Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

δεσμοὺς ἅπαξ μεταξὺ συμπεσὸν καὶ ὑποσπεῖραν τῇ τοῦ Ἀνδρονίκου ψυχῇ γνώμην οὐ μάλα ἀνύποπτον κατὰ τοῦ ἀδελφοῦ. (Β.) ∆εύτερον δὲ πρὸς βουλήσεως ἐγεγόνει τῷ βασιλεῖ καὶ πατρὶ μίαν ἀγαγέσθαι τῷ Πορφυρογεννήτῳ γυναῖκα, τὸν ἔφηβον παραλλάξαντι, ὁπόσαι τῶν Λατινίδων εὐγενείᾳ προέχουσι, τὴν βελτίστην πασῶν, ἵνα τῇ ἐφεξῆς περὶ τούτου μελέτῃ πάνυ τοι σύνδρομον εἴη καὶ τοῦτο. ἐβούλετο γὰρ καὶ μελέτην εἶχε τοῖς σπλάγχνοις ἐμφωλεύουσαν ἐκ πολλοῦ τὸ περὶ Θεσσαλονίκην τε καὶ Μακεδονίαν μέρος τῆς ὅλης ἡγεμονίας Ῥωμαίων ἀποτεμὼν ἰδίαν ἀρχήν τινα περιποιήσασθαι τούτῳ καὶ βασίλειον αὐτοκρατορίαν. καὶ εἰ μὴ φθάσας ὁ θάνατος αὐτὸν ἐξ ἀνθρώπων πεποίηκε, τάχ' ἂν καὶ ἥλιος εἰς ἔργον προβάντα τὰ τῆς μελέτης ἐγνώριζεν· ἀλλ' οὐκ ὂν καὶ θεῷ πρὸς βουλήσεως, ὡς ἔοικεν, ἐς πέρας ἐκεχωρήκει τὸ πρᾶγμα δυστυχίας μεστόν. τοῦτο 1.188 δριμυτέραν τὴν τοῦ Ἀνδρονίκου βασιλέως πεποίηκε γνώμην κατὰ τοῦ ἀδελφοῦ καὶ ὥσπερ ἐκ σπινθῆρος ἀνέφλεξεν εἰς πυρσὸν τὸ τῆς ψυχῆς ὀργιζόμενον. ἐπεὶ δὲ συνέσεως βαθείας ἐμβρίθεια τὴν τοῦ βασιλέως Ἀνδρονίκου ψυχὴν περιέθει καὶ δεινὸς ἦν οἰκουροῦσαν ἐπὶ πολὺ συγκρύψαι δυσμένειαν καὶ πεπλασμένον ἦθος ὡς ἄπλαστον ἐπὶ πλεῖστον προφῆναι, ἐλάνθανεν ὡς εὐμενῆ περὶ τὸν ἀδελφὸν παραμείβων τὸν χρόνον. (Γ.) Τρίτον, ὃ καὶ μετὰ θάνατον τοῦ βασιλέως καὶ πατρὸς συνηνέχθη, πλοῦτον ἀθροίζων πολὺν καὶ ποικίλον, ὁποῖον κατ' ἐνιαυτὸν ἐγεώργει τοῖς τούτου ταμείοις ὁπόσα παρὰ τοῦ πατρὸς καὶ βασιλέως εἰλήφει πλέθρα κτημάτων, ἅμα ποιμνίοις παμπόλλοις καὶ βουκολίοις μεγαλοπρεπῶς ἀνήλισκε τοῦτον καὶ πᾶσιν ἀφειδῶς ἐχορήγει τοῖς προσιοῦσι, μεγάλοις τὸ γένος ὁμοῦ καὶ μικροῖς· καὶ πρός γε κοινωνικὸν τὸ ἦθος καὶ χάριεν προτιθέμενος ἅπασι μάλα ῥᾳδίως ἑαυτῷ καθάπερ ἀδαμαντίνοις εἶχεν ἐξαρτωμένους δεσμοῖς. φιλεῖ γὰρ ὡς τὰ πολλὰ τὸ τοῦ ἤθους ὑγρόν τε καὶ μείλιχον, ἐπειδὰν ἀφ' ὑψηλοτέρων προφαίνηται τῶν προσώπων ῥᾷστα, χειροῦσθαι τὰς γνώμας ἁπάντων· καθάπερ δὴ καὶ τὰ λαμπρὰ τῶν ἀνθέων ἐν ἔαρος ὥρᾳ, ὁπόσα χλοάζουσαν καὶ οἷον εἰπεῖν μειδιῶσαν τὴν βαφὴν τῆς χροιᾶς ὑπογράφει, ῥᾳδίως τῶν παριόντων τὰς ὄψεις ἐφέλκεται. τοιοῦτον μέντοι καὶ τῶν ἐν Ἰνδοῖς σοφιστῶν ἡ παραίνεσις ὑφηγεῖται τὸν ἄρχειν βουλόμενον· οὕτω γὰρ ἂν τὰ μάλιστά φησι φιληθείη τοῖς ὑπ' αὐτὸν, ἂν φύσει τούτων ὑπέρτερος ὢν, 1.189 ὁ δ' ἔπειτ' ἐπιεικὴς ἑκών γε εἶναί σφισιν ὁρᾶται καὶ μέτριος. (∆.) Ἐπ' ἀμφοτέροις μὲν οὖν ἐκείνοις τοῖς πρώτοις αἰτίοις ἀδικοίη ἂν ἐναργῶς, εἴ τις ὁτιοῦν τῷ Πορφυρογεννήτῳ προσάψειεν ἔγκλημα· εἰ μή που τὸν πατέρα λέγοι τις ἂν ἀρχηγὸν τῶν τοιούτων, ὃς πλείονα τούτῳ τοῦ δέοντος ἔνεμε τὴν στοργήν. ἐπὶ δέ γε τῷ τρίτῳ οὐκ ἀμιγὴς καθάπαξ εἰπεῖν ἀπαλλάττειν κηλῖδος ὁ ἄνθρωπος δύναιτ' ἄν. εἴτε γὰρ ἀπειρίᾳ κατακολουθήσας τοιαύταις ἐδεδώκει φιλοτιμίαις, αἳ βασιλεῦσι τὰ πλεῖστα προσήκουσιν ἄκων μὲν ἴσως, προσετρίψατο δ' οὖν οὐ μικρὰν ἐντεῦθεν ἑαυτῷ τὴν κηλῖδα τοῦ πταίσματος· εἴτε ᾔδει μὲν καὶ αὐτὸς ὡς οὐκ ἀνύποπτος εἴη τῷ ἀδελφῷ τοσαῦτα φιλοτιμούμενος, ἔπειτ' ἠμέλει τὸν χρόνον ἀφροντίστως διακυβεύων, ἐνταῦθα τῆς αἰτίας τὰ πλεῖστα φέροιτ' ἂν εἰκότως αὐτός. ἐχρῆν γὰρ αὐτὸν εἰ μή τι ἄλλο, ἀλλ' οὖν τοὺς πάλαι τὰ ὅμοια δεδρακότας ἐνθυμηθῆναι πρὸς οἷον ὤλισθον τέλος. καὶ Κῦρος γάρ ποτ' ἐκεῖνος, ὁ ∆αρείου καὶ Παρυσάτιδος, μείζω τῆς ἑαυτοῦ σατραπείας τὸν ὄγκον ἐπιδεικνύμενος εἰς ὑποψίαν καὶ μῖσος ἀνήγειρε τὸν αὐτάδελφον καὶ βασιλέα τὸν Ἀρταξέρξην, ἀφ' ὧν πλέον οὐδὲν ἢ δυστυχὲς ἐτρύγησε τέλος. Ἀντώνιος αὖθις, ὁ τὴν τῆς πλείονος οἰκουμένης ἡγεμονίαν Αὐγούστῳ συμμερισάμενος Καίσαρι, τὰς τοῦ Καίσαρος ἀποστέρξας ὁμολογίας καὶ μείζω τῆς ἑαυτοῦ φιλοτιμησάμενος δόξης, ἀφῄρηται μετὰ τῆς οὔσης ἀρχῆς καὶ τὸ ζῇν· καὶ οὗτός γε μὴν ὁ Πορφυρογέννητος, εἰ καὶ μηδὲν ἐπίβουλον ἐβουλεύσατο, μήθ' ὅπλα καθ' αἵματος συγγενοῦς ἐνεδύσατο, ἀλλ' οὖν καὶ 1.190 ἄλλαις προειληφυίαις οὐ μικραῖς ὑποψίαις πολλὴν προσέθεσαν τὴν ῥοπὴν ἐπελθόντα καὶ ταῦτα· καὶ τὰς τοῦ βασιλέως σφόδρα ἀνέῳξαν ἀκοὰς ἐς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 66

ὑποδοχὴν τῶν διαβολῶν, ὁπόσαι παραπεπήγασι ταῖς ἀταμιεύτοις φιλοτιμίαις. (Ε.) Ἀλλ' ἐπανιτέον τὸν λόγον. ἦν μὲν γὰρ τηνικαῦτα τὰς διατριβὰς ποιούμενος ὁ Πορφυρογέννητος περὶ Λυδίαν τοῖς τε νέοις ἀγαλλόμενος γάμοις καὶ μακραῖς ἀνθῶν ταῖς ἐλπίσι τοῦ βίου. ἠγάγετο γὰρ πρὸ βραχέος ἑαυτῷ γυναῖκα τῶν Ῥαοὺλ θυγατέρων τὴν ψυχῆς καὶ σώματος κάλλος ἀρίστην ἐς τριακοστὸν ἤδη τῆς ἡλικίας χρόνον ἐγγίζων αὐτός· ὅτε καὶ τῷ νεῷ τοῦ Στουδίου λαμπρὸν ἐπιθεὶς τὸν ὄροφον (ἠρήμωται γὰρ ὁ χῶρος ἐκεῖνος παρὰ Λατίνων καὶ μηλόβοτος ἦν ἐκ πολλοῦ) ἔπειτα στεῤῥὸν περιήγαγε φραγμὸν καὶ περίβολον καὶ πολλοῖς τοῖς ἀναλώμασιν εἰς μοναζόντων κατέστησεν ἀσκητήριον, οὐδὲν ἢ μικρὰ τοῦ παλαιοῦ χαρακτῆρος ἀποδέον ἐκείνου. ἐπεὶ δὲ τέως περὶ τὸ Νύμφαιον τῆς Λυδίας ἐτύγχανε τὰς διατριβὰς μετὰ τῆς συζύγου ποιούμενος καὶ διαβολαὶ κατ' αὐτοῦ πρὸς τὸν βασιλέα καὶ ἀδελφὸν λάθρα ἀνηνέχθησαν, ἔδοξε τῷ βασιλεῖ διαβῆναι πρὸς ἕω· τῷ μὲν φαινομένῳ πραγμάτων ἄλλων ἐκεῖθεν καλούντων αὐτόν· τῇ δ' ἀληθείᾳ πρὶν αἰσθέσθαι τὸν ἀδελφὸν ἀψοφητὶ συμπεσεῖν καὶ χειρώσασθαι· ὃ δὴ καὶ γεγένηται. καὶ κρατεῖται μὲν οὑτωσὶ τὴν ταχίστην ὁ Πορφυρογέννητος· κρατοῦνται δὲ καὶ ὅσοι γνησίως ὡμίλουν αὐτῷ, ὧν προὔχων ὑπῆρχε τὰ μάλιστα καὶ πλούτῳ καὶ γένει καὶ στρατηγίαις περιβόητος Μιχαὴλ ὁ Στρατηγόπουλος. αὐτοὶ μὲν οὖν ἐν δεσμω 1.191 τηρίοις καθείργνυνται, ὁ δὲ πᾶς πλοῦτος αὐτῶν ἐς τὸ βασιλικὸν συγκομίζεται ταμιεῖον. ζʹ. Μετ' οὐ πολὺ δ' ἐκεῖθεν ἐπανιόντι τῷ βασιλεῖ παραίτησιν ἔγγραφον δίδωσιν ὁ πατριάρχης Ἀθανάσιος, τέταρτον ἤδη διανύων ἐνιαυτὸν ἐπὶ τοῦ πατριαρχικοῦ θρόνου. ἡ δ' αἰτία πάντων ὁ θόρυβος ἦν ἀρχιερέων καὶ μοναζόντων καὶ λαϊκῶν φέρειν ἐπιπλέον μὴ δυναμένων τὴν ἐκείνου πνευματικὴν σκυθρωπότητα· καὶ διαλοιδορουμένων αὐτῷ ὑπ' ὀδόντα μὲν καὶ λάθρα πρῶτον, ἐκκεκαλυμμένως δ' ἔπειτα καὶ πλὴν σκηνῆς καὶ προσωπείου καὶ ὅσον οὐδέπω διαῤῥήξειν μελλόντων αὐτὸν, εἰ τῶν θρόνων ἐπιπλέον ἀντέχοιτο. ἤλπιζε μὲν οὖν ὁ πατριάρχης βοήθειαν ἕξειν παρὰ τοῦ βασιλέως, ὥστε τοὺς λοιδοροῦντας ἀμύνασθαι· ἐπεὶ δ' ἄπιστα τὰ τῶν ἐλπίδων οὐκ οἶδ' ὅπως εὕρισκε, ζητεῖ καὶ λαμβάνει τοὺς ἀπαθῆ διαφυλάξοντας ἔκ γε τῆς τοῦ πλήθους ὁρμῆς καὶ διασώσοντας εἰς τὸ περὶ τὸν Ξηρόλοφον ἀσκητήριον αὐτοῦ. (Β.) Συνέβη μέντοι, πρὶν αὐτὸν ἀπελθεῖν ἐκεῖσε, πρᾶγμά τι διὰ τὴν τοῦ θρόνου στέρησιν πεπραχέναι σφόδρα τῆς αὐτῷ προσηκούσης ἀνάξιον καταστάσεως· χάρτην γὰρ εἰληφὼς γράμμασιν ἰδίοις ἐκτίθησιν ἐπιτίμιον ἀφορισμοῦ κατὰ πάντων ὁμοῦ βασιλέων τε καὶ ἀρχιερέων καὶ ὅσοι τοῦ ἱερατικοῦ καταλόγου καὶ ὅσοι τῶν ἐν τέλει καὶ ὅσοι τοῦ δήμου, ὅτι μὴ συνεχώρησαν συναποθεῖναι τοῖς θρόνοις τὸν βίον· ὃν δὴ καὶ ὀστράκοις τισὶν ἐνειλήσας ὀπῇ τινι τοίχου τῶν τοῦ μεγίστου νεῶ φέρων ἐμβέ 1.192 βληκε. διετέλεσε μέντοι κρυπτόμενος οὗτος ὁ χάρτης ἐκεῖ ὅλον ἐνιαυτόν. ἔπειτα μειρακίοις τισὶ νεοττιὰς ἐν ταῖς ὀπαῖς ἐρευνῶσιν ὀρνίθων τινῶν ἀπροσδοκήτως εὑρίσκεται δεδεμένος ὀστράκοις· εἶτα ἐμφανίζεται τῷ κλήρῳ τῆς τοῦ θεοῦ Σοφίας· ἐμφανίζεται τῷ βασιλεῖ. ἐκεῖθεν οἱ τῆς φήμης ἀπολαβόντες κώδωνες πάντων περιηχοῦσι τὰς ἀκοάς· πρὸς ὀργὴν ἐκκάονται πάντες· καὶ τάχ' ἂν διεσπάραξαν ἐπιδραμόντες τὸν ἄνθρωπον, εἰ μὴ φθάσας ὁ βασιλεὺς ἀνεχαίτισε τὴν ὁρμήν. (Γ.) Τοῦτο πολὺν προσῆψε τὸν μῶμον Ἀθανασίῳ· καὶ ἅμα τῶν ὑπὲρ αὐτοῦ λαλούντων τὰς γλώσσας συνέστειλε. τὰ γὰρ ἐπιτίμια ταῦτα ἀπειλῆς χάριν ὡς τὰ πολλὰ τοῖς ἱερωμένοις ἐπινενόηται, ὥσπερ τις ῥάβδος παιδευτικὴ κατὰ τῶν μὴ σεμνῶς τοῖς θείοις χρωμένων. διὰ γὰρ τοῦτο καὶ φανερῶς μὲν ἐπιτιμῶσι τοῖς ἁμαρτάνουσιν οἱ κρίνειν εἰδότες ὀρθῶς, ἵν' ἐκφοβήσαντες ἀποστήσωσι τῆς κακίας· κατόπιν δ' ὑπὲρ αὐτῶν θερμὰς ἀναφέρουσι τῷ θεῷ τὰς εὐχὰς, μή πως ἐξαίφνης ὁ θάνατος κεχωρισμένους λαβὼν τοῦ θεοῦ παραπέμψῃ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ δὲ νῦν πεπραγμένον Ἀθανασίῳ ἅπαν ἦν τοὐναντίον. διὸ καὶ τοῦ τῶν εὐλαβῶν δόγματος δόξαν ἀλλότριον μέμψιν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 67

δεσμοὺς ἅπαξ μεταξὺ συμπεσὸν καὶ ὑποσπεῖραν τῇ τοῦ Ἀνδρονίκου ψυχῇ γνώμην οὐ

μάλα ἀνύποπτον κατὰ τοῦ ἀδελφοῦ. (Β.) ∆εύτερον δὲ πρὸς βουλήσεως ἐγεγόνει τῷ

βασιλεῖ καὶ πατρὶ μίαν ἀγαγέσθαι τῷ Πορφυρογεννήτῳ γυναῖκα, τὸν ἔφηβον

παραλλάξαντι, ὁπόσαι τῶν Λατινίδων εὐγενείᾳ προέχουσι, τὴν βελτίστην πασῶν,

ἵνα τῇ ἐφεξῆς περὶ τούτου μελέτῃ πάνυ τοι σύνδρομον εἴη καὶ τοῦτο. ἐβούλετο γὰρ

καὶ μελέτην εἶχε τοῖς σπλάγχνοις ἐμφωλεύουσαν ἐκ πολλοῦ τὸ περὶ Θεσσαλονίκην

τε καὶ Μακεδονίαν μέρος τῆς ὅλης ἡγεμονίας Ῥωμαίων ἀποτεμὼν ἰδίαν ἀρχήν τινα

περιποιήσασθαι τούτῳ καὶ βασίλειον αὐτοκρατορίαν. καὶ εἰ μὴ φθάσας ὁ θάνατος

αὐτὸν ἐξ ἀνθρώπων πεποίηκε, τάχ' ἂν καὶ ἥλιος εἰς ἔργον προβάντα τὰ τῆς μελέτης

ἐγνώριζεν· ἀλλ' οὐκ ὂν καὶ θεῷ πρὸς βουλήσεως, ὡς ἔοικεν, ἐς πέρας ἐκεχωρήκει τὸ

πρᾶγμα δυστυχίας μεστόν. τοῦτο 1.188 δριμυτέραν τὴν τοῦ Ἀνδρονίκου βασιλέως

πεποίηκε γνώμην κατὰ τοῦ ἀδελφοῦ καὶ ὥσπερ ἐκ σπινθῆρος ἀνέφλεξεν εἰς πυρσὸν

τὸ τῆς ψυχῆς ὀργιζόμενον. ἐπεὶ δὲ συνέσεως βαθείας ἐμβρίθεια τὴν τοῦ βασιλέως

Ἀνδρονίκου ψυχὴν περιέθει καὶ δεινὸς ἦν οἰκουροῦσαν ἐπὶ πολὺ συγκρύψαι

δυσμένειαν καὶ πεπλασμένον ἦθος ὡς ἄπλαστον ἐπὶ πλεῖστον προφῆναι, ἐλάνθανεν

ὡς εὐμενῆ περὶ τὸν ἀδελφὸν παραμείβων τὸν χρόνον. (Γ.) Τρίτον, ὃ καὶ μετὰ

θάνατον τοῦ βασιλέως καὶ πατρὸς συνηνέχθη, πλοῦτον ἀθροίζων πολὺν καὶ

ποικίλον, ὁποῖον κατ' ἐνιαυτὸν ἐγεώργει τοῖς τούτου ταμείοις ὁπόσα παρὰ τοῦ

πατρὸς καὶ βασιλέως εἰλήφει πλέθρα κτημάτων, ἅμα ποιμνίοις παμπόλλοις καὶ

βουκολίοις μεγαλοπρεπῶς ἀνήλισκε τοῦτον καὶ πᾶσιν ἀφειδῶς ἐχορήγει τοῖς

προσιοῦσι, μεγάλοις τὸ γένος ὁμοῦ καὶ μικροῖς· καὶ πρός γε κοινωνικὸν τὸ ἦθος καὶ

χάριεν προτιθέμενος ἅπασι μάλα ῥᾳδίως ἑαυτῷ καθάπερ ἀδαμαντίνοις εἶχεν

ἐξαρτωμένους δεσμοῖς. φιλεῖ γὰρ ὡς τὰ πολλὰ τὸ τοῦ ἤθους ὑγρόν τε καὶ μείλιχον,

ἐπειδὰν ἀφ' ὑψηλοτέρων προφαίνηται τῶν προσώπων ῥᾷστα, χειροῦσθαι τὰς

γνώμας ἁπάντων· καθάπερ δὴ καὶ τὰ λαμπρὰ τῶν ἀνθέων ἐν ἔαρος ὥρᾳ, ὁπόσα

χλοάζουσαν καὶ οἷον εἰπεῖν μειδιῶσαν τὴν βαφὴν τῆς χροιᾶς ὑπογράφει, ῥᾳδίως τῶν

παριόντων τὰς ὄψεις ἐφέλκεται. τοιοῦτον μέντοι καὶ τῶν ἐν Ἰνδοῖς σοφιστῶν ἡ

παραίνεσις ὑφηγεῖται τὸν ἄρχειν βουλόμενον· οὕτω γὰρ ἂν τὰ μάλιστά φησι

φιληθείη τοῖς ὑπ' αὐτὸν, ἂν φύσει τούτων ὑπέρτερος ὢν, 1.189 ὁ δ' ἔπειτ' ἐπιεικὴς

ἑκών γε εἶναί σφισιν ὁρᾶται καὶ μέτριος. (∆.) Ἐπ' ἀμφοτέροις μὲν οὖν ἐκείνοις τοῖς

πρώτοις αἰτίοις ἀδικοίη ἂν ἐναργῶς, εἴ τις ὁτιοῦν τῷ Πορφυρογεννήτῳ προσάψειεν

ἔγκλημα· εἰ μή που τὸν πατέρα λέγοι τις ἂν ἀρχηγὸν τῶν τοιούτων, ὃς πλείονα

τούτῳ τοῦ δέοντος ἔνεμε τὴν στοργήν. ἐπὶ δέ γε τῷ τρίτῳ οὐκ ἀμιγὴς καθάπαξ εἰπεῖν

ἀπαλλάττειν κηλῖδος ὁ ἄνθρωπος δύναιτ' ἄν. εἴτε γὰρ ἀπειρίᾳ κατακολουθήσας

τοιαύταις ἐδεδώκει φιλοτιμίαις, αἳ βασιλεῦσι τὰ πλεῖστα προσήκουσιν ἄκων μὲν

ἴσως, προσετρίψατο δ' οὖν οὐ μικρὰν ἐντεῦθεν ἑαυτῷ τὴν κηλῖδα τοῦ πταίσματος·

εἴτε ᾔδει μὲν καὶ αὐτὸς ὡς οὐκ ἀνύποπτος εἴη τῷ ἀδελφῷ τοσαῦτα φιλοτιμούμενος,

ἔπειτ' ἠμέλει τὸν χρόνον ἀφροντίστως διακυβεύων, ἐνταῦθα τῆς αἰτίας τὰ πλεῖστα

φέροιτ' ἂν εἰκότως αὐτός. ἐχρῆν γὰρ αὐτὸν εἰ μή τι ἄλλο, ἀλλ' οὖν τοὺς πάλαι τὰ

ὅμοια δεδρακότας ἐνθυμηθῆναι πρὸς οἷον ὤλισθον τέλος. καὶ Κῦρος γάρ ποτ'

ἐκεῖνος, ὁ ∆αρείου καὶ Παρυσάτιδος, μείζω τῆς ἑαυτοῦ σατραπείας τὸν ὄγκον

ἐπιδεικνύμενος εἰς ὑποψίαν καὶ μῖσος ἀνήγειρε τὸν αὐτάδελφον καὶ βασιλέα τὸν

Ἀρταξέρξην, ἀφ' ὧν πλέον οὐδὲν ἢ δυστυχὲς ἐτρύγησε τέλος. Ἀντώνιος αὖθις, ὁ τὴν

τῆς πλείονος οἰκουμένης ἡγεμονίαν Αὐγούστῳ συμμερισάμενος Καίσαρι, τὰς τοῦ

Καίσαρος ἀποστέρξας ὁμολογίας καὶ μείζω τῆς ἑαυτοῦ φιλοτιμησάμενος δόξης,

ἀφῄρηται μετὰ τῆς οὔσης ἀρχῆς καὶ τὸ ζῇν· καὶ οὗτός γε μὴν ὁ Πορφυρογέννητος, εἰ

καὶ μηδὲν ἐπίβουλον ἐβουλεύσατο, μήθ' ὅπλα καθ' αἵματος συγγενοῦς ἐνεδύσατο,

ἀλλ' οὖν καὶ 1.190 ἄλλαις προειληφυίαις οὐ μικραῖς ὑποψίαις πολλὴν προσέθεσαν

τὴν ῥοπὴν ἐπελθόντα καὶ ταῦτα· καὶ τὰς τοῦ βασιλέως σφόδρα ἀνέῳξαν ἀκοὰς ἐς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

66

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!