Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

κακοτροπίας τὸν ἔλεγχον· ἔοικε γὰρ ὥσπερ αἰνίγματα συντιθέντι ὁτῳοῦν. διὸ καὶ σκοπεῖν ἔκρινα δεῖν, μήπου ἀποπειρᾶσθαι βούληται Παλαμᾶς, εἰ ἄρα γνώσομαι χαριεντιζομένου αὐτοῦ καὶ σφόδρα λέγοντος ἑαυτοῦ τἀναντία παντάπασιν, ὥσπερ ἂν εἰ ἀντωμοσίαν διαμειψάμενος ἔλεγεν ἄντικρυς, ὅτι ἃ προτείνω καὶ βούλομαι λέγειν, ταῦτα δῆτα οὐ βούλομαι λέγειν, καὶ οἷς ἀπαγορεύω μὴ συμφωνεῖν κακοδόξοις, τούτοις ἐκ τοῦ προφανοῦς συμφωνῶ, παρὰ τοσοῦτον αὐτῶν διιστάμενος παρ' ὅσον αὐτοὺς ἐν κακοῖς ὑπερβάλλω· τῆς γὰρ κακίας ἐπὶ τὸ φιλότιμον κινουμένης, οὐ μάλα βραχεῖαν τὴν παρενθήκην ἐπὶ τοῖς ἐκείνων βλασφήμοις ἐνεδειξάμην ἐγώ, ἵν' οὑτωσὶ περιβόητον κτήσωμαι τοὔνομα· ποιεῖν γὰρ ἤκουσα περιβοήτους οὐ δεξιὰς πράξεις μόνον, ἀλλὰ καὶ κακίαν νικῶσαν πονηρῶν εὐδοκίμησιν. Οὕτως ἄστατος καὶ ἀβέβαιός ἐστι καὶ ἀνέδραστος ἐξ ἀμαθίας, ὡς μήθ' ἃ νοεῖ δύνασθαι λέγειν, μήθ' ἃ λέγει δύνασθαι ξυννοεῖν, ἀλλὰ καὶ οἷς μὲν κοινωνεῖ βλασφημοῦσι, τούτους δοκεῖν ἀποσείεσθαι, οὓς δ' ἀποσείεται, τούτοις δοκεῖν κοινωνεῖν, καὶ ἄμφω μὲν λοιδορεῖν ἀμφοῖν δὲ συμφωνεῖν. καὶ οὐκ οἶδ' ὁπότερον μὲν τῶν κακῶν ἀποσείεται μάλιστα πάντων, ὁποτέρῳ δ' αὖ σπένδεται μάλιστα πάντων· πάντα 3.477 μὲν γὰρ ὅσα οἱ λεχθείη, μεστὰ κακῶν, πάντα δ' ὅσα οἱ γνωσθείη, γέμει νυκτός. βεβαίου δὲ καὶ ἀβεβαίου πέρι, οὔτε θάτερον οὔτ' οὐδέτερον οὔτ' ἀμφότερον εὕροι τις ἂν ἐρριμμένον ἢ ἀνειλημμένον ἐς τὸ ὁπωσδηποτοῦν σαφὲς τἀνδρί. οὕτω πρὸς ἄτοπόν τι καὶ τερατῶδες ὁ γεννάδας μεταπέπλασται χρῆμα· ἐκ μὲν γὰρ τοῦ ὁμοδοξεῖν τοῖς εἰκονομάχοις σπένδεται μὲν καὶ χαίρει τοῖς αὐτὸς αὐτοῖς· ἐκ δ' αὖ τοῦ δεδιέναι μὴ καὶ τοῖς αὐτοῖς ἀναθέμασιν ἔνοχος γένηται ζῶν, ἐναλλάσσειν ἔνια ἐνίοτε δοκεῖ, πλὴν οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ' ἐπὶ τὸ μάλα γέ τι σφόδρα χείριστον· ὃ μὲν γὰρ ἐκεῖνοι περὶ τοῦ φωτὸς ἐκείνου τὴν εἰς ἄκτιστον μεταβολὴν τοῦ σώματος βεβλασφημήκεσαν, τούτῳ καὶ αὐτὸς συμφωνεῖ, ὃ δ' ἐκεῖνοι φύσιν ἥκιστ' ἔχειν εἶναι ἐνόμισαν, τοῦτο δὲ προσέθηκε τολμήσας οὗτος, τὸ δευτέραν δηλαδὴ καὶ ὑφειμένην καὶ ἀνούσιον καὶ ἅμα ἄκτιστον θεότητα τὸ φῶς ὑπάρχειν ἐκεῖνο. ὥσθ' ἃ μὲν ἐκείνοις συμφωνεῖ, πάντως ἐκείνων οὐκ ἀπολείπεται· ἃ δ' ἐκεῖνοι μήπω φάναι τετολμήκεσαν, τούτοις δὲ νενίκηκεν αὐτοὺς εἰπὼν αὐτός. ἡδέως δ' ἂν καὶ ἐρέσθαι βουλοίμην αὐτὸν εἰ δύναιτό τις τὰ τῶν εἰκονομάχων τιμῶν μὴ εἶναι εἰκονομάχος· ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἰ παρελθὼν διετείνετό τις κιθαρῳδοὺς μὲν εἶναι, κιθάραν δ' οὔ, καὶ οὐρανίους μὲν ἀστέρας, οὐρανὸν δ' οὔ, καὶ γήινα μὲν πράγματα, γῆν δ' οὐδαμῇ. τί φῄς, ἄνθρωπε; δυοῖν γὰρ 3.478 πάντως νοεῖν δίδως ἡμῖν θάτερον· ἢ γὰρ μαίνῃ, ἢ πάντας μαινομένους εἶναι λογίζῃ. τοῦτο δ' οὐχ ἡμῶν ἀλλὰ σοῦ γε τὸ πάθος, καθάπερ δήπουθεν καὶ εἰ μεθύων τις πάντα τινά, ὅτῳ ἂν συναντῴη, διπλοῦν τινὰ ἀνθ' ἑνὸς ὁρᾶν ἐδόκει, οὐ τῶν ὁρωμένων ἂν τὸ τῆς ἀπάτης πάθος ἦν, ἀλλὰ τοῦ σφαλερῶς ὁρῶντος· πάντες γὰρ ἂν μοναδικῶς ὑπῆρχον ἀριθμούμενοι καθ' ἕκαστον ἐκεῖνοι. προύθετο μὲν γὰρ δεῖξαι ὃ τοῖς ἀρχιερεῦσιν ἐκείνοις καὶ γραμματεῦσιν αὐτὸς ζητηθῆναι φησί· λέγω δὴ τοὺς ἁγίους παραγαγεῖν εἰς μέσον οἳ τὸ φανὲν ἐπὶ τῆς τοῦ κυρίου μεταμορφώσεως φῶς ἄκτιστον μὲν εἶναί φασιν, οὐκ οὐσίαν δὲ θεοῦ, ἀλλ' ἀνούσιόν τε καὶ ἀνυπόστατον. εἶθ' ὥσπερ ἐκλαθόμενος αὐτὸς ἑαυτοῦ, τὸ μὲν ζητούμενον, καὶ ᾧ πολλή τις περικέχυται ἀμφισβήτησις, καὶ περὶ ὃ τῆς ὅλης τῶν δογμάτων συγχύσεως ἡ πρόφασις ἕστηκε, τοῦτο μὲν παρέδραμε σιγῇ· περὶ οὗ δ' οὐκ ἦν ἀμφισβήτησις οὐδεμία, καὶ ᾧ οὐδ' ἂν αὐτὸς ὁ πάσης κακίας γεννήτωρ διάβολος τολμήσειεν ἀντειπεῖν, τούτῳ δὲ κομίζειν δῆθεν ἐπείγεται συστατικὰς μαρτυρίας, ἵνα τι λέγειν δόξῃ τισί. τίς γάρ ποτ' εὐσεβῶς αἱρούμενος ζῆν εἶπέ ποτε ἢ λέγει, ἢ δύναιτ' ἄν ποτ' εἰπεῖν, ὡς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ θεοῦ, κἀκείνου τὴν φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσε, βοώντων ἁπάντων ἀκούων ταυτὶ μὴ ὅτι προφητῶν, ἀλλὰ καὶ οἷς ἐγγυτέρω πολλῷ διδασκάλοις ἡμῶν γεγονέναι συμπέπτωκεν. οἳ τά τ' 3.479 ἄλλα φάσκουσι, καὶ μὲν δὴ καὶ ὡς εἴ τις ἔγνω θεὸν ἢ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 564

ἐγνωκέναι μεμαρτύρηται, τοσοῦτον ἔγνω ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος· καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη οὐ τῇ ἀληθείᾳ, τῇ δὲ τοῦ πλησίον δυνάμει παραμετρούμενον. Ἀλλ' ὁ Παλαμᾶς τῇ μὲν ἀληθείᾳ μαχόμενος, οὐ δυνάμενος δ' ἀντειπεῖν, οὐδ' ἀποφυγὴν οὐκ ἔχων οὐδεμίαν οὐδαμῇ, πρὸς λαβυρινθώδεις εὐθὺς ὁρᾷ καταδύσεις, καὶ οὐδ' αἰσθέσθαι δύναται ὅτι τοῦτ' ἐστὶν ὃ μάλιστα πάντων ἐπ' αὐτοφώρῳ τοῦτον καταδικάζει, μηδὲν τῶν εὐλόγων ἔχοντα τοῖς αὐτῷ παρανομουμένοις χαρίζεσθαι. τὸ γὰρ λέγειν μὲν ἃ μηδεὶς ἐζήτησε πώποτε πρόδηλα ὄντα, σιγᾶν δ' ἃ προύθετό τε καὶ ἐπηγγείλατο λέγειν αὐτὸς οὐδενὸς ἀναγκάζοντος, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις μηδενὸς ἀγνοοῦντος παρελθὼν ἐπηγγέλλετο μὲν λέγειν τί ἔστι ἄνθρωπος, ἔπειτα λέγειν ἀρξάμενος, ὃ μὲν ἐστὶν ἄνθρωπος εἰπεῖν οὐκ εἶχεν, ἃ δ' οὔκ ἐστιν ἄνθρωπος, πάντα σωρηδὸν ἀπηρνεῖτο μὴ εἶναι, βοῦν καὶ ἵππον δηλαδὴ καὶ κύκνον καὶ κορώνην, καὶ ὁπόσα τὸν ὑγρὸν ἐν θαλάττῃ διάγει βίον. ἔπειτα καὶ βραχείας κομίζει ῥήσεις Μαξίμου τοῦ θείου, μηδ' αὐτὰς λελοιπὼς ἀπαθεῖς μηδὲ τῆς αὐτῷ συνήθους ἄνευ παραφθορᾶς· πῶς γὰρ ἂν ὁ ἀνὴρ ἀρνηθείη πάθος ἤδη παλαιωθὲν καὶ μήκει χρόνου βεβαιωθὲν 3.480 καὶ οἷον εἰς φύσιν τούτῳ μεταβληθέν; διελὼν γὰρ διχῇ τὸ συνεχὲς τῆς ἐννοίας, καὶ θάτερον ὑφελόμενος τμῆμα, ἡμίεργόν τινα καὶ ἀτελῆ τὴν τοῦ λόγου καταλέλοιπεν ἑκατέρωθεν ἑκατέρωθι φύσιν, οὐκ οἶδ' ὁπότερον, εἴτ' ἐξ ἀμαθίας ἡλικιώτιδος, εἴτε βλάβην ὑπωπτευκὼς ἑαυτῷ. ὅμως αὐτὰ δήπουθεν ἃ διῄρηται αὐτῷ, παραχθέντα μηνύσει τὸ δρᾶμα, τῆς διαιρέσεως ἐξωσθείσης. ἔχει γὰρ οὑτωσίν. "ὁ τοῖς οὖσι μὴ κατ' οὐσίαν ὑπάρχων μεθεκτός, κατ' ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ' οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται." ἐνταῦθά οἱ τὸ κατ' οὐσίαν κρύφιον ἀκούσαντι ἀποχρῶν ἐνομίσθη μὴ πλέον ζητεῖν· λυσιτελεῖν γὰρ μᾶλλον ἔδοξε τουτί, μονωθὲν τῶν ἑξῆς, πρός γε τὸ ἀνούσιον ἐλλελεῖφθαι τὸ τηνικαῦτα γενόμενον ἐκεῖνο φῶς ἐξαίφνης ἐν ὄρει τῷ Θαβωρίῳ πρὸς τοῦ σωτῆρος Χριστοῦ καὶ ἐκστὰν τοῦ κατ' οὐσίαν κρυφίου ὄντος καὶ μηδόλως ἐξισταμένου, ἵν' ὡς ἐξ ὁρμητηρίου δῆθεν τῆς τοῦ ἁγίου ταύτης γραφῆς δύο κηρύττῃ θεότητας ἀκτίστους καὶ διαφόρους ἀλλήλων. Ἔγνωτε, ὦ οὗτοι, κἀντεῦθεν, πῶς τῆς ὁμοίας ἔχεται κακοηθείας ὁ Παλαμᾶς πανταχῇ. δυοῖν γὰρ κἀνταῦθά οἱ γίνεται θάτερον· ἢ γὰρ δι' ἀμαθίαν οὐδαμῇ συνίησι τῶν λεγομένων, ἢ συνιεὶς διὰ τρόπων ὅμως φαυλότητος τὴν Μαξίμου τοῦ θείου καπηλεύει διάνοιαν· ὁ μὲν γὰρ ἅγιος τὸν τῆς ἐνταυθοῖ διειλημμένης αὐτῷ μεθέξεως τρόπον, καθ' ὃν 3.481 θέλων, φησίν, ὁ θεὸς μετέχεται, αὐτῷ μόνῳ δείκνυσιν εἶναι καταληπτὸν τῷ θεῷ, τοῖς δ' ἄλλοις πᾶσιν ἀνέκφαντον· ὁ δὲ Παλαμᾶς φαινομένην τοῦτον καλῶν ἐνέργειαν, τὴν τοῦ ἁγίου διαστρέφει διάνοιαν, κακομηχάνως μετοχετεύων εἰς ἃ μὴ δεῖ. ἐκεῖνο δὲ πῶς οὐκ ἀναιδές, τῷ μὲν Ἕλληνι Πρόκλῳ, καὶ πάνθ' ὁμοδόξῳ Πλάτωνος, ὁμοδοξεῖν μὲν καὶ ἀλλαχῇ πολλαχῇ, καθὰ καὶ πρόσθεν ἡμῖν κατὰ τῶν πρόσθεν αὐτοῦ βλασφημιῶν ἐν ταῖς προτέραις ἡμῶν ἀντιρρήσεσιν ἀποδέδεικται, ἔπειτα μηδὲ νῦν ἐπὶ τῆσδε τῆς ἐκείνου κοινωνίας ἐκλελῆσθαι ἐνταῦθα; λέγει γάρ που ταῖς αὐτοῦ καὶ Πρόκλος θεολογικαῖς ἐμφιλοσοφῶν ἀποδείξεσιν, ὅτι πᾶν τὸ μετέχον τοῦ μετεχομένου καταδεέστερον καὶ τὸ μετεχόμενον τοῦ ἀμεθέκτου· τὸ γὰρ μετέχον πρὸ τῆς μεθέξεως ἀτελὲς ὄν, τέλειον δὲ τῇ μεθέξει γινόμενον, δεύτερόν ἐστι πάντως τοῦ μετεχομένου, καθὸ τέλειόν ἐστι μετασχόν· ὃ γὰρ ἀτελὲς ἦν, κατὰ τοῦτο τοῦ μετασχεθέντος, ὃ ποιεῖ τέλειον αὐτό, καταδεέστερον. τὸ δὲ μετεχόμενον, τινὸς ὂν καὶ οὐ πάντων, τοῦ πάντων ὄντος καὶ οὐ τινὸς πάλιν ὑφειμένην ἔλαχεν ὕπαρξιν· τὸ μὲν γὰρ τῷ πάντων αἰτίῳ συγγενέστερον, τὸ δὲ ἧττον συγγενές. ἡγεῖται ἄρα τὸ μὲν ἀμέθεκτον τῶν μετεχομένων, ταῦτα δὲ τῶν μετεχόντων. Ὁρᾷς πῶς καὶ Πρόκλος ἐκεῖνος ὁ τοῖς εἰδώλοις προσκείμενος τρεῖς παραδίδωσι τάξεις, καὶ τῇ μὲν πρώτῃ τὸ ἀμέ 3.482 θεκτον ἀπονέμει καὶ τέλειον καὶ ἡγούμενον εἴτουν ὑπερκείμενον, τῇ δὲ δευτέρᾳ τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 565

κακοτροπίας τὸν ἔλεγχον· ἔοικε γὰρ ὥσπερ αἰνίγματα συντιθέντι ὁτῳοῦν. διὸ καὶ

σκοπεῖν ἔκρινα δεῖν, μήπου ἀποπειρᾶσθαι βούληται Παλαμᾶς, εἰ ἄρα γνώσομαι

χαριεντιζομένου αὐτοῦ καὶ σφόδρα λέγοντος ἑαυτοῦ τἀναντία παντάπασιν, ὥσπερ

ἂν εἰ ἀντωμοσίαν διαμειψάμενος ἔλεγεν ἄντικρυς, ὅτι ἃ προτείνω καὶ βούλομαι

λέγειν, ταῦτα δῆτα οὐ βούλομαι λέγειν, καὶ οἷς ἀπαγορεύω μὴ συμφωνεῖν

κακοδόξοις, τούτοις ἐκ τοῦ προφανοῦς συμφωνῶ, παρὰ τοσοῦτον αὐτῶν

διιστάμενος παρ' ὅσον αὐτοὺς ἐν κακοῖς ὑπερβάλλω· τῆς γὰρ κακίας ἐπὶ τὸ

φιλότιμον κινουμένης, οὐ μάλα βραχεῖαν τὴν παρενθήκην ἐπὶ τοῖς ἐκείνων

βλασφήμοις ἐνεδειξάμην ἐγώ, ἵν' οὑτωσὶ περιβόητον κτήσωμαι τοὔνομα· ποιεῖν γὰρ

ἤκουσα περιβοήτους οὐ δεξιὰς πράξεις μόνον, ἀλλὰ καὶ κακίαν νικῶσαν πονηρῶν

εὐδοκίμησιν. Οὕτως ἄστατος καὶ ἀβέβαιός ἐστι καὶ ἀνέδραστος ἐξ ἀμαθίας, ὡς μήθ' ἃ

νοεῖ δύνασθαι λέγειν, μήθ' ἃ λέγει δύνασθαι ξυννοεῖν, ἀλλὰ καὶ οἷς μὲν κοινωνεῖ

βλασφημοῦσι, τούτους δοκεῖν ἀποσείεσθαι, οὓς δ' ἀποσείεται, τούτοις δοκεῖν

κοινωνεῖν, καὶ ἄμφω μὲν λοιδορεῖν ἀμφοῖν δὲ συμφωνεῖν. καὶ οὐκ οἶδ' ὁπότερον

μὲν τῶν κακῶν ἀποσείεται μάλιστα πάντων, ὁποτέρῳ δ' αὖ σπένδεται μάλιστα

πάντων· πάντα 3.477 μὲν γὰρ ὅσα οἱ λεχθείη, μεστὰ κακῶν, πάντα δ' ὅσα οἱ

γνωσθείη, γέμει νυκτός. βεβαίου δὲ καὶ ἀβεβαίου πέρι, οὔτε θάτερον οὔτ' οὐδέτερον

οὔτ' ἀμφότερον εὕροι τις ἂν ἐρριμμένον ἢ ἀνειλημμένον ἐς τὸ ὁπωσδηποτοῦν σαφὲς

τἀνδρί. οὕτω πρὸς ἄτοπόν τι καὶ τερατῶδες ὁ γεννάδας μεταπέπλασται χρῆμα· ἐκ

μὲν γὰρ τοῦ ὁμοδοξεῖν τοῖς εἰκονομάχοις σπένδεται μὲν καὶ χαίρει τοῖς αὐτὸς αὐτοῖς·

ἐκ δ' αὖ τοῦ δεδιέναι μὴ καὶ τοῖς αὐτοῖς ἀναθέμασιν ἔνοχος γένηται ζῶν,

ἐναλλάσσειν ἔνια ἐνίοτε δοκεῖ, πλὴν οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ' ἐπὶ τὸ μάλα γέ τι

σφόδρα χείριστον· ὃ μὲν γὰρ ἐκεῖνοι περὶ τοῦ φωτὸς ἐκείνου τὴν εἰς ἄκτιστον

μεταβολὴν τοῦ σώματος βεβλασφημήκεσαν, τούτῳ καὶ αὐτὸς συμφωνεῖ, ὃ δ' ἐκεῖνοι

φύσιν ἥκιστ' ἔχειν εἶναι ἐνόμισαν, τοῦτο δὲ προσέθηκε τολμήσας οὗτος, τὸ δευτέραν

δηλαδὴ καὶ ὑφειμένην καὶ ἀνούσιον καὶ ἅμα ἄκτιστον θεότητα τὸ φῶς ὑπάρχειν

ἐκεῖνο. ὥσθ' ἃ μὲν ἐκείνοις συμφωνεῖ, πάντως ἐκείνων οὐκ ἀπολείπεται· ἃ δ' ἐκεῖνοι

μήπω φάναι τετολμήκεσαν, τούτοις δὲ νενίκηκεν αὐτοὺς εἰπὼν αὐτός. ἡδέως δ' ἂν

καὶ ἐρέσθαι βουλοίμην αὐτὸν εἰ δύναιτό τις τὰ τῶν εἰκονομάχων τιμῶν μὴ εἶναι

εἰκονομάχος· ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἰ παρελθὼν διετείνετό τις κιθαρῳδοὺς

μὲν εἶναι, κιθάραν δ' οὔ, καὶ οὐρανίους μὲν ἀστέρας, οὐρανὸν δ' οὔ, καὶ γήινα μὲν

πράγματα, γῆν δ' οὐδαμῇ. τί φῄς, ἄνθρωπε; δυοῖν γὰρ 3.478 πάντως νοεῖν δίδως ἡμῖν

θάτερον· ἢ γὰρ μαίνῃ, ἢ πάντας μαινομένους εἶναι λογίζῃ. τοῦτο δ' οὐχ ἡμῶν ἀλλὰ

σοῦ γε τὸ πάθος, καθάπερ δήπουθεν καὶ εἰ μεθύων τις πάντα τινά, ὅτῳ ἂν συναντῴη,

διπλοῦν τινὰ ἀνθ' ἑνὸς ὁρᾶν ἐδόκει, οὐ τῶν ὁρωμένων ἂν τὸ τῆς ἀπάτης πάθος ἦν,

ἀλλὰ τοῦ σφαλερῶς ὁρῶντος· πάντες γὰρ ἂν μοναδικῶς ὑπῆρχον ἀριθμούμενοι καθ'

ἕκαστον ἐκεῖνοι. προύθετο μὲν γὰρ δεῖξαι ὃ τοῖς ἀρχιερεῦσιν ἐκείνοις καὶ

γραμματεῦσιν αὐτὸς ζητηθῆναι φησί· λέγω δὴ τοὺς ἁγίους παραγαγεῖν εἰς μέσον οἳ

τὸ φανὲν ἐπὶ τῆς τοῦ κυρίου μεταμορφώσεως φῶς ἄκτιστον μὲν εἶναί φασιν, οὐκ

οὐσίαν δὲ θεοῦ, ἀλλ' ἀνούσιόν τε καὶ ἀνυπόστατον. εἶθ' ὥσπερ ἐκλαθόμενος αὐτὸς

ἑαυτοῦ, τὸ μὲν ζητούμενον, καὶ ᾧ πολλή τις περικέχυται ἀμφισβήτησις, καὶ περὶ ὃ

τῆς ὅλης τῶν δογμάτων συγχύσεως ἡ πρόφασις ἕστηκε, τοῦτο μὲν παρέδραμε σιγῇ·

περὶ οὗ δ' οὐκ ἦν ἀμφισβήτησις οὐδεμία, καὶ ᾧ οὐδ' ἂν αὐτὸς ὁ πάσης κακίας

γεννήτωρ διάβολος τολμήσειεν ἀντειπεῖν, τούτῳ δὲ κομίζειν δῆθεν ἐπείγεται

συστατικὰς μαρτυρίας, ἵνα τι λέγειν δόξῃ τισί. τίς γάρ ποτ' εὐσεβῶς αἱρούμενος ζῆν

εἶπέ ποτε ἢ λέγει, ἢ δύναιτ' ἄν ποτ' εἰπεῖν, ὡς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ θεοῦ,

κἀκείνου τὴν φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσε, βοώντων ἁπάντων ἀκούων ταυτὶ μὴ ὅτι

προφητῶν, ἀλλὰ καὶ οἷς ἐγγυτέρω πολλῷ διδασκάλοις ἡμῶν γεγονέναι

συμπέπτωκεν. οἳ τά τ' 3.479 ἄλλα φάσκουσι, καὶ μὲν δὴ καὶ ὡς εἴ τις ἔγνω θεὸν ἢ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

564

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!