Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

παρεῖναι τὸ θεῖον τοῖς ἐπιγείοις τούτοις, οὖσι ῥυπαροῖς τὸ πλεῖστον εἰπεῖν καὶ δυσώδεσι καὶ μεμολυσμένοις. ἢ πῶς ἂν ὕψιστος λέγοιτο θεὸς κατιὼν ἐκεῖθεν καὶ τοῖς ἐπιγείοις καὶ ἐφαμάρτοις συνδιατρίβων; ἀλλ' εἶναι τὴν μὲν οὐσίαν αὐτοῦ ὑπερκειμένην θεότητα ἄκτιστον, ἀεὶ τοῖς οὐρανίοις θαλάμοις ἐνδιατρίβουσαν, καὶ διὰ τοῦτο μένουσαν ἀόρατον πάντῃ καὶ ἀμέθεκτον· τὰς δὲ ἐνεργείας αὐτῆς ὑφειμένας θεότητας, διαφόρους τῆς οὐσίας, καὶ διὰ τοῦτ' ἀνουσίους καὶ ἅμα μεθεκτὰς καὶ ὁρατὰς ἡμῖν. Πρὸς ταῦτα ὁ Γρηγορᾶς "καὶ πῶς ἄν τις" φησίν "ἐλεγχθείη μᾶλλον καὶ ἑαυτῷ μαχόμενος καὶ τῇ θεότητι; ἵνα τοῖς αὐτοῦ Γρηγορίου περὶ αὐτοῦ λέγων χρήσωμαι. εἰ γὰρ ἅπερ αὐτὸς θεμελίων ὑπέθηκε τρόπον, ταῖς κοιναῖς καὶ εὐσεβέσι 3.416 τῆς ἐκκλησίας ἐννοίαις ἑπόμενος, ταῦθ' ὥσπερ ἐν μεταμέλῳ γενόμενος γνώμης διορύττει καὶ ἀναιρεῖ, πῶς οὐ παραβάτην ἑαυτὸν δείκνυσι κατὰ τὸν θεῖον φάναι ἀπόστολον, καὶ ἅμα ἑαυτῷ μαχόμενον καὶ θεότητι; δέδεικται γὰρ αὐτὸς ἐν προοιμίοις διδάσκων ἡμᾶς φῶς ἓν ἀπρόσιτον εἶναι τὴν μόνην ἐκείνην ἄκτιστον τῆς μακαρίας τριάδος οὐσίαν τε καὶ θεότητα. ἀπρόσιτον δ' εἰπὼν καὶ ἀόρατον δεδήλωκεν εἶναι μετὰ πολλοῦ τοῦ κρείττονος· τὰ δὲ μετ' αὐτὸ πάντα φῶτα κτιστά. εἶεν δ' ἂν ἄλλα τε μυρία, καὶ ὅσα μᾶλλον αὐτὸς τὴν ὁμώνυμον φωνὴν τοῦ φωτὸς κατὰ τὴν εἰς πλείω σημαινόμενα ποιησάμενος ἔκτασιν ἐν τῷ περὶ βαπτίσματος ἐξέθετο λόγῳ. οὐ τοίνυν ἑαυτῷ μαχόμενος καὶ θεότητι φαινοιτ' ἂν ὁ μέγας οὗτος διδάσκαλος; ἄπαγε. μαινομένης ταυτὶ διανοίας καὶ γλώττης εἰσὶ παρευρήματα κατὰ τοῦ ἁγίου, ἤθεσι χρηστοτέροις δολερῶς κρυπτόμενα· πολλὰ γὰρ ἐκεῖνος ἀπαριθμησάμενος λέγεσθαι φῶτα, ἓν τῶν πολλῶν εἶναι λέγει κἀκεῖνο τὸ φῶς, ἐν ᾧ μὴ δεδεῖχθαί φησιν ἀλλὰ παραδεδεῖχθαι τηνικαῦτα τὴν θεότητα, τῆς παρά προθέσεως κολαζούσης τὸ αὔθαδες τῶν ἀτόπως τὰ θεῖα βωμολοχεῖν ὡρμημένων, ὡς καὶ ἡμῖν ἐν ἄλλοις εἴρηταί τε καὶ αὖ προϊοῦσι τρανότερον εἰρήσεται κατὰ χώραν. παρίτω δ' ὅμως ἐν βραχεῖ ὁ Χρυσορρήμων ἡμῖν συμμαχῶν Ἰωάννης, εἴρηται λέγων πολλάκις ὡς 3.417 ἡ θεία φύσις οὐ φαίνεται ὡς ἔστιν, ἀλλ' ὡς ἐπιμετρεῖ τῇ ὄψει ἢ τῇ ἀκοῇ τῆς θνητῆς φύσεως· καὶ ἵνα μὴ εἰς ὕβριν ἐκλάβῃς τὸ τὴν ἁγίαν καὶ προσκυνητὴν φύσιν πυρὸς ὄψει φανῆναι, ὤφθησαν γάρ φησι διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἑρμηνεύει τὰ νέα τὰ διὰ Μωϋσέος πάλαι γενόμενα. λέγει γὰρ Μωϋσῆς "καὶ ἦν τὸ εἶδος τοῦ θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ ὡς πῦρ καιόμενον·" ἀλλ' ὅρα, φησί, καὶ τὴν λέξιν ἐκείνην συμφωνοῦσαν ταύτῃ τῇ νέᾳ· οὐ γὰρ εἶπε πῦρ, ἀλλ' ὡς πῦρ. καὶ ἐνταῦθα ὤφθησαν γλῶσσαι ὡσεὶ πυρός. καὶ ταῦτα μὲν ὁ Χρυσορρήμων ἐκ πολλῶν ἀπολεξαμένοις ἡμῖν ὀλίγα διέξεισιν· ὁρᾶτε δὲ πῶς βραχείας λέξεως προσθήκη τὸ αὔθαδες καὶ τολμηρὸν θεραπεύει τῆς ἐννοίας, καὶ ἀναστέλλει τὸ ἀχαλίνωτον, εἴ τινες εἶεν ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὡρμημένοι δι' ἀμαθίαν ἢ δυστοπίαν κακοδαίμονος γνώμης. κἀνταῦθα τοιγαροῦν τῆς παρά προθέσεως προστεθείσης, μεγίστη γέγονεν καὶ τῶν ἀτόπων ἐννοιῶν συστολή, καὶ διὰ τῆς βραχείας ταυτησὶ προσθήκης μεγίστην ἔσχε ῥοπὴν ἡ τῆς ἀληθοῦς ἐννοίας ἔνδειξις ὁμοῦ καὶ εὐγένεια, περιφανῶς ἀνατρέπουσα τὴν πολύγλωσσον ἀωρίαν οἷς οὐκ αἰδὼς τὰ θεῖα βοσκηματώδεσι βεβηλοῦν ἐννοίαις. εἰ δέ τῳ πρὸς βουλήσεως εἴη ἐνταῦθα καὶ τοῦτ' αὐτῶν ἐπισκώπτειν, ὅθ' ὑπερτιμᾶν δοκοῦντες ἐκεῖνο τὸ φῶς ἀτιμάζουσι μᾶλλον ὑπὲρ τὸ δέον, κεραννύντες καὶ συμμιγνύντες τοῖς ἐκ διαμέτρου πᾶσιν 3.418 ἐναντιώμασιν, ὁρατὸν ἄκτιστον λέγοντες καὶ μεθεκτὸν ἀπρόσιτον καὶ ἄυλον καθ' αὑτὸ μεριστὸν καὶ ὅσα τοιαῦτα, οὐκ ἔγωγε διοίσομαι, οὐδ' ἑκών γε εἶναι τουτωῒ νεμεσῴην ἄν· ἀλλὰ καὶ τὸ ἀνεγκλήτῳ μένειν παντάπασι τό γ' ἐμὸν μέρος ἀσμένως αὐτῷ κομιδῇ χαρισαίμην· καὶ οὗτοι γὰρ ἃ μηδὲ τοῖς κτίσμασιν οὐκ ἄν τις τολμῴη παρέχεσθαι, δαίμοσι δηλαδὴ καὶ ψυχαῖς καὶ ἀγγέλοις, (ἀόρατος γὰρ καὶ τούτων ἁπάντων ἡ φύσις, εἰ μὴ διὰ συμβόλων καὶ τύπων σωματικῶν ἐνίοτε φαίνοιντο τὸν ἑκάστοις προσήκοντα τρόπον), τούτοις ἀσμένως συναριθμεῖσθαι τὰς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 544

οἰκείας θεότητας συνωθοῦσι τὰς ἀκτίστους καὶ ἀπροσίτους, καὶ μάλιστα πασῶν τὸ διειλημμένον ἐκεῖνο φῶς. ὥσπερ γὰρ ἀνανδρίας ἑκατέρωθεν ἔλεγχον ἀμφοῖν ἄμφω κομίζει, τῷ τε μὴ θέλοντι θνήσκειν ὅτε δεῖ, καὶ τῷ θέλοντι πάλιν ὅτε μὴ δεῖ, οὕτω κἀν ταῖς θείαις τιμαῖς τὸ ὑπερβάλλον οὗ μὴ προσήκει, οὐ τιμὴν παρέχει θεῷ, σκοπὸν ὕβρεως τηνικαῦτα τῆς τοῦ εὐλαβοῦς προσποιήσεως συμπορευόμενόν τε καὶ συμπλέοντα κεκτημένης. πολλοῦ μέντ' ἂν δεήσειε μὴ καὶ πρὸς τὴν Ναυάτου μισανθρωπίαν ὠθεῖν τὴν μίμησιν, ὃς τὴν ἀρετὴν ἐς τὸ ὑπερβάλλον τιμᾶν προσποιούμενος, ἔλαθε τὸ τοῦ θεοῦ φιλάνθρωπον ἐξ αὐτῶν κρηπίδων ἄντικρυς ἀναιρῶν, τὴν ἐξ ἁμαρτίας μετάνοιαν οὐδαμῶς προσιέμενος, καὶ προσηγορίαν εὐλαβείας ἐν ἀωρίᾳ προφάσεως ἑαυτῷ προμνώμενος, τὰ χείριστα 3.419 τῆς κακίας τοῖς ἠκολουθηκόσι προυξένησεν· οὕτω χείριστόν ἐστιν ὑπὲρ τὸ δέον ἄττειν καὶ πατρῶν ὅρια κινεῖν. ἀντιφωνεῖν γὰρ ἀνάγκη τοῖς ἀφανέσι τῶν ὀρέξεων ἐνταῦθα πάθεσι τὰ χειρὸς καὶ γλώττης ἐμφανῆ κινήματα, καὶ σφετέροις σφέτερα μέρεσι μέρη πολέμια καὶ ἀντίφθογγα τρέφειν αὐτόν τινα ἑαυτῷ, ἕως ἂν σαφῆ τὸν ἔλεγχον ὁ χρόνος ἐπικούρους εἰληφὼς τὰς ἀψευδεῖς τῆς δίκης πλάστιγγας εἰς ὕπαιθρον ἐξενέγκῃ θέατρον, καὶ οἰομένους τιμὴν κερδαίνειν ἐν τοῖς ὄφλουσιν αἰσχύνην εὑρισκομένους ἐνδείξηται. ὁποῖον δήπου πεπόνθασι καὶ οἱ τὴν τῶν ἀκτιστιτῶν αἵρεσιν ὑποστήσαντες· οἰόμενοι γὰρ τιμᾶν τὴν τοῦ Χριστοῦ σάρκα ἄκτιστον ταύτην ἐδογμάτισαν εἶναι, κἀντεῦθεν οὐ μικρὸν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ παρεισήνεγκαν νόσημα καὶ ἀντὶ τιμῆς ἀτιμίαν πεπράχασι· διὸ καὶ ἰδία τις αὕτη αἵρεσις ἀκτιστιτῶν ὠνομάσθη τε καὶ ἀποκεκήρυκται πρὸς τῶν εὐσεβῶν. παραπλήσιον δέ τι καὶ ὁ θεολόγος ἔφη Γρηγόριος πρὸς Εὐνόμιον, τὸ ὑπὲρ πᾶσαν, λέγων, οὐσίαν καὶ φύσιν τῷ μὲν πατρὶ διδούς, ὦ ἄνθρωπε, τὸν δ' υἱὸν ἀποστερῶν καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλλαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι περικόπτεις τὴν θεότητα, καὶ μεταβαίνεις ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας ἐπὶ τὴν τὰ μὴ ἴσα συνδεούσαν. καὶ ἀλλαχοῦ "οὐ γὰρ θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρω 3.420 πεύηται ὑβριζόμενον· ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς οὐ μᾶλλον τιμᾷ τῷ δεδομένῳ ἢ ἀτιμάζει τῷ ὑφαιρουμένῳ, κἂν προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον." Ὁρᾷς πῶς τὸ μὴ προσηκόντως τιμᾶν, ἀλλ' ὑπερβαίνειν δοκεῖν τοὺς νενομισμένους ὅρους, ὕβρεως τίκτει καρπούς. ἡ γὰρ τοῦ ὑπερβάλλοντος παρενθήκη ἔλεγχος γίνεται τοῦ πρὶν ἐλλιποῦς καὶ οὐ μᾶλλον δίδωσιν ἢ ζημιοῖ, περιφανεστέραν ποιοῦσα τῆς ἀληθοῦς τιμῆς τὴν ὑφαίρεσιν ἢ τὴν πεπορισμένην ταύτης ἐπίτασιν, ὡς κινδυνεύειν ἐν τῇ τοῦ δοκεῖν ἀφθονίᾳ τὰ τῆς πτωχείας ὑπομένειν αἰσχρά. δυοῖν οὖν κἀνταῦθα θάτερον ἕπεται· ἢ γὰρ κακουργίας ἐγχείρημα φαίνεται εἶναι τουτί, δι' ἀπάτην τῶν ἁπλουστέρων ἐπινενοημένον, ἢ δεισιδαιμονίαν ὀνομαστέον τὸ τοῦ νοσήματος πάθος, ἔκγονον λόγου διεψευσμένως ἔχοντος ὂν πρὸς τὸ ἀγαθόν, δειλίας δ' ἀορίστους καὶ ἀτεκμάρτους ταῖς μητράσι ψυχαῖς ἐντιθὲν καὶ φόβους ἐν οὐ καιρῷ φυομένους, θανάτου γείτονας καὶ οἵους οἱ ἐν ᾅδου μυθεύονται πέμπειν τοῖς ζῶσιν ἐν ὕπνοις, ἐκ διαμέτρου μὲν καὶ ἀντιδιῃρημένην τῇ ἀθεΐᾳ τὴν τάξιν ἐσχηκός, γένος δ' ὅμως ἐκείνῃ ταὐτὸν κεκτημένον, τὴν ἄγνοιαν δηλαδή. ὁμοίως γὰρ τῶν διαβεβλημένων ἐστὶ τό τ' ἀκίνητον εἶναι πρὸς τὴν τοῦ θεοῦ τιμήν, καὶ αὖ τὸ κινεῖσθαι πρὸς αὐτὴν καθάπερ οὐ χρή· τὸ μὲν γὰρ πίστεως ἄμοιρον, τὸ δὲ καὶ δόξαν ἐμπαθῆ προσλαμβάνει, σμικρολογίαν μακρὰν τῷ θεῷ 3.421 προστρῖβον. καὶ ἔστιν ἐν ἀμφοτέροις ὅμοιον τὸ κακόν, κἂν ἀντίθετον ἐκληρώσατο τύχην ἀλλήλοις ἑκάτερον. Ἵνα δὲ κἀκ τῶν συνηθεστέρων τῇ φύσει καὶ οἷον εἰπεῖν κοινῶν τοῖς ἅπασιν ἐννοιῶν ὑποδείγματά τινα πρὸς σαφήνειαν ὁ λόγος εἰληφὼς τῶν τῷ ἁγίῳ ἠριθμημένων ἐκείνων φώτων ἓν καὶ τὸ φῶς ὂν ἐκεῖνο δείξῃ, καὶ τῆς ὁμοίας ποιότητος, εἰ καὶ τῇ λαμπρότητι παραλλάττειν ἔδοξε, φαίην ἂν ὡς πολλῶν ἐξ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 545

οἰκείας θεότητας συνωθοῦσι τὰς ἀκτίστους καὶ ἀπροσίτους, καὶ μάλιστα πασῶν τὸ

διειλημμένον ἐκεῖνο φῶς. ὥσπερ γὰρ ἀνανδρίας ἑκατέρωθεν ἔλεγχον ἀμφοῖν ἄμφω

κομίζει, τῷ τε μὴ θέλοντι θνήσκειν ὅτε δεῖ, καὶ τῷ θέλοντι πάλιν ὅτε μὴ δεῖ, οὕτω

κἀν ταῖς θείαις τιμαῖς τὸ ὑπερβάλλον οὗ μὴ προσήκει, οὐ τιμὴν παρέχει θεῷ, σκοπὸν

ὕβρεως τηνικαῦτα τῆς τοῦ εὐλαβοῦς προσποιήσεως συμπορευόμενόν τε καὶ

συμπλέοντα κεκτημένης. πολλοῦ μέντ' ἂν δεήσειε μὴ καὶ πρὸς τὴν Ναυάτου

μισανθρωπίαν ὠθεῖν τὴν μίμησιν, ὃς τὴν ἀρετὴν ἐς τὸ ὑπερβάλλον τιμᾶν

προσποιούμενος, ἔλαθε τὸ τοῦ θεοῦ φιλάνθρωπον ἐξ αὐτῶν κρηπίδων ἄντικρυς

ἀναιρῶν, τὴν ἐξ ἁμαρτίας μετάνοιαν οὐδαμῶς προσιέμενος, καὶ προσηγορίαν

εὐλαβείας ἐν ἀωρίᾳ προφάσεως ἑαυτῷ προμνώμενος, τὰ χείριστα 3.419 τῆς κακίας

τοῖς ἠκολουθηκόσι προυξένησεν· οὕτω χείριστόν ἐστιν ὑπὲρ τὸ δέον ἄττειν καὶ

πατρῶν ὅρια κινεῖν. ἀντιφωνεῖν γὰρ ἀνάγκη τοῖς ἀφανέσι τῶν ὀρέξεων ἐνταῦθα

πάθεσι τὰ χειρὸς καὶ γλώττης ἐμφανῆ κινήματα, καὶ σφετέροις σφέτερα μέρεσι μέρη

πολέμια καὶ ἀντίφθογγα τρέφειν αὐτόν τινα ἑαυτῷ, ἕως ἂν σαφῆ τὸν ἔλεγχον ὁ

χρόνος ἐπικούρους εἰληφὼς τὰς ἀψευδεῖς τῆς δίκης πλάστιγγας εἰς ὕπαιθρον

ἐξενέγκῃ θέατρον, καὶ οἰομένους τιμὴν κερδαίνειν ἐν τοῖς ὄφλουσιν αἰσχύνην

εὑρισκομένους ἐνδείξηται. ὁποῖον δήπου πεπόνθασι καὶ οἱ τὴν τῶν ἀκτιστιτῶν

αἵρεσιν ὑποστήσαντες· οἰόμενοι γὰρ τιμᾶν τὴν τοῦ Χριστοῦ σάρκα ἄκτιστον ταύτην

ἐδογμάτισαν εἶναι, κἀντεῦθεν οὐ μικρὸν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ παρεισήνεγκαν

νόσημα καὶ ἀντὶ τιμῆς ἀτιμίαν πεπράχασι· διὸ καὶ ἰδία τις αὕτη αἵρεσις ἀκτιστιτῶν

ὠνομάσθη τε καὶ ἀποκεκήρυκται πρὸς τῶν εὐσεβῶν. παραπλήσιον δέ τι καὶ ὁ

θεολόγος ἔφη Γρηγόριος πρὸς Εὐνόμιον, τὸ ὑπὲρ πᾶσαν, λέγων, οὐσίαν καὶ φύσιν τῷ

μὲν πατρὶ διδούς, ὦ ἄνθρωπε, τὸν δ' υἱὸν ἀποστερῶν καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς

τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλλαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι

περικόπτεις τὴν θεότητα, καὶ μεταβαίνεις ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας ἐπὶ

τὴν τὰ μὴ ἴσα συνδεούσαν. καὶ ἀλλαχοῦ "οὐ γὰρ θεὸς τὸ κτιζόμενον, οὐδὲ

δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο

μόνον φιλανθρω 3.420 πεύηται ὑβριζόμενον· ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν

τιμῆς οὐ μᾶλλον τιμᾷ τῷ δεδομένῳ ἢ ἀτιμάζει τῷ ὑφαιρουμένῳ, κἂν προσποίησιν

ἔχῃ τιμῆς τὸ γινόμενον." Ὁρᾷς πῶς τὸ μὴ προσηκόντως τιμᾶν, ἀλλ' ὑπερβαίνειν

δοκεῖν τοὺς νενομισμένους ὅρους, ὕβρεως τίκτει καρπούς. ἡ γὰρ τοῦ ὑπερβάλλοντος

παρενθήκη ἔλεγχος γίνεται τοῦ πρὶν ἐλλιποῦς καὶ οὐ μᾶλλον δίδωσιν ἢ ζημιοῖ,

περιφανεστέραν ποιοῦσα τῆς ἀληθοῦς τιμῆς τὴν ὑφαίρεσιν ἢ τὴν πεπορισμένην

ταύτης ἐπίτασιν, ὡς κινδυνεύειν ἐν τῇ τοῦ δοκεῖν ἀφθονίᾳ τὰ τῆς πτωχείας

ὑπομένειν αἰσχρά. δυοῖν οὖν κἀνταῦθα θάτερον ἕπεται· ἢ γὰρ κακουργίας ἐγχείρημα

φαίνεται εἶναι τουτί, δι' ἀπάτην τῶν ἁπλουστέρων ἐπινενοημένον, ἢ δεισιδαιμονίαν

ὀνομαστέον τὸ τοῦ νοσήματος πάθος, ἔκγονον λόγου διεψευσμένως ἔχοντος ὂν πρὸς

τὸ ἀγαθόν, δειλίας δ' ἀορίστους καὶ ἀτεκμάρτους ταῖς μητράσι ψυχαῖς ἐντιθὲν καὶ

φόβους ἐν οὐ καιρῷ φυομένους, θανάτου γείτονας καὶ οἵους οἱ ἐν ᾅδου μυθεύονται

πέμπειν τοῖς ζῶσιν ἐν ὕπνοις, ἐκ διαμέτρου μὲν καὶ ἀντιδιῃρημένην τῇ ἀθεΐᾳ τὴν

τάξιν ἐσχηκός, γένος δ' ὅμως ἐκείνῃ ταὐτὸν κεκτημένον, τὴν ἄγνοιαν δηλαδή.

ὁμοίως γὰρ τῶν διαβεβλημένων ἐστὶ τό τ' ἀκίνητον εἶναι πρὸς τὴν τοῦ θεοῦ τιμήν,

καὶ αὖ τὸ κινεῖσθαι πρὸς αὐτὴν καθάπερ οὐ χρή· τὸ μὲν γὰρ πίστεως ἄμοιρον, τὸ δὲ

καὶ δόξαν ἐμπαθῆ προσλαμβάνει, σμικρολογίαν μακρὰν τῷ θεῷ 3.421 προστρῖβον.

καὶ ἔστιν ἐν ἀμφοτέροις ὅμοιον τὸ κακόν, κἂν ἀντίθετον ἐκληρώσατο τύχην

ἀλλήλοις ἑκάτερον. Ἵνα δὲ κἀκ τῶν συνηθεστέρων τῇ φύσει καὶ οἷον εἰπεῖν κοινῶν

τοῖς ἅπασιν ἐννοιῶν ὑποδείγματά τινα πρὸς σαφήνειαν ὁ λόγος εἰληφὼς τῶν τῷ

ἁγίῳ ἠριθμημένων ἐκείνων φώτων ἓν καὶ τὸ φῶς ὂν ἐκεῖνο δείξῃ, καὶ τῆς ὁμοίας

ποιότητος, εἰ καὶ τῇ λαμπρότητι παραλλάττειν ἔδοξε, φαίην ἂν ὡς πολλῶν ἐξ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

545

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!