονούμενον ἑαυτὸν ἀμαθίας τε καὶ ἁπλότητος ἕνεκα καὶ

ἀνακεκαλυμμένως παρὰ ἀρχιερέων ἔστιν ὧν λοιδορούμενον τῇ λύπῃ καὶ τῇ

μικροψυχίᾳ νικᾶται καὶ δίδωσι φέρων τῷ βασιλεῖ τοῦ θρόνου παραίτησιν ἔγγραφον,

ἐπεὶ μὴ βούλοιτο ἐκδικεῖν. ὁ δὲ ἀπελθὼν ἡσύχασε μέχρι τινὸς παρὰ τὴν μονὴν τῆς

ὑπεράγνου θεομήτορος, τῆς Παμμακαρίστου. ἔπειτ' ἀπῄει παρὰ τὴν θρεψαμένην, τὸ

τῆς Σωζοπόλεως λέγω πολίχνιον· ἔνθα καὶ τὸ λεῖπον ἐν ἡσυχίᾳ τοῦ βίου

παρήμειψεν. 1.214 Κατὰ τοῦτον τὸν χρόνον ἐκ τῆς ἕω τὰ μέγιστα τῶν κακῶν

ἀνεῤῥάγη πελάγη, καθάπερ μυρίων πνευμάτων ἐξαίφνης ὁμοῦ συῤῥαγέντων καὶ

πάντ' ἄνω καὶ κάτω ἐλαυνόντων καὶ συγκυκώντων. ἐπεὶ γὰρ ἔρημα στρατευμάτων

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

74

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!