Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

οὐκ οἴκοθεν ἐμοῦ διηγουμένου, ἀλλὰ τοῦ μεγάλου πατρὸς καὶ διδασκάλου τῆς τοῦ θεοῦ ἐκκλησίας, οὗ τὸ ἀξιόπιστον μηδ' αὐτὸν οἶμαι παραλογίσασθαι τὸν διάβολον, μὴ οὐκ ἀληθῆ λέγειν, οὐχ ὅτι σοφίᾳ πάσῃ τῇ τε θύραθεν καὶ ὅση τῆς καθ' ἡμᾶς εὐσεβείας ὁ μέγας κεκόσμηται, ἀλλ' ὅτι καὶ ὅση κατὰ θεὸν ἀρετή, τελείως ἐξήσκησε πᾶσαν καὶ πρὸς τὸ ἀκρότατον ταύτης ἀφίκετο, ὡς πάντα προέσθαι ῥᾳδίως, μὴ ὅτι γε ὅσα τοῦ σώματος εἴη ἐκτός, ἀλλὰ καὶ αὐτό γε τὸ σῶμα τῆς θείας ἕνεκεν ἀγάπης εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους προδοῦναι προθύμως, ὡς ἀνωτέρω προέφημεν. ὅτι δὲ καὶ ἀσεβῶς τὰ σφίσι νομισθέντα νενόμισται, δῆλον καὶ τοῦτ' ἐκ τῶν αὐτοῦ σοφῶν καὶ ἀναντιρρήτων γέγονεν ἀποδείξεων. καίτοι διὰ τὰς περιεστηκυίας κἀμὲ πρὸς τῶν διωκτῶν συμφορὰς οὐδ' ἔσχον ὅπως ὑπ' αὐτῶν κλαπείσας τὰς ἐκείνου βίβλους παμπόλλους οὔσας ἀνειληφώς, ἐξ ὧν καὶ ὅθεν πολλάκις ἀναλαμβάνων πρότερον ἐθεώρουν, προθεῖναι νῦν ἡμῖν τὰ πολλῷ τῶν εἰρημένων πλείω 3.470 τε καὶ ἐναργέστερα, ὡς πᾶσι γνωσθῆναι τελεώτερον τῆς τε ἀσεβείας ἐκείνων τὸ μέγεθος καὶ τοῦ θείου τοῦδε ἀνδρὸς τῆς σοφίας τὸ περιὸν καὶ τοῦ πρὸς εὐσεβείαν ζήλου τὸ σφόδρα διάπυρον. Τούτων ἐκεῖνοι τέως αὐτήκοοι γενόμενοι ἀντιλέγειν μὲν ἐκ τοῦ εὐθέος ἥκιστα εἶχον· οὐδ' ἦν εὐπορία γραφικῶν ἀποδείξεων σφίσι. διὸ καὶ ἐς τὸν δεύτερον καταπεφεύγασι πλοῦν, καὶ κανόνα καὶ νόμον ἑαυτοῖς τὸν παράνομον προύφερον τόμον ἐκεῖνον τὸν λῃστρικόν, καὶ τὰ περὶ τῆς τοῦ κυρίου μεταμορφώσεως ἐκεῖ τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν ἀσεβῶς κυρωθέντα διὰ στόματος ἦγον· πρὸς οὓς ὁ Γρηγορᾶς "εἶτα οὐδὲ νοῦς τις ἔπεισι" φησὶν "ὑμῖν, ὀψὲ γοῦν αἰσθέσθαι ὡς μείζω τὰ δίκτυα πλέκετε νῦν κατὰ τῆς νέας εἰκονομαχίας τοῦ Παλαμᾶ δι' ὧν εἰσάγετε νῦν, ὡς δειχθήσεται. ἔξεστι μὲν γὰρ καὶ ὑμῖν δήπου παρεξετάζουσιν ἐκ τῶνδε συνορᾶν ὡς καὶ αὐτὸς τὰ αὐτὰ τοῖς αὐτοῦ βλασφημεῖ, εἴ τι ὁρῴη τὰς τῆς κακίας ῥίζας αὐτὰς καὶ τὴν πρώτην βλάστην· ἔξεστι δ' οὐχ ἧττον συνορᾶν καὶ ὅσην αὐτὸς πεποίηται τὴν προσθήκην, βλάστῃ βλάστην ἐφευρὼν καὶ ἀνομίαν ἐπενεγκὼν ἀνομίᾳ. ἢν δέ τι καὶ πρὸς ἐντελεστέραν ἀντίληψιν ἔτι λείπηται, ἐγὼ λοιπὸν" φησὶν "ἀναλαβὼν καὶ νῦν θρηνήσω τὸν νεκρόν μου· ἐγὼ καὶ κλαύσομαι πικρῶς ἐπὶ τὸ σύντριμμα τοῦ γένους μου, κατεπᾴδων καὶ προσεπάγων τὰ ἐκ τῶν θείων γραφῶν φάρμακα, καὶ ταῦτα προσάντη δυσχέρειαν ἔχων οὐ μάλα τι 3.471 σφόδρα ἠγνοημένην ὑμῖν. καὶ τοίνυν ἐπὶ τὴν τῆς μεταμορφώσεως πανήγυριν μέτειμι νῦν καὶ αὐτὸς δι' ὑμᾶς, λογικῷ φραγγελίῳ τελεώτερον τὰς θεοκαπήλους ἐξελάσων κἀκεῖθεν βωμολοχίας τοῦ δυσσεβοῦς Παλαμᾶ, ἐπεὶ καὶ αὐτὸς τὴν αὐτὴν ἑορτὴν ἐποιήσατο πρόφασιν τῆς αὐτοῦ κακίας, σκοτεινὸς περὶ τὸ φῶς ἐκεῖνο κατὰ τοὺς εἰκονομάχους, ὡς ἔφθημεν εἰρηκότες, γενόμενος καὶ αὐτός, καὶ ταῖς εἰωθυίαις αὐτῷ βωμολοχίαις τε καὶ συκοφαντίαις ἐμβαλὼν καὶ αὐτό, καὶ ἅμα ὁπόσα περὶ αὐτοῦ τῶν ἁγίων οἱ πλείους εἰρήκεσαν, τὸν ἐνόντα διεφθαρκὼς νοῦν καὶ ἀνατετροφὼς ὁ νοῦν καὶ φρένας διάστροφος καὶ πάντα πάντῃ διεφθορώς, καὶ παραπλήσιον δρῶν καὶ αὐτὸς τοῖς τε νυκτικόραξι καὶ νυκτερίσι καὶ ταῖς γλαυξίν· ὡς γὰρ ταυτὶ τὰ ὄρνεα τὸν μὲν τοῦ παντὸς ὀφθαλμόν, τὸν τοῦ οὐρανίου πέπλου λέγω λυχνίτην ἥλιον, ὄψεων ἀτονίᾳ βλέπειν ὅλως οὐ δυνάμενα τὸ μὲν φῶς ἡγεῖται σκότος τὸ δὲ σκότος φῶς, οὕτω δῆτα καὶ αὐτὸς τοὺς τῆς διανοίας τόνους κεκλασμένους ἔχων καὶ σφόδρα ἀδρανεῖς, καὶ διὰ σκότους ἰὼν ἀμαθίας, συλᾷ καὶ διαστρέφει πρὸς τὸ οἰκεῖον σκότος γραφῆς ἁπάσης αὐγήν, ἐπεὶ μὴ ἀντιβλέπειν ὅλως εἰς τὸ τῆς ἀληθείας φῶς ἡ νυκτερινοὺς ἄντικρυς ὀφθαλμοὺς κεκτημένη κακότροπος δύναται νυκτερίς. ἐγὼ μὲν οὖν τῶν πάλαι βίβλων τῆς αὐτοῦ μεμνημένος κακίας, μικρὰ μικροῖς ἐδεδώκειν ἐλέγχοις ἐνίοτε· ἐκ πολλοῦ γὰρ μιμητῇ γεγονότι τἀνδρὶ τῆς τῶν εἰκονομάχων αἱρέσεως λίθος αὐτῷ προσκόμματος ἐγεγόνει τὸ φῶς ἐκεῖνο· καὶ μάλα μὲν σκοτεινοὺς εὐ 3.472 θὺς καὶ αὐτὸς ἐξηρεύξατο λόγους περὶ φωτὸς ἐπιγράψας, μάλα δ' ἡμῖν πολλὴν παρέσχε τὴν ὕλην ἐξ ἀντιρρόπου γράφουσιν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 562

ἐλέγχειν αὐτὸν τηνικαῦτά τε καὶ κατὰ διαστήματα διηνεκῶς ἐκεῖθεν καιρικά, ὡς εἶναι καὶ ταῦτα ἃ νῦν ἐφ' ὑμῶν μοι διεξιέναι συμπέπτωκε, τῆς πάλαι κακίας αὐτοῦ μικρά τινα ὑπομνήματα. Ἀλλὰ φέρε καὶ νῦν τὸν παράνομον ἀνελίξαντες ἐκεῖνον τόμον, τὰς νέας ἡμῖν παρανάγνωτε βλασφημίας αὐτοῦ, ὁπόσας δὴ καὶ οἵας κἀν τῷδε περὶ τῆς τοῦ κυρίου διεξεληλύθει μεταμορφώσεως, ἵνα καὶ ἄμφω σαφέστερον γνῶμεν, τίνα ποτ' αὐτῷ καὶ ὁποίαν εἴργασται τὴν ἀλλοίωσιν ὁ πάντα κινῶν καὶ μεταβάλλων χρόνος, καὶ ὁποτέρῳ μέρει φέρων ἐκεῖθεν προσένειμεν οὗτος αὐτόν, δυοῖν τε ὄντοιν ἀεὶ καὶ τῷ βίῳ δημοσίᾳ ἐμπολιτευομένοιν, τοῦ τε χείρονος, ᾧ πάλαι φέρων αὐτὸς ἑαυτὸν ἐθελοντὴν παρέσχετο λατρευτήν, καὶ αὖ τοῦ βελτίονος, οὗ φυγάδα καὶ δραπέτην ἔδειξεν ἐθελοντὴν ἐκεῖθεν ἑαυτόν. ἀλλὰ λεληθέναι μοι δοκεῖ καὶ ὁ χρόνος αὐτὸς ἑαυτόν, τὴν ἑαυτοῦ μᾶλλον αὐτὸς περιτρέψας ἐνταῦθα φύσιν ἢ τὴν τοῦ Παλαμᾶ κακίαν. τῷ γὰρ καθάπαξ εἰς βάθος ἐμπεπτωκότι κακῶν παγχάλεπον εἶναι ῥᾳδίως παλινδρομεῖν ἐς τὸ πάνυ τι βέλτιον, εὐκτὸν δ' ἂν ἦν εἰ καὶ βραχεῖαν τὴν ἐκ τοῦ χείρονος ἐποιεῖτο ἀνάδυσιν, ὁπόθεν ἐστὶ καὶ ὁτῳοῦν ἀρχομένῳ ἐλπὶς ὀψὲ γοῦν ἐς τὸν μεταξὺ τοῦ χείρονός τε καὶ βελτίονος χῶρον κατὰ μικρὰ καὶ συχνὰ ποιουμένῳ κινήματα τὴν ἐπιστροφὴν ἀφικέσθαι. οὔτε γὰρ τῷ 3.473 κυρτῷ πρὸς τὸ κοῖλον ὁμόσε, οὔτε μὴν τῷ μέλανι πρὸς τὸ λευκὸν δραμεῖν εὐθὺς εὐχερὲς ἐν οἷς ἐπεφύκει, πρὶν τοῦ μέσου τυχεῖν, ἐκεῖ μὲν τοῦ εὐθέος, ἐνταυθοῖ δὲ τοῦ φαιοῦ. ἐκεῖθεν γὰρ ἔπειτα ῥοπῆς ἐπὶ τὸ βέλτιον ἀμοιβαδὸν ἀεὶ γινομένης ἀφίκοιτ' ἄν τις ἴσως καὶ ἐς αὐτὸ τὸ τῆς ἀρετῆς ὁμαλὸν πεδίον καὶ τοὺς ἀνθεινοὺς αὐτῆς λειμῶνας, ἐρρωμένως συναιρομένου θεοῦ. ἀναγνωστέον οὖν τὰ ἑξῆς, ὡς μὴ ἀτελὲς τὸ ἡμέτερον καταλείποιτο στάδιον. 3.474 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΛΟΓΟΣ ΡΩΜΑΙΚΗΣ ΜΕΝ ΙΣΤΟΡΙΑΣ ΛΕʹ ∆ΟΓΜΑΤΙΚΟΣ ∆Ε ʹ. Ἐπὶ δὴ τούτοις καὶ τοῖς τοιούτοις τὸν παράνομον ἐκεῖνον ἀνελίξαντες τόμον οἱ τῆς ἀντιθέτου φάλαγγος ἐκεῖνοι τάδε παρῆγον ἐς μέσον. Μετὰ ταῦτα, φησίν, ἐζητήθη δειχθῆναι παρὰ τῶν ἁγίων ὅτι τε ἄκτιστόν ἐστι τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως καὶ ὅτι οὐκ ἔστιν οὐσία τοῦ θεοῦ· καὶ συνέθεντο πάντες γραμματεῖς καὶ ἀρχιερεῖς. προηνέχθη γὰρ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος γράφων "οὐδεὶς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου κατὰ τὸ γεγραμμένον· καὶ θεοῦ φύσιν εἶδεν ἢ ἐξηγόρευσε." καὶ ὁ θεῖος Μάξιμος γράφων ἐν ἑβδόμῳ κεφαλαίῳ τῆς πρώτης τῶν θεολογικῶν ἑκατοντάδος "ὁ 3.475 τοῖς οὖσι μὴ κατ' οὐσίαν ὑπάρχων μεθεκτός, κατ' ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ' οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται." καὶ ὁ θεῖος Χρυσορρήμων εἰς τὴν αὐτὴν ἑορτὴν γράφων "ἐν τῷ ὄρει" φησὶ "μεταμορφωθεὶς ὁ σωτὴρ μικρῶς πως ὡς δεσπότης ἔδειξε τοῖς ἑαυτοῦ μαθηταῖς τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν." τουτέστι μικρὸν παρήνοιξε τὴν θεότητα, οὐχ ὅση τις ἦν, ἀλλ' ὅσην ἐδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες. ἀλλὰ καὶ πάντες οἱ ἅγιοι ἔλλαμψιν λέγουσιν αὐτὸ καὶ λαμπρότητα καὶ χάριν καὶ θέωσιν καὶ θεότητα παραδειχθεῖσαν μικροῦ στερροτέραν καὶ ὄψεως· καὶ φῶς ἀπρόσιτον καὶ φυσικὴν ἀκτῖνα τοῦ υἱοῦ ἔλεγον. Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀποκρίνεται οὑτωσί πως εἰπών. ἰδοῦ καὶ νῦν ὁ Παλαμᾶς, ὡς ὁρᾶτε, θέωσιν καὶ θεότητα συμπεραίνει ἐνταῦθα τὸ φῶς τῆς μεταμορφώσεως, καὶ δυοῖν θάτερον, ἢ μετουσίωσιν τῆς τοῦ λόγου θεότητος καὶ μεταβολὴν πρὸς ὑφειμένον καὶ ἀνυπόστατον φῶς, ἢ τῆς τοῦ δούλου μορφῆς ἀλλοίωσιν, ὡς εἰρήκειμεν, εἰς ἄκτιστον φῶς καὶ δευτέραν τῆς πρώτης ἀνούσιον θεότητα. ἀλλ' ὁ μὲν περὶ τούτου λόγος βραχύ τι ἀναβεβλήσθω μοι τέως· ἐκεῖνο δέ μοι θαυμάζειν ἔπεισι, πῶς ἕτερα μὲν ἐν ταῖς τῶν τοῦ τόμου κεφαλαίων ἀρχαῖς ἐπαγγέλλεται, ἕτερα δ' ἀποδεικνύειν ἐπείγεται, καὶ αὖ ἑτέραν ἔχει διάνοιαν ἃ προκομί 3.476 ζει πρὸς ἑαυτοῦ συμμαχίαν ῥητά· ὡς γίνεσθαι τριπλῆν καὶ πολλαπλῆν τὴν ζάλην οἷς πρὸς βουλήσεως εἴη προσέχειν τὸν νοῦν, καὶ ἅμα διπλοῦν καὶ πολλαπλοῦν τῆς ἀμαθίας αὐτοῦ καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 563

ἐλέγχειν αὐτὸν τηνικαῦτά τε καὶ κατὰ διαστήματα διηνεκῶς ἐκεῖθεν καιρικά, ὡς

εἶναι καὶ ταῦτα ἃ νῦν ἐφ' ὑμῶν μοι διεξιέναι συμπέπτωκε, τῆς πάλαι κακίας αὐτοῦ

μικρά τινα ὑπομνήματα. Ἀλλὰ φέρε καὶ νῦν τὸν παράνομον ἀνελίξαντες ἐκεῖνον

τόμον, τὰς νέας ἡμῖν παρανάγνωτε βλασφημίας αὐτοῦ, ὁπόσας δὴ καὶ οἵας κἀν τῷδε

περὶ τῆς τοῦ κυρίου διεξεληλύθει μεταμορφώσεως, ἵνα καὶ ἄμφω σαφέστερον

γνῶμεν, τίνα ποτ' αὐτῷ καὶ ὁποίαν εἴργασται τὴν ἀλλοίωσιν ὁ πάντα κινῶν καὶ

μεταβάλλων χρόνος, καὶ ὁποτέρῳ μέρει φέρων ἐκεῖθεν προσένειμεν οὗτος αὐτόν,

δυοῖν τε ὄντοιν ἀεὶ καὶ τῷ βίῳ δημοσίᾳ ἐμπολιτευομένοιν, τοῦ τε χείρονος, ᾧ πάλαι

φέρων αὐτὸς ἑαυτὸν ἐθελοντὴν παρέσχετο λατρευτήν, καὶ αὖ τοῦ βελτίονος, οὗ

φυγάδα καὶ δραπέτην ἔδειξεν ἐθελοντὴν ἐκεῖθεν ἑαυτόν. ἀλλὰ λεληθέναι μοι δοκεῖ

καὶ ὁ χρόνος αὐτὸς ἑαυτόν, τὴν ἑαυτοῦ μᾶλλον αὐτὸς περιτρέψας ἐνταῦθα φύσιν ἢ

τὴν τοῦ Παλαμᾶ κακίαν. τῷ γὰρ καθάπαξ εἰς βάθος ἐμπεπτωκότι κακῶν παγχάλεπον

εἶναι ῥᾳδίως παλινδρομεῖν ἐς τὸ πάνυ τι βέλτιον, εὐκτὸν δ' ἂν ἦν εἰ καὶ βραχεῖαν

τὴν ἐκ τοῦ χείρονος ἐποιεῖτο ἀνάδυσιν, ὁπόθεν ἐστὶ καὶ ὁτῳοῦν ἀρχομένῳ ἐλπὶς ὀψὲ

γοῦν ἐς τὸν μεταξὺ τοῦ χείρονός τε καὶ βελτίονος χῶρον κατὰ μικρὰ καὶ συχνὰ

ποιουμένῳ κινήματα τὴν ἐπιστροφὴν ἀφικέσθαι. οὔτε γὰρ τῷ 3.473 κυρτῷ πρὸς τὸ

κοῖλον ὁμόσε, οὔτε μὴν τῷ μέλανι πρὸς τὸ λευκὸν δραμεῖν εὐθὺς εὐχερὲς ἐν οἷς

ἐπεφύκει, πρὶν τοῦ μέσου τυχεῖν, ἐκεῖ μὲν τοῦ εὐθέος, ἐνταυθοῖ δὲ τοῦ φαιοῦ.

ἐκεῖθεν γὰρ ἔπειτα ῥοπῆς ἐπὶ τὸ βέλτιον ἀμοιβαδὸν ἀεὶ γινομένης ἀφίκοιτ' ἄν τις

ἴσως καὶ ἐς αὐτὸ τὸ τῆς ἀρετῆς ὁμαλὸν πεδίον καὶ τοὺς ἀνθεινοὺς αὐτῆς λειμῶνας,

ἐρρωμένως συναιρομένου θεοῦ. ἀναγνωστέον οὖν τὰ ἑξῆς, ὡς μὴ ἀτελὲς τὸ

ἡμέτερον καταλείποιτο στάδιον. 3.474 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ

ΛΟΓΟΣ ΡΩΜΑΙΚΗΣ ΜΕΝ ΙΣΤΟΡΙΑΣ ΛΕʹ ∆ΟΓΜΑΤΙΚΟΣ ∆Ε ʹ. Ἐπὶ δὴ τούτοις καὶ τοῖς

τοιούτοις τὸν παράνομον ἐκεῖνον ἀνελίξαντες τόμον οἱ τῆς ἀντιθέτου φάλαγγος

ἐκεῖνοι τάδε παρῆγον ἐς μέσον. Μετὰ ταῦτα, φησίν, ἐζητήθη δειχθῆναι παρὰ τῶν

ἁγίων ὅτι τε ἄκτιστόν ἐστι τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως καὶ ὅτι οὐκ ἔστιν

οὐσία τοῦ θεοῦ· καὶ συνέθεντο πάντες γραμματεῖς καὶ ἀρχιερεῖς. προηνέχθη γὰρ ὁ

τῆς θεολογίας ἐπώνυμος Γρηγόριος γράφων "οὐδεὶς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ

κυρίου κατὰ τὸ γεγραμμένον· καὶ θεοῦ φύσιν εἶδεν ἢ ἐξηγόρευσε." καὶ ὁ θεῖος

Μάξιμος γράφων ἐν ἑβδόμῳ κεφαλαίῳ τῆς πρώτης τῶν θεολογικῶν ἑκατοντάδος "ὁ

3.475 τοῖς οὖσι μὴ κατ' οὐσίαν ὑπάρχων μεθεκτός, κατ' ἄλλον δὲ τρόπον μετέχεσθαι

τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ' οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται." καὶ

ὁ θεῖος Χρυσορρήμων εἰς τὴν αὐτὴν ἑορτὴν γράφων "ἐν τῷ ὄρει" φησὶ

"μεταμορφωθεὶς ὁ σωτὴρ μικρῶς πως ὡς δεσπότης ἔδειξε τοῖς ἑαυτοῦ μαθηταῖς τῆς

ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν." τουτέστι μικρὸν παρήνοιξε τὴν

θεότητα, οὐχ ὅση τις ἦν, ἀλλ' ὅσην ἐδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς

περιφέροντες. ἀλλὰ καὶ πάντες οἱ ἅγιοι ἔλλαμψιν λέγουσιν αὐτὸ καὶ λαμπρότητα

καὶ χάριν καὶ θέωσιν καὶ θεότητα παραδειχθεῖσαν μικροῦ στερροτέραν καὶ ὄψεως·

καὶ φῶς ἀπρόσιτον καὶ φυσικὴν ἀκτῖνα τοῦ υἱοῦ ἔλεγον. Πρὸς ταῦτα ὁ Γρηγορᾶς

ἀποκρίνεται οὑτωσί πως εἰπών. ἰδοῦ καὶ νῦν ὁ Παλαμᾶς, ὡς ὁρᾶτε, θέωσιν καὶ

θεότητα συμπεραίνει ἐνταῦθα τὸ φῶς τῆς μεταμορφώσεως, καὶ δυοῖν θάτερον, ἢ

μετουσίωσιν τῆς τοῦ λόγου θεότητος καὶ μεταβολὴν πρὸς ὑφειμένον καὶ

ἀνυπόστατον φῶς, ἢ τῆς τοῦ δούλου μορφῆς ἀλλοίωσιν, ὡς εἰρήκειμεν, εἰς ἄκτιστον

φῶς καὶ δευτέραν τῆς πρώτης ἀνούσιον θεότητα. ἀλλ' ὁ μὲν περὶ τούτου λόγος

βραχύ τι ἀναβεβλήσθω μοι τέως· ἐκεῖνο δέ μοι θαυμάζειν ἔπεισι, πῶς ἕτερα μὲν ἐν

ταῖς τῶν τοῦ τόμου κεφαλαίων ἀρχαῖς ἐπαγγέλλεται, ἕτερα δ' ἀποδεικνύειν

ἐπείγεται, καὶ αὖ ἑτέραν ἔχει διάνοιαν ἃ προκομί 3.476 ζει πρὸς ἑαυτοῦ συμμαχίαν

ῥητά· ὡς γίνεσθαι τριπλῆν καὶ πολλαπλῆν τὴν ζάλην οἷς πρὸς βουλήσεως εἴη

προσέχειν τὸν νοῦν, καὶ ἅμα διπλοῦν καὶ πολλαπλοῦν τῆς ἀμαθίας αὐτοῦ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

563

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!