Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

αἰῶνος ἀγαθῶν γεγονότων ἀνδρῶν καὶ θεοφιλῶν εἷς ἦν φέρε εἰπεῖν καὶ Μωσῆς ὁ μέγας ἐκεῖνος, δι' οὗ τὰ μέγιστα τῶν θαυμάτων κατὰ τὴν Αἴγυπτον ὁ θεὸς ἐπεπράχει. οὐ μόνον δέ, ἀλλὰ καὶ θείῳ τὸ πρόσωπον αὐτοῦ φωτὶ κατελάμπρυνεν, ὡς μηδὲ τοὺς υἱοὺς Ἰσραήλ, κατὰ τὸν θεῖον φάναι ἀπόστολον, ἀτενίσαι δύνασθαι εἰς τὸ πρόσωπον αὐτοῦ διὰ τὴν δόξαν τοῦ προσώπου τὴν τότ' ἐκείνην ἐκεῖ φανεῖσαν. καὶ κάλυμμα ἔχειν ὁ θεῖος ἔφη Χρυσόστομος ἐπὶ τοῦ προσώπου τότε Μωσέα· καὶ τὸ αἴτιον, ἐπεὶ μὴ ἐδύναντο, φησί, τὴν δόξαν ὑπενεγκεῖν τοῦ προσώπου αὐτοῦ. ὁρᾶτε πῶς καὶ τῆς τῶν ὁρώντων ὄψεως στερρότερον γέγονε καὶ τὸ φῶς ἐκεῖνο τὸ τοῦ Μωσέως πρόσωπον πάλαι λαμπρῦναν. φῶς οὖν καὶ Γρηγόριος ἓν ἐκεῖνο πρὸς τοῖς ἄλλοις καὶ τὸ φῶς ἐκεῖνο πρὸς τοῖς ἄλλοις φησὶν ᾧ τὸ Μωσέως δοξάζεται πρόσωπον. καὶ πολλὰ τοιαῦτα συνείρας διάφορα μὲν τὴν ποιότητα καὶ οὐ τὴν φύσιν, κἀκ τῶν ποιημά 3.422 των τὸν ποιητὴν ὑμνήσας, ὃν καὶ ἀδιάδοχον εἶπε φῶς καὶ κυρίως ἕν, ἔπειτα τοῖς ἄλλοις καὶ τὸ φῶς ἐκεῖνο συναριθμεῖ, ᾧ παρεδείχθη τυπικῶς ἡ θεότης, λαμπρότερον μὲν τὴν τῆς αἴγλης ποιότητα, τὴν δὲ φύσιν τηροῦν τοῖς ἄλλοις τὴν αὐτήν. καὶ τὸ τῆς ἀληθοῦς ἐννοίας ἐνταῦθα κράτος ἡ τοῦ ἄρθρου παρίστησι θέσις, τὴν θεότητα περιγράφουσα, καὶ τὸ ἄφετον καὶ ἀόριστον τῶν σημαινομένων πρὸς τὸ μοναδικὸν καὶ ἑνιαῖον συστέλλουσά τε καὶ περισφίγγουσα. οὐ γὰρ θεότητας ἀπαριθμούμενος ὁ διδάσκαλος μίαν εἶπε θεότητα καὶ τὸ φῶς ἐκεῖνο, ἀλλὰ τοὐναντίον φώτων ἀριθμουμένων πολλῶν ἓν ἐκεῖνο τῶν πάντων εἴρηκεν εἶναι, τιμηθὲν μὲν ὑπὸ θεοῦ πλέον, ἵν' οὕτως εἴπω, τῶν ἄλλων, οὐ μὴν δυνάμενον ἄκτιστον γενέσθαι θεότητα, ἀλλ' ἀκτίστου θεότητος παράδειξιν τυπικήν τε καὶ συμβολικήν, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν ἐμφανέστερον. ὥσπερ οὖν πολλῶν ὄντων ἀνδρῶν ἀγαθῶν καὶ θεοφιλῶν προφητῶν ἕνα τῶν πάντων εἶναι καὶ Μωσέα εἰρήκειμεν, τιμηθέντα μὲν πρὸς θεοῦ πλέον τῶν ἄλλων σχεδὸν τῇ τε λαμπρότητι τοῦ προσώπου καὶ τοῖς ἐν Αἰγύπτῳ θαύμασι, καὶ θεὸν γενόμενον Φαραώ, ἄκτιστον δ' οὔ, οὕτω καὶ περὶ τοῦ φωτὸς νοητέον ἐκείνου. αἱ γὰρ τιμαὶ καὶ δόξαι καὶ λαμπρότητες ποιότητές τινες ἐπουσιώδεις οὖσαι καὶ συμβεβηκότων εἴδη, αὐταὶ μὲν ἀλλοίωσιν καὶ μεταβολὴν ὑπομένειν πεφύκασιν, ἡ δ' οὐσία τῶν τοιούτων ἀθῷος μένει πα 3.423 θῶν· ὑποβάθρα γάρ τις καὶ θεμέλιος γίνεται τούτοις ἅπασι, καὶ ταύτης ἄνευ ὑπόστασις ἐκείνοις οὐκ ἔστιν οὐδ' ἡτισοῦν, οὐσιωδῶς γε μὴν αὐτοῖς καὶ αὕτη συναλλοιοῦσθαι ἥκιστα οἶδεν. εἰ δὲ δι' ἀμαθίαν ἔνιοι καὶ ἔκστασιν λογικῆς ἐπιστήμης, δι' ἧς οἱ θεῖοι πατέρες τὰς δογματικὰς συνεστήσαντο βίβλους, ἕπεσθαι ἥκιστα δύνανται, τί τοῦτο πρὸς τὴν ἀληθῆ γνῶσιν; οὐ γὰρ ἀτιμαστέον τὴν παίδευσιν δι' αὐτούς, ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς οὕτως ἔχοντας ὁ μέγας φάσκει διδάσκαλος. πολλοῦ μὲν γὰρ ἂν δεήσειε τοὺς ὅρους ἐκείνους τῆς οἰκείας φυλάττειν φύσεως τά τε ἄλλα δήπουθεν, καὶ τό γε τὴν αὐτὴν καὶ μίαν μένουσαν τῷ ἀριθμῷ τὴν οὐσίαν τῶν ἐναντίων εἶναι δεκτικήν, εἰ ὧν ἀνυποστάτων ὄντων καθ' αὑτὰ ὑπόστασις αὕτη γίνεται, τούτοις συμμεταβάλλοιτο τῆς οἰκείας ἐξισταμένη φύσεως. ἀνούσιοι μὲν γὰρ αἱ περὶ τὰ σώματα ποιότητες καὶ ἀσώματοι, αἰσθηταὶ δ' οὖν, καὶ περὶ τὰ τῇ αἰσθήσει ὑποκείμενα σώματα τὴν ὑπόστασίν τε καὶ σύστασιν ἔχουσαι· πᾶν δὲ τὸ τῇ αἰσθήσει ὑποβαλλόμενον ὁ θεῖος φάσκει Χρυσόστομος μηδ' οὐσίαν εἶναι ἀγγέλου δύνασθαι λέγειν, ἀλλὰ σῶμα πάχος ἔχον καὶ τριχῇ διαστατόν. πῶς οὖν ἂν εἴη θεότης ἄκτιστος ἐκεῖνο τὸ φῶς, αἰσθήσει ὑποβαλλόμενον καὶ ὁρώμενον, ὡς ἅπαντες μὲν καὶ πρό γε πάντων ὑμεῖς μαρτυρεῖτε. ἢ πάντως καὶ ὑμῶν σιωπώντων ἐξ ἀπορίας ὁ θεῖος ἑρμηνεύει ∆αμασκηνὸς Ἰω 3.424 άννης, "ἐν τῷ Θαβὼρ" λέγων "τῷ ὄρει ἐλάμπρυνεν μὲν ἡλίου δίκην τὸ πρόσωπον ἑαυτοῦ ὁ Χριστός, ἵν' ὡς θεὸς παραδείξῃ τοῖς μαθηταῖς τὴν τῆς οἰκείας θεότητος δύναμιν· ἀλλ' ἐπειδὴ καὶ Μωσέως ἐλάμπρυνε πάλαι τὸ πρόσωπον ἔξωθεν, ἔλαθε νῦν τὸν διάβολον διὰ τῆς αἰσθητῶς δηλαδὴ κἀνταῦθα φανείσης λαμπρότητος." ἰδοῦ καὶ οὗτος σῶμα καὶ αἰσθήσει ὑποβληθὲν καὶ ὁραθὲν τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 546

λαμπρυνθὲν τοῦ Χριστοῦ φησὶ τηνικαῦτα πρόσωπον. οὐ γὰρ φαντασία τὸ τῆς ἐνσάρκου μυστήριον οἰκονομίας ἦν· εἰ δὲ σῶμα, καὶ οὐσία πάντως κτιστή· τῇ γὰρ τῶν ἀκτιστιτῶν αἱρέσει περιφανῶς ἔρριπται τὴν τοῦ κυρίου σάρκα δοξάζειν ἄκτιστον· πῶς οὖν ἄκτιστος ἡ αἰσθητῶς φανεῖσα τηνικαῦτα λαμπρότης; καὶ τίς ὁ ταῦτα τολμῶν κηρύττειν πλὴν τῶν εἰκονομάχων μὲν ὕστερον, Μανιχαίων δὲ καὶ Μασσαλιανῶν πρότερον, νῦν δὲ τῶν Παλαμιτῶν; ἦ γὰρ οὐκ ἀκούετε σαφέστατα τῶν ἁγίων λεγόντων, τὸ τῇ αἰσθήσει μὲν ὑποβαλλόμενον ὁρατόν, ὃ δ' ἄκτιστον, μὴ ὅτι οὐχ ὁρατόν, ἀλλὰ καὶ νοῦν καὶ λόγον ὑπερβαῖνον; τοῦτο δὲ τί ἂν εἴη τῶν πάντων ἕτερον ἢ ὃ φῶς ἓν ἀπρόσιτον ἔστι καὶ μόνον ἓν κυρίως ὁ θεός. ὅμως, ἐπειδὴ κανόνι τε καὶ σταθμῷ ἄνω τὰς κοινὰς ἐκείνας καὶ ὡμολογημένας τοῖς πᾶσιν ἐννοίας προεβαλόμεθα, ὡς ἂν πρὸς ἐκεῖνα βλέποντες τὰς ἑξῆς τῶν λόγων διευθύνωμεν ἐργασίας καὶ τὰ ἐπιχειρήματα, ἀναληπτέον ἡμῖν ἐστὶ καὶ ζητητέον πῶς ἐναντία ταῖς κοιναῖς καὶ ὡμολογη 3.425 μέναις ἐκείναις ἐννοίαις ἔνεστι περιφανῶς συμπεραίνειν. πάντα γὰρ οὖσα καὶ καλουμένη ἡ θεότης καλεῖται καὶ φῶς· εἰ οὖν φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον ὁ θεὸς καὶ κυρίως ἓν καὶ μόνον ἄκτιστον, πῶς καὶ πόθεν εὕρηται νῦν τῇ Παλαμικῇ φατρίᾳ δεύτερον ἄκτιστον φῶς Θαβωρίῳ διάφορον τῆς θείας οὐσίας, τῶν τῷ θεολόγῳ Γρηγορίῳ ἀριθμηθέντων ἐκείνων φώτων πολλῶν ἓν ὄν; ὃ γὰρ τῶν πολλῶν ἓν ὄν, οὐχ ἓν κυρίως· ὃ δὲ κυρίως ἓν καὶ ἀδιάδοχον, τῶν πολλῶν ἓν εἶναι οὐ δύναται. πῶς γὰρ ἂν ἄκτιστον ἔτ' εἶναι δύναιτο, τοῖς ἄλλοις καὶ διαφόροις αὐτοῦ ποιήμασι συναριθμούμενον; ἢ πῶς τὸ ἀνούσιον τῇ οὐσίᾳ ταὐτόν; εἰ γὰρ ταὐτόν, οὐ διάφορον, εἰ δὲ διάφορον, οὐ ταὐτόν· ἄμικτα γὰρ φύσει παντάπασι ταῦτα, καὶ λίαν ἀσύμβατα καὶ οὐδέποτε σύμφωνα. ἐπὶ δὴ τούτοις αὖθις ἑτέραν ἀντεπῆγον ἀντίθεσιν, οὐ δυνηθέντας ἑαυτοὺς ἀπονίψασθαι τὸν σφίσιν ἐπενηνεγμένον ὑπὸ τῆς θείας καὶ οἰκουμενικῆς ἕκτης συνόδου ἀναθεματισμὸν αἰσθόμενοι. καὶ ἦν ἡ ἀντίθεσις ἔχουσα οὕτως. εἶτα οὐδὲ τὸν μέγαν δέχῃ, φασί, ∆ιονύσιον λέγοντα "ὅταν ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαρίας ἐφικώμεθα λήξεως, πάντοτε σὺν κυρίῳ κατὰ τὸ λόγιον ἐσόμεθα, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρού 3.426 μενοι, φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαυγαζούσης ὡς 3.426 τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀύλῳ τῷ νῷ μετέχοντες." Πρὸς ταῦτα ὁ Γρηγορᾶς, "καὶ μήν" φησι "πολλαχόθεν ὁρῶ τὴν τοῖς ὑμετέροις σπουδάσμασιν ἑπομένην αὐτόθεν ἀναίρεσιν· οὐ γὰρ σύνεσιν ὧν λέγετε λαβεῖν ἐδυνήθητε, πρὶν τὸν οὐδὸν ὑπερβῆναι τῶν οἰκείων χείλεων μάλα ὀφείλοντες. πρῶτον μὲν γὰρ τὸ τὴν ἐντελῆ σαφήνειαν τῶν προλεχθέντων ἔχον ἄνω λιπόντες, τὸ συνεχὲς ἡμίτομον ἐκεῖθεν ὑφελόμενοι προηνέγκατε. μεμυήμεθα γάρ, ὁ θεῖός φησι ∆ιονύσιος, νῦν μὲν ἀναλόγως ἡμῖν διὰ τῶν ἱερῶν παραπετασμάτων, τῆς τῶν λογίων καὶ τῶν ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης, καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης, καὶ τὴν ὑπερφυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυνούσης τε καὶ διαπλαττούσης. τούτων δ' οὕτως ἐχόντων, μορφὰς καὶ τύπους καὶ μεριστὰ σύμβολα τις ἄν ποτ' ἄκτιστα φαίη σωφρονῶν καὶ μανίας ὑπάρχων ἐλεύθερος; ὅμως καὶ ἡ τοῦ θείου Μαξίμου τὸ παρὸν χωρίον ἑρμηνεύοντος μαρτυρία τὴν ἐξ ἀμαθίας παράνοιαν τῶν ἄλλως λεγόντων ἐλέγξει· εἶναι γάρ φησι ταῦτα ἐπὶ μὲν θεοῦ, ὅταν φαίνηται ὡς πῦρ καὶ ὡς γέρων ἐν ∆ανιὴλ καὶ ὡς ἀνὴρ παλαίων τῷ Ἰακώβ, καὶ ὅσα τοι 3.427 αῦτα· ἐπὶ δ' ἀγγέλων, ὅταν τὰ Χερουβὶμ ὡς θηριόμορφα καὶ ἄλλα ἐν τάξει ἀνδρῶν καὶ νεανίσκων φαίνωνται. καὶ πάλιν "σημειωτέον ὅτι τὸ θεῖον σῶμα τοῦ κυρίου ὁρατήν φησι θεοφάνειαν, νοητὴν δὲ ἥτις κατὰ νοῦν ἔσται μεθεκτή." ὁρᾶτε πῶς ὁλοκλήρου τοῦ τῆς γραφῆς σώματος κειμένου, κτίσματα προδήλως εἶναι δείκνυνται μορφαὶ καὶ τύποι καὶ τὰ μεριστὰ καὶ πλασματώδη ταῦτα σύμβολα. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 547

λαμπρυνθὲν τοῦ Χριστοῦ φησὶ τηνικαῦτα πρόσωπον. οὐ γὰρ φαντασία τὸ τῆς

ἐνσάρκου μυστήριον οἰκονομίας ἦν· εἰ δὲ σῶμα, καὶ οὐσία πάντως κτιστή· τῇ γὰρ

τῶν ἀκτιστιτῶν αἱρέσει περιφανῶς ἔρριπται τὴν τοῦ κυρίου σάρκα δοξάζειν

ἄκτιστον· πῶς οὖν ἄκτιστος ἡ αἰσθητῶς φανεῖσα τηνικαῦτα λαμπρότης; καὶ τίς ὁ

ταῦτα τολμῶν κηρύττειν πλὴν τῶν εἰκονομάχων μὲν ὕστερον, Μανιχαίων δὲ καὶ

Μασσαλιανῶν πρότερον, νῦν δὲ τῶν Παλαμιτῶν; ἦ γὰρ οὐκ ἀκούετε σαφέστατα τῶν

ἁγίων λεγόντων, τὸ τῇ αἰσθήσει μὲν ὑποβαλλόμενον ὁρατόν, ὃ δ' ἄκτιστον, μὴ ὅτι

οὐχ ὁρατόν, ἀλλὰ καὶ νοῦν καὶ λόγον ὑπερβαῖνον; τοῦτο δὲ τί ἂν εἴη τῶν πάντων

ἕτερον ἢ ὃ φῶς ἓν ἀπρόσιτον ἔστι καὶ μόνον ἓν κυρίως ὁ θεός. ὅμως, ἐπειδὴ κανόνι

τε καὶ σταθμῷ ἄνω τὰς κοινὰς ἐκείνας καὶ ὡμολογημένας τοῖς πᾶσιν ἐννοίας

προεβαλόμεθα, ὡς ἂν πρὸς ἐκεῖνα βλέποντες τὰς ἑξῆς τῶν λόγων διευθύνωμεν

ἐργασίας καὶ τὰ ἐπιχειρήματα, ἀναληπτέον ἡμῖν ἐστὶ καὶ ζητητέον πῶς ἐναντία ταῖς

κοιναῖς καὶ ὡμολογη 3.425 μέναις ἐκείναις ἐννοίαις ἔνεστι περιφανῶς συμπεραίνειν.

πάντα γὰρ οὖσα καὶ καλουμένη ἡ θεότης καλεῖται καὶ φῶς· εἰ οὖν φῶς ἓν ἀπρόσιτον

καὶ ἀδιάδοχον ὁ θεὸς καὶ κυρίως ἓν καὶ μόνον ἄκτιστον, πῶς καὶ πόθεν εὕρηται νῦν

τῇ Παλαμικῇ φατρίᾳ δεύτερον ἄκτιστον φῶς Θαβωρίῳ διάφορον τῆς θείας οὐσίας,

τῶν τῷ θεολόγῳ Γρηγορίῳ ἀριθμηθέντων ἐκείνων φώτων πολλῶν ἓν ὄν; ὃ γὰρ τῶν

πολλῶν ἓν ὄν, οὐχ ἓν κυρίως· ὃ δὲ κυρίως ἓν καὶ ἀδιάδοχον, τῶν πολλῶν ἓν εἶναι οὐ

δύναται. πῶς γὰρ ἂν ἄκτιστον ἔτ' εἶναι δύναιτο, τοῖς ἄλλοις καὶ διαφόροις αὐτοῦ

ποιήμασι συναριθμούμενον; ἢ πῶς τὸ ἀνούσιον τῇ οὐσίᾳ ταὐτόν; εἰ γὰρ ταὐτόν, οὐ

διάφορον, εἰ δὲ διάφορον, οὐ ταὐτόν· ἄμικτα γὰρ φύσει παντάπασι ταῦτα, καὶ λίαν

ἀσύμβατα καὶ οὐδέποτε σύμφωνα. ἐπὶ δὴ τούτοις αὖθις ἑτέραν ἀντεπῆγον ἀντίθεσιν,

οὐ δυνηθέντας ἑαυτοὺς ἀπονίψασθαι τὸν σφίσιν ἐπενηνεγμένον ὑπὸ τῆς θείας καὶ

οἰκουμενικῆς ἕκτης συνόδου ἀναθεματισμὸν αἰσθόμενοι. καὶ ἦν ἡ ἀντίθεσις ἔχουσα

οὕτως. εἶτα οὐδὲ τὸν μέγαν δέχῃ, φασί, ∆ιονύσιον λέγοντα "ὅταν ἄφθαρτοι καὶ

ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαρίας ἐφικώμεθα λήξεως, πάντοτε

σὺν κυρίῳ κατὰ τὸ λόγιον ἐσόμεθα, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις

θεωρίαις ἀποπληρού 3.426 μενοι, φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαυγαζούσης ὡς

3.426 τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς δὲ νοητῆς αὐτοῦ

φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀύλῳ τῷ νῷ μετέχοντες." Πρὸς ταῦτα ὁ Γρηγορᾶς, "καὶ

μήν" φησι "πολλαχόθεν ὁρῶ τὴν τοῖς ὑμετέροις σπουδάσμασιν ἑπομένην αὐτόθεν

ἀναίρεσιν· οὐ γὰρ σύνεσιν ὧν λέγετε λαβεῖν ἐδυνήθητε, πρὶν τὸν οὐδὸν ὑπερβῆναι

τῶν οἰκείων χείλεων μάλα ὀφείλοντες. πρῶτον μὲν γὰρ τὸ τὴν ἐντελῆ σαφήνειαν

τῶν προλεχθέντων ἔχον ἄνω λιπόντες, τὸ συνεχὲς ἡμίτομον ἐκεῖθεν ὑφελόμενοι

προηνέγκατε. μεμυήμεθα γάρ, ὁ θεῖός φησι ∆ιονύσιος, νῦν μὲν ἀναλόγως ἡμῖν διὰ

τῶν ἱερῶν παραπετασμάτων, τῆς τῶν λογίων καὶ τῶν ἱεραρχικῶν παραδόσεων

φιλανθρωπίας αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης, καὶ

μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης, καὶ τὴν ὑπερφυᾶ

καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυνούσης τε

καὶ διαπλαττούσης. τούτων δ' οὕτως ἐχόντων, μορφὰς καὶ τύπους καὶ μεριστὰ

σύμβολα τις ἄν ποτ' ἄκτιστα φαίη σωφρονῶν καὶ μανίας ὑπάρχων ἐλεύθερος; ὅμως

καὶ ἡ τοῦ θείου Μαξίμου τὸ παρὸν χωρίον ἑρμηνεύοντος μαρτυρία τὴν ἐξ ἀμαθίας

παράνοιαν τῶν ἄλλως λεγόντων ἐλέγξει· εἶναι γάρ φησι ταῦτα ἐπὶ μὲν θεοῦ, ὅταν

φαίνηται ὡς πῦρ καὶ ὡς γέρων ἐν ∆ανιὴλ καὶ ὡς ἀνὴρ παλαίων τῷ Ἰακώβ, καὶ ὅσα

τοι 3.427 αῦτα· ἐπὶ δ' ἀγγέλων, ὅταν τὰ Χερουβὶμ ὡς θηριόμορφα καὶ ἄλλα ἐν τάξει

ἀνδρῶν καὶ νεανίσκων φαίνωνται. καὶ πάλιν "σημειωτέον ὅτι τὸ θεῖον σῶμα τοῦ

κυρίου ὁρατήν φησι θεοφάνειαν, νοητὴν δὲ ἥτις κατὰ νοῦν ἔσται μεθεκτή." ὁρᾶτε

πῶς ὁλοκλήρου τοῦ τῆς γραφῆς σώματος κειμένου, κτίσματα προδήλως εἶναι

δείκνυνται μορφαὶ καὶ τύποι καὶ τὰ μεριστὰ καὶ πλασματώδη ταῦτα σύμβολα.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

547

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!