Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἡττήθη κατὰ κράτος Ματθαῖος ὁ βασιλεύς, καὶ ἑάλω μὲν αὐτὸς ζῶν, ἑάλωσαν δὲ καὶ οἱ μετ' αὐτοῦ σχεδὸν ἅπαντες, ὅσοι μὴ ξίφους ἔργον ἐν τῇ μάχῃ γεγένηνται. τοῦτο μαθὼν ὁ βασιλεὺς ἄρας ἐκ Λέσβου, ἔνθα τηνικαῦτα τὴν ναυτικὴν διανέπαυε δύναμιν καὶ τὰ πρὸς πολιορκίαν Φωκέων συντείνοντα ἡτοιμάζετό τε καὶ προηυτρέπιζε, πλήρεσιν ἱστίοις καταίρει ἐς τὰ πέριξ Ἀβδήρων ἐπίνεια· καὶ πρέσβεις ἐκεῖθεν πεπομφὼς τῷ τὸν Ματθαῖον κατέχοντι δέσμιον Τριβαλλῷ, καὶ φιλίαν δοὺς καὶ λα 3.565 βών, καὶ δώροις οὐ μικροῖς φιλοφρονησάμενος, εἴληφε. καὶ αὐτὸν μὲν δέσμιον πρὸς Τένεδον πέμπει τὴν νῆσον ὁμοῦ τῇ συζύγῳ, τὰ δὲ τέκνα φυλάττειν παρέχει τῷ ἐπ' ἀδελφῇ γαμβρῷ Λατίνῳ, τῷ τηνικαῦτα Λέσβου τῆς νήσου ἐπιτροπεύοντι. ἔφθη γὰρ πολέμῳ προειληφὼς ὁ βασιλεὺς καὶ τὴν Γρατιανοῦ πόλιν, ἐν ᾗ καὶ ἡ Ματθαίου μετὰ τῶν τέκνων ᾤκει γυνή. ὁπότε παρ' αὐτῇ καὶ γράμματα εὕρηται Βυζαντίων πολλῶν, λάθρᾳ Ματθαίῳ πεμπόμενα πρὶν ἁλῶναι, δεικνύντα τὴν σφῶν πρὸς αὐτὸν εὔνοιαν καὶ στοργήν, καὶ ὅσα ἐπίβουλα κατὰ τοῦ Παλαιολόγου συνεσκευάζοντο. δι' ἃ δὴ καὶ τὴν ἀνὰ χεῖρας ἄλλην σπουδὴν ὁ βασιλεὺς ὑπερθέμενος, τήν τε στολὴν ἤμειψε πρὸς τὸ ἰδιωτικώτερον, καὶ λαθὼν πάντας οἰκείους ἧκε σπεύσας εἰς Βυζάντιον μετὰ μιᾶς τριήρους. καὶ οὐκ ἔγνωσται Βυζαντίων οὐδενὶ πρὶν εἰσελθεῖν εἰς τὰ βασίλεια καὶ τὴν βασιλίδα ἀσπάσασθαι σὺν ἰδιωτικῷ τῷ σχήματι. ταῦτα μαθὼν Ὑρκανὸς ὁ τῆς Βιθυνίας σατράπης βαρβάρων, πρεσβείαις αὐτὸν πυκνοτέραις ἐπιταχύνειν ἠνάγκαζε τὴν ἐπάνοδον ἐλευθερίας ἕνεκα τοῦ υἱέως, εἰ μὴ βούλοιτο σκανδάλων καὶ θορύβων αὖθις ἀρχὴν γεγονέναι κατὰ Ῥωμαίων τὴν αὐτοῦ βραδυτῆτα. σπεύσας οὖν ὁ βασιλεύς, καὶ ὡς ἐνῆν τοὺς ἐν Βυζαντίῳ θορύβους καταστησάμενος ἐς τὸ πάντῃ ἀνύποπτον ἐντὸς ἡμερῶν τεσσαράκοντα, μετὰ μιᾶς τὴν ταχίστην ἀνήχθη 3.566 τριήρους. ἀλλὰ πρὶν ἀναχθῆναι, τὸν Ῥωμαϊκὸν ἐθεᾶτο στόλον ἐς Βυζάντιον καταπλέοντα, οὐδαμῇ κατὰ γνώμην αὐτοῦ, ὅτι μὴ λειποτακτήσαντά τε καὶ πάντας δεσμοὺς προσταγῆς βασιλικῆς ἀπορρήξαντα, καὶ ἐς Βυζάντιον ἐκ Τενέδου παλινδρομήσαντα δι' ἀνάγκην, ὡς ἔφασκον, τῶν ἐπιτηδείων ἄρδην ἐπιλιπόντων ἁπάντων, καὶ μένειν οὐκ ἔτι κατὰ χώραν δυναμένης τῆς ναυτικῆς ἀναρχίας. ὀργισθεὶς οὖν τοῖς ναυάρχοις καὶ τὰ εἰκότα ἐπιτιμήσας διὰ βραχέων (τὸ γὰρ τῆς ὥρας στενὸν οὐ παρεῖχεν εὐρυχωρίαν τῷ πλείονι) τῆς προκειμένης εἴχετο σπουδῆς, τῇ βασιλικῇ ναυαρχίδι μονήρεις δύο μόνας ἐπαγόμενος συμπλεούσας. ἐπεὶ δ' ἄχρι καὶ ἐς Προικόννησον ἦν ἀφιγμένος, ἔδοξεν ἐκεῖθεν δεξιὰν ἐξ ἐφόδου τῷ Ὑρκανῷ πεπομφέναι, τὴν ἐκείνου καρδίαν ἠρεθισμένην εἰς ὑποψίας σκανδάλων ἐξομαλίσουσαν, καὶ πράγμασιν οὐ λόγοις δείξουσαν τὸ τῆς βασιλικῆς γνώμης ἀκήρατον, ὡς δόλος οὐδεὶς μεσιτεύει τοῖς πράγμασιν. μετὰ δὲ ταῦτα πλήρεσιν ἱστίοις ἐς Τένεδον πρῶτον ἀφῖκται, βουλευσόμενος ἐκεῖσε σχολῇ περί τε τοῦ παιδὸς Ὑρκανοῦ καὶ τῶν ὑπὲρ αὐτοῦ Φωκεῦσι δοθησομένων λύτρων, καὶ πρός γε περὶ τοῦ γυναικαδέλφου Ματθαίου, ὃς φρουρούμενος μὲν ἦν τῇ τῶν Τενεδίων ἀκροπόλει, διὰ δ' αὐτὸν νεωτερισμός τις ἐξηχεῖτο λαθραῖος, καὶ ὅσα ἐπὶ τούτοις πράττειν χρεών. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἐφέρετο, καὶ τὸ μετόπωρον ἐν 3.567 τούτοις ἐτελεύτα· ἐγὼ δ' ἐπανάληψιν μετρίαν, ἐνταυθοῖ τοῦ λόγου γενόμενος, ποιήσασθαι βούλομαι τῶν ἄνω που εἰρημένων ὑμῖν περὶ τῶν τοῦ Παλαμᾶ πρὸς ἡμᾶς διαλέξεων, ἵνα μὴ πόρρω που τῆς μνήμης τὸν εἱρμὸν ἐκεῖνον ἀφέντες, λάθωμεν ἀπολωλεκότες τὰ ἀναγκαιότατα τῆς δογματικῆς ὑποθέσεως. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 594

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 595

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.<br />

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.<br />

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.<br />

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.<br />

595

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!