Historia Romana
Historia Romana Historia Romana
θεόν, εἴτουν μίαν ἐν τρισὶν ἄκτιστον θεότητα, καὶ ὅ φησιν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον τὸν θεόν, ἀειλαμπὲς τρίλαμπες, ἢ πλείστας μὲν θεότητας πλείω δὲ φῶτα κατά τινας τῆς ἀντιθέτου τῇ εὐσεβείᾳ φάλαγγος. ἐγὼ μὲν οἶμαι μηδένα τῶν εὐσεβέσι λογισμοῖς συντεθραμμένων πρὸς τοσαύτην ἑκόντα καταπεσεῖν ἀπόνοιαν, ὥστε πλείους μιᾶς ἑλέσθαι νομίζεσθαι δικαιοῦν θεότητας, κοινῇ τῶν τῆς εὐσεβοῦς ἐκκλησίας πατρίων δογμάτων ἀκούοντα διαρρήδην βοώντων, φῶς ἓν ἀδιάδοχον καὶ ἀπρόσιτον εἶναι τὸν θεόν, καὶ μὴ πολλὰ μηδὲ πέρα τῆς τριάδος, δεύτερον δὲ φῶς ἄγγελον μηδενὸς ἑτέρου μεταξὺ 3.404 μεσιτεύοντος, καὶ πάλιν ἕνα θεὸν εἶναι, διότι μία θεότης, ἀναγκαίαν αἰτίαν τοῦ σέβειν ἕνα θεὸν τὴν τῆς μιᾶς θεότητος πρώτην ὁμολογίαν τιθέντων, εἰ μή τις ἐν ἀθύρματος μοίρᾳ καὶ γέλωτος ἑκὼν ἑαυτοῦ προδότης τοῖς ἐν ἀγοραῖς καλινδουμένοις παιγνίοις καθίσταιτο ἐθελοκωφῶν. Τούτου γε μὴν ὁμολογηθέντος, δεύτερόν ἐστι πυθέσθαι ἄξιον εἰ δέοι παραδραμόντας τὴν κοινὴν αὖθις τῆς τοῦ θεοῦ ἐκκλησίας ἔννοιαν μεταξὺ καθάπερ λύχνον ἐπ' ὄρους κειμένην, ἔπειτα ὁρατὴν εἶναι λέγειν τὴν μίαν ταύτην καὶ μόνην ἄκτιστον θεότητα, εἴτουν τὸ ἓν φῶς ἐκεῖνο τὸ ἀειλαμπὲς καὶ ἀπρόσιτον καὶ ἀδιάδοχον· κοινὸν γὰρ εἶναι δόγμα τῆς ἐκκλησίας καὶ τοῦτ' εἰλήφειμεν πρός τε τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ φοιτητῶν, ἑωρακέναι θεὸν ὑπάρχειν ἀδύνατον ἅπασι, πλὴν διὰ συμβόλων καὶ τύπων σωματικῶν. "οὔτε γὰρ" φησὶν "εἶδε θεὸν οὔτ' ἰδεῖν δύναται τῶν ἁπάντων οὐδείς." ἅπερ ὁ εἰπὼν αὐτὸς ἐπισφραγίζων αὖθις θεῖος Παῦλος "εἴ τις εὐαγγελίζεται" φησὶ "παρὸ παρελάβετε, ἀνάθεμα ἔστω," ταῦτα δὴ λέγων τὰ εἰρημένα, τὸ μίαν τε σέβειν ἄκτιστον θεότητα καὶ φῶς ἓν ἐν τρισὶν ὑποστάσεσι, καὶ ἅμα ταύτην ἀόρατον εἶναι ὁμολογεῖν, μὴ ὅτι ἀνθρώποις ἀλλὰ καὶ ἀγγέλοις αὐτοῖς. τίς γὰρ οὕτως ἠλίθιος καὶ μανίᾳ σύνοικος μακρᾷ ὥστε κτισμάτων ἀοράτων ὄντων, ἀγγέλων φημὶ καὶ ψυχῶν καὶ δαιμόνων, λέγειν ἔπειτ' 3.405 ἀνθρώποις τολμᾶν ὁρατὴν εἶναι τὴν φύσιν τοῦ τῶν ἁπάντων 3.405 δημιουργοῦ θεοῦ. μὴ οὖν ὅτι θρήνων καὶ δακρύων ἄξιον παμπόλλων πάτριον δόγμα τῆς ἐκκλησίας κινοῦντας τοῖς ἀποστολικοῖς ἐκείνης ἀναθέμασιν ἑαυτοὺς ἑκοντὶ παρέχειν, ἀλλὰ καὶ μανίας ὁμοῦ καὶ ἠλιθιότητος γέμει τοιαῦτα λογίζεσθαι. ἐπὶ γὰρ πᾶσαν διδασκαλίαν καὶ πᾶσαν μάθησιν ἐκ προϋπαρχούσης γίνεσθαι φάσκουσι γνώσεως. δεῖ γὰρ μαρτυρίας ἐν τοῖς τοιούτοις ἐκείνας προβάλλειν εἰς προῦπτον καὶ σαφεστέραν δήλωσιν τῶν ἀτελεστέρων, αἳ τῇ τῶν ἀνθρωπίνων αἰσθήσεων ἐκ πρώτης γενέσεως συνηθείᾳ κανόσιν ἀθανάτοις μαθήσεις ἡλικιώτιδες γίνονται, κἀντεῦθεν ἀμοιβαίοις ἴχνεσιν ἀναγομένους βαθμίδων δίκην ταῖς κατὰ μικρὸν ὑπαλλαγαῖς τῶν ἀναλόγων προσθέσεών τε καὶ ὑφαιρέσεων συμβιβάζειν καὶ τῷ τῆς ἐπιστήμης ἡλίῳ καθαρώτερον ἤδη προσάγειν, χρεὼν διδακτῆς οὔσης τῆς ἐπιστήμης προϋπάρχουσαν εἶναι λογίζεσθαι γνῶσιν τὴν τῶν αἰσθήσεων αὐτοδίδακτον πρώτην κατάληψιν, ἀφ' ἧς ὡς ἐκ πρώτης ἀρχῆς καὶ πηγῆς οἱ πάσης ἐπιστήμης ἀποβλύζουσι ῥύακες τῶν τε τοῖς αἰσθητοῖς καὶ διανοητοῖς καὶ νοητοῖς ἐνυπαρχόντων ὅρων καὶ λόγων. τὸ γὰρ βλέπειν ἡμᾶς καὶ ἀκούειν, καὶ νῦν μὲν γλυκέων καὶ πικρῶν αἰσθάνεσθαι διὰ τῆς γεύσεως νῦν δὲ τραχέων τε καὶ λείων διὰ τῆς ἁφῆς, καὶ ὅτι θερμὸν καὶ καυστικὸν τὸ πῦρ καὶ ψυχρὸν ἡ χιὼν, κοιναί εἰσιν ἔννοιαι πάντα καὶ αὐτοδί 3.406 δακτα τοῖς αἰσθητηρίοις. οὐ γὰρ διδασκόμεθα παρ' οὐδενὸς βλέπειν ἢ ἀκούειν, ἢ ὅτι καίει τὸ πῦρ καὶ ψυκτὸν ἡ χιὼν καὶ τὸ μέλι γλυκύ. αὐτόθεν γὰρ ἡ αἴσθησις τὰ μὲν προσίεται τὰ δ' ἀποσείεται δίχα τινὸς ἐπεισάκτου γεωμετρικῆς ἀνάγκης καὶ δίχα συλλογιστικῆς ἀποδείξεως οἱασδηποτοῦν, τοῦ δημιουργοῦ θεοῦ πανσόφως προοικονομήσαντός τε καὶ προϋποθέντος τῇ φύσει σπερματικῶς οὑτωσὶ τὰς τοιαύτας ἀρχεγόνους ῥίζας, ἐφόδιον κράτιστον ταῖς ἐπιστημονικαῖς ἑξῆς ἁπάσαις μεθόδοις καὶ ἀποδείξεσιν, ἐξ ὧν οἱ ἀκαταμάχητοι καὶ δυσαντίβλεπτοι μάλιστα τῆς ἀληθείας περατοῦνται Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 540
συλλογισμοί. δεῖν γὰρ εἶναι τὰς ἀρχὰς τῶν συλλογισμῶν αὐτοδιδάκτους καὶ αὐτόθεν ἐχούσας τὸ πιστὸν καὶ ἀναντίρρητον πανταχοῦ καὶ ὁμόλογον ἐξ ἁπάντων τὸ συγκεχωρηκός, ὡς ἂν ἐξ ὁρμητηρίου βεβαίου καὶ ἀσφαλοῦς ταῖς τῶν σοφῶν ἀποδεικτικαῖς φωναῖς τε καὶ γλώτταις κινουμέναις ἀγώγιμον ὡς ὑφ' ἡλίῳ καὶ φωτὶ μέχρι τοῦ προσήκοντος ἑκάστῳ συμπεράσματος τὸ τῆς ἀληθείας εἴη πορευόμενον εὐγενές. Καὶ ἵν' ὑποδείγμασι τρισὶ καὶ τέτρασι διαλευκανθείη τὰ εἰρημένα, προκείσθω νῦν διδάσκαλος ἡμῖν ὁ μέγας τῆς ἐκκλησίας φωστὴρ ∆ιονύσιος, ἐκ τῶν τῇ αἰσθήσει γνωρίμων καὶ αὐτόθεν τὸ πιστὸν ἐχόντων καὶ ἅπασιν ὡμολογημένων τὸ συγκεχωρηκὸς παριστῶν τὸ ζητούμενον. θέλων γὰρ διδάξαι 3.407 πανταχοῦ τὸν θεὸν εἶναί τε καὶ πᾶσι μεθεκτόν, ὡς ἐκείνῳ προσήκει, ταῖς κοιναῖς καὶ πᾶσι προδήλοις ἐννοίαις πρὸς τὴν τῶν ὑπὲρ αἴσθησιν κέχρηται δήλωσιν. "ὥσπερ γὰρ ἐν κέντρῳ" φησίν "πᾶσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συνυφεστήκασι, καὶ πάσας ἔχει τὸ κέντρον ἐν ἑαυτῷ τὰς εὐθείας ἑνοειδῶς ἡνωμένας πρός τε ἀλλήλας καὶ πρὸς τὴν μίαν ἀρχὴν ἀφ' ἧς προῆλθον, οὕτως ἐκ θεοῦ καὶ ἐν θεῷ τὰ ὄντα πάντα συνειλημμένως καὶ ἑνιαίως εἰσί, καὶ τὰ ἀλλήλοις ἐναντία. καὶ πάλιν, ὥσπερ φωνὴ μία καὶ ἡ αὐτὴ πρὸς πολλῶν ἀκοῶν ὡς μία μετέχεται, οὕτω καὶ ὁ θεὸς εἷς ὢν καὶ ἀμερὴς ὑπὸ τῶν μεριστῶν ἀμερίστως μετέχεται. καὶ πάλιν, ὥσπερ σφραγῖδος μιᾶς ἐκτυπώματα πολλὰ μετέχει, τῆς ἀρχετύπου σφραγῖδος ἐν ἑκάστῳ τῶν ἐκτυπωμάτων ὅλης καὶ τῆς αὐτῆς οὔσης καὶ ἐν οὐδενὶ κατ' οὐδὲν μέρος, οὕτω καὶ τοῦ θεοῦ τὰ πάντα μετέχει. καὶ πάλιν, ὥσπερ ἐν τῇ ψυχῇ μονοειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώματος δυνάμεις, οὕτω κἀν τῷ θεῷ. οὐδὲν γὰρ ἄτοπον" φησίν "ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ πάντων αἴτιον ἀναβάντας ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι πάντα ἐν τῷ πάντων αἰτίῳ μονοειδῶς καὶ ἡνωμένως." Ταῦτα εἰπών, ὁρᾶτε, φησὶν ὁ Γρηγορᾶς, πῶς ἐκ τῶν τῇ αἰσθήσει γνωρίμων καὶ φανερῶν ὁ νοῦς ἀφανὴς ὢν ἁρπά 3.408 ζων τὸ βέβαιον, ῥᾳδίως ἐκ τῆς πρὸς τὴν τῶν θείων καὶ ὑπὲρ αἴσθησιν εὕρεσιν ἀνατρέχει, κἀκ τοῦ φύσει ἀμεροῦς ἐς τὸ μεριστὸν κατιὼν ἀμερῶς αὖθις πρὸς τὸ ἀμέριστον ἐκ τῶν μεριστῶν παλινδρομεῖ, μήτε τῶν τῆς ἑαυτοῦ φύσεως ἐξιστάμενος μυστηρίων, καὶ ἅμα τὰς ὑλικὰς ἐνεργείας εἰωθὼς περιτίθεσθαί τε καὶ οἰκονομικῶς ἐκπληροῦν, ἀμοιβαίαις καὶ λεληθυίαις φάναι παραπλοκαῖς τε καὶ συμφυΐαις συνάγων πρὸς ἑαυτόν, καὶ ἀναλόγως τὸ ἑαυτοῦ φῶς πολλοῖς ἐνσπείρων ὑποκειμένοις, καὶ ὥσπερ πολλοῖς ἐφεξῆς κειμένοις κατόπτροις ἓν ἐμφανίζων πρόσωπον, καὶ τὸ κεχυμένον τῆς ὕλης ἄπειρον καὶ ἀόριστον οἰκείοις περασί τε καὶ σχήμασι μορφῶν καὶ συνδέων καὶ συναρμόττων. καὶ ἡ πρὶν περιοδεύουσα τοὺς ἔνδον λογισμοὺς τῶν ἀπορρήτων καὶ θείων πραγμάτων ζήτησις, τῶν αἰσθητῶν ἤδη ἀναχωροῦσα τῇ τῷ νῷ προσηκούσῃ γνώσει ἀκολουθεῖ. ἐντεῦθεν γὰρ καὶ τὰς θείας καὶ νοερὰς προόδους ἐθέλοντες δηλοῦν οἱ θεῖοι πατέρες παραδείγματι φαινομένῳ ταῖς ἡλίου χρῶνται ἀκτῖσιν, αἳ τὴν ἐτυμολογίαν ἀπὸ τοῦ ἐκτείνεσθαι ἔχουσαι χέονται μὲν οὐκ ἐκχέονται δέ, ἀλλ' ἐκτείνονται πέριξ κατὰ τὸ ἀνάλογον τῆς τῶν δεχομένων εὐρυχωρίας. πληθύνεσθαι γὰρ ὁ θεῖος ἔφησε Μάξιμος τὸν θεὸν τῷ καθ' ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι, ταῖς προνοητικαῖς προόδοις πολλαπλασιαζόμενον, μένειν δ' ἀμε 3.409 ρίστως ἕνα καθάπερ τὸν ἥλιον ἀκτῖνας μὲν πολλὰς προπέμποντα μένοντα δ' ἐν τῇ ἑνότητι. ὅταν γὰρ ἐς τὴν προβλητικὴν ἀποσκοπῶμεν δύναμιν τοῦ ἡλίου, μονοειδὲς καὶ ἑνιαῖον τὸ τῶν ἀκτίνων καταλαμβάνομεν πλῆθος· ὅταν δ' εἰς τὴν ἀστάθμητον καὶ μεριστὴν ποικιλίαν τῆς τοῦ κόσμου γενέσεως, τὰς ἀκτῖνας ἐκτεινομένας οἱονεί τινας χεῖρας ἐργατικὰς τό τε τῆς ἀριθμητικῆς ἐπιστήμης ἀναλισκομένης δι' ἀπορίαν, τὸ ἓν εἰς ἀναρίθμητον πλῆθος σχιζόμενόν τε καὶ μεριζόμενον βλέπομεν. οὕτω δὴ κἀπὶ τῆς ψυχῆς καὶ τῶν ταύτης δυνάμεων καὶ ἡμεῖς τοιούτοις χρώμεθα παραδείγμασιν, ἐνίοτε μὲν τὸν ὅμοιον τρόπον, ἐνίοτε δὲ τὸν ἀντίστροφον· δυοῖν γὰρ ὀργάνων Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 541
- Page 489 and 490: τὰς ἀλεκτρυόνων
- Page 491 and 492: δυναμένη. καὶ τοῦ
- Page 493 and 494: τῶν τῷ ὄρει τῷ Ἄθ
- Page 495 and 496: βέλτιον οἴκαδε τέ
- Page 497 and 498: προαιρέσει κείμεν
- Page 499 and 500: ἄχρονον, τὸ ἀΐδιο
- Page 501 and 502: καὶ τὸ στρατήγιον
- Page 503 and 504: παραπλήσια, πολυων
- Page 505 and 506: εἶναι τὴν θείαν ἐ
- Page 507 and 508: ἔσται ἄρα κατὰ σὲ
- Page 509 and 510: λευκότητα, μέρος δ
- Page 511 and 512: οὖσαν οὐσίαν· ἣν
- Page 513 and 514: ὄντα κατὰ φύσιν ὁ
- Page 515 and 516: οὖν ὀργιζόμενον
- Page 517 and 518: καθ' ὃ σημαινόμενο
- Page 519 and 520: συναΐδια τὰ δημιο
- Page 521 and 522: ὁποτέρῳ δυοῖν, ἢ
- Page 523 and 524: τε καὶ συνῆγον ὅσ
- Page 525 and 526: λέγει τὸ ἄκτιστον
- Page 527 and 528: ὑποδείγματι βραχε
- Page 529 and 530: εἶναι τὸ ἓν ἁπάν
- Page 531 and 532: θεοῦ τελεῖν προθυ
- Page 533 and 534: καὶ αὐτὸς καὶ το
- Page 535 and 536: τίτλος πάλαι μὲν
- Page 537 and 538: ἀκοῦσαι, διεξεληλ
- Page 539: τοὺς ἐντεῦθεν 3.400
- Page 543 and 544: τὸ χρήσιμον τοῖς
- Page 545 and 546: οἰκείας θεότητας
- Page 547 and 548: λαμπρυνθὲν τοῦ Χρ
- Page 549 and 550: καὶ ὁ θεῖος Χρυσό
- Page 551 and 552: παραδεικνύμενον ἓ
- Page 553 and 554: τῶν ἐκδηλοτέρων π
- Page 555 and 556: ὄντων λέγων, καὶ
- Page 557 and 558: τύπον ἔφησεν εἶνα
- Page 559 and 560: μετακεχώρηκεν ἑαυ
- Page 561 and 562: ἀθανασίαν ἐνδύσε
- Page 563 and 564: ἐλέγχειν αὐτὸν τ
- Page 565 and 566: ἐγνωκέναι μεμαρτ
- Page 567 and 568: τῶν πάντων οὐδὲν
- Page 569 and 570: σωμάτων δόξα οὐ τ
- Page 571 and 572: χρειώδης ἁπλῶς, ὥ
- Page 573 and 574: τὸν δρόμον ἀνεπεπ
- Page 575 and 576: βαρβάροις ἡ τύχη
- Page 577 and 578: τε Θεόγνωστος ὁ ἐ
- Page 579 and 580: Παλαιολόγον καὶ α
- Page 581 and 582: ἐμπιπλὰς ἐφ' ἡμέ
- Page 583 and 584: Κωνσταντινουπόλεω
- Page 585 and 586: δηλαδή, καὶ ἅπαξ κ
- Page 587 and 588: οὐδενός. τῷ γὰρ τ
- Page 589 and 590: τοῦ ζῆν. κἄπειτα ο
θεόν, εἴτουν μίαν ἐν τρισὶν ἄκτιστον θεότητα, καὶ ὅ φησιν ὁ μέγας ἐν θεολογίᾳ

Γρηγόριος, φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον τὸν θεόν, ἀειλαμπὲς τρίλαμπες, ἢ

πλείστας μὲν θεότητας πλείω δὲ φῶτα κατά τινας τῆς ἀντιθέτου τῇ εὐσεβείᾳ

φάλαγγος. ἐγὼ μὲν οἶμαι μηδένα τῶν εὐσεβέσι λογισμοῖς συντεθραμμένων πρὸς

τοσαύτην ἑκόντα καταπεσεῖν ἀπόνοιαν, ὥστε πλείους μιᾶς ἑλέσθαι νομίζεσθαι

δικαιοῦν θεότητας, κοινῇ τῶν τῆς εὐσεβοῦς ἐκκλησίας πατρίων δογμάτων ἀκούοντα

διαρρήδην βοώντων, φῶς ἓν ἀδιάδοχον καὶ ἀπρόσιτον εἶναι τὸν θεόν, καὶ μὴ πολλὰ

μηδὲ πέρα τῆς τριάδος, δεύτερον δὲ φῶς ἄγγελον μηδενὸς ἑτέρου μεταξὺ 3.404

μεσιτεύοντος, καὶ πάλιν ἕνα θεὸν εἶναι, διότι μία θεότης, ἀναγκαίαν αἰτίαν τοῦ

σέβειν ἕνα θεὸν τὴν τῆς μιᾶς θεότητος πρώτην ὁμολογίαν τιθέντων, εἰ μή τις ἐν

ἀθύρματος μοίρᾳ καὶ γέλωτος ἑκὼν ἑαυτοῦ προδότης τοῖς ἐν ἀγοραῖς

καλινδουμένοις παιγνίοις καθίσταιτο ἐθελοκωφῶν. Τούτου γε μὴν ὁμολογηθέντος,

δεύτερόν ἐστι πυθέσθαι ἄξιον εἰ δέοι παραδραμόντας τὴν κοινὴν αὖθις τῆς τοῦ θεοῦ

ἐκκλησίας ἔννοιαν μεταξὺ καθάπερ λύχνον ἐπ' ὄρους κειμένην, ἔπειτα ὁρατὴν εἶναι

λέγειν τὴν μίαν ταύτην καὶ μόνην ἄκτιστον θεότητα, εἴτουν τὸ ἓν φῶς ἐκεῖνο τὸ

ἀειλαμπὲς καὶ ἀπρόσιτον καὶ ἀδιάδοχον· κοινὸν γὰρ εἶναι δόγμα τῆς ἐκκλησίας καὶ

τοῦτ' εἰλήφειμεν πρός τε τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ

φοιτητῶν, ἑωρακέναι θεὸν ὑπάρχειν ἀδύνατον ἅπασι, πλὴν διὰ συμβόλων καὶ

τύπων σωματικῶν. "οὔτε γὰρ" φησὶν "εἶδε θεὸν οὔτ' ἰδεῖν δύναται τῶν ἁπάντων

οὐδείς." ἅπερ ὁ εἰπὼν αὐτὸς ἐπισφραγίζων αὖθις θεῖος Παῦλος "εἴ τις εὐαγγελίζεται"

φησὶ "παρὸ παρελάβετε, ἀνάθεμα ἔστω," ταῦτα δὴ λέγων τὰ εἰρημένα, τὸ μίαν τε

σέβειν ἄκτιστον θεότητα καὶ φῶς ἓν ἐν τρισὶν ὑποστάσεσι, καὶ ἅμα ταύτην ἀόρατον

εἶναι ὁμολογεῖν, μὴ ὅτι ἀνθρώποις ἀλλὰ καὶ ἀγγέλοις αὐτοῖς. τίς γὰρ οὕτως ἠλίθιος

καὶ μανίᾳ σύνοικος μακρᾷ ὥστε κτισμάτων ἀοράτων ὄντων, ἀγγέλων φημὶ καὶ

ψυχῶν καὶ δαιμόνων, λέγειν ἔπειτ' 3.405 ἀνθρώποις τολμᾶν ὁρατὴν εἶναι τὴν φύσιν

τοῦ τῶν ἁπάντων 3.405 δημιουργοῦ θεοῦ. μὴ οὖν ὅτι θρήνων καὶ δακρύων ἄξιον

παμπόλλων πάτριον δόγμα τῆς ἐκκλησίας κινοῦντας τοῖς ἀποστολικοῖς ἐκείνης

ἀναθέμασιν ἑαυτοὺς ἑκοντὶ παρέχειν, ἀλλὰ καὶ μανίας ὁμοῦ καὶ ἠλιθιότητος γέμει

τοιαῦτα λογίζεσθαι. ἐπὶ γὰρ πᾶσαν διδασκαλίαν καὶ πᾶσαν μάθησιν ἐκ

προϋπαρχούσης γίνεσθαι φάσκουσι γνώσεως. δεῖ γὰρ μαρτυρίας ἐν τοῖς τοιούτοις

ἐκείνας προβάλλειν εἰς προῦπτον καὶ σαφεστέραν δήλωσιν τῶν ἀτελεστέρων, αἳ τῇ

τῶν ἀνθρωπίνων αἰσθήσεων ἐκ πρώτης γενέσεως συνηθείᾳ κανόσιν ἀθανάτοις

μαθήσεις ἡλικιώτιδες γίνονται, κἀντεῦθεν ἀμοιβαίοις ἴχνεσιν ἀναγομένους

βαθμίδων δίκην ταῖς κατὰ μικρὸν ὑπαλλαγαῖς τῶν ἀναλόγων προσθέσεών τε καὶ

ὑφαιρέσεων συμβιβάζειν καὶ τῷ τῆς ἐπιστήμης ἡλίῳ καθαρώτερον ἤδη προσάγειν,

χρεὼν διδακτῆς οὔσης τῆς ἐπιστήμης προϋπάρχουσαν εἶναι λογίζεσθαι γνῶσιν τὴν

τῶν αἰσθήσεων αὐτοδίδακτον πρώτην κατάληψιν, ἀφ' ἧς ὡς ἐκ πρώτης ἀρχῆς καὶ

πηγῆς οἱ πάσης ἐπιστήμης ἀποβλύζουσι ῥύακες τῶν τε τοῖς αἰσθητοῖς καὶ διανοητοῖς

καὶ νοητοῖς ἐνυπαρχόντων ὅρων καὶ λόγων. τὸ γὰρ βλέπειν ἡμᾶς καὶ ἀκούειν, καὶ

νῦν μὲν γλυκέων καὶ πικρῶν αἰσθάνεσθαι διὰ τῆς γεύσεως νῦν δὲ τραχέων τε καὶ

λείων διὰ τῆς ἁφῆς, καὶ ὅτι θερμὸν καὶ καυστικὸν τὸ πῦρ καὶ ψυχρὸν ἡ χιὼν, κοιναί

εἰσιν ἔννοιαι πάντα καὶ αὐτοδί 3.406 δακτα τοῖς αἰσθητηρίοις. οὐ γὰρ διδασκόμεθα

παρ' οὐδενὸς βλέπειν ἢ ἀκούειν, ἢ ὅτι καίει τὸ πῦρ καὶ ψυκτὸν ἡ χιὼν καὶ τὸ μέλι

γλυκύ. αὐτόθεν γὰρ ἡ αἴσθησις τὰ μὲν προσίεται τὰ δ' ἀποσείεται δίχα τινὸς

ἐπεισάκτου γεωμετρικῆς ἀνάγκης καὶ δίχα συλλογιστικῆς ἀποδείξεως

οἱασδηποτοῦν, τοῦ δημιουργοῦ θεοῦ πανσόφως προοικονομήσαντός τε καὶ

προϋποθέντος τῇ φύσει σπερματικῶς οὑτωσὶ τὰς τοιαύτας ἀρχεγόνους ῥίζας,

ἐφόδιον κράτιστον ταῖς ἐπιστημονικαῖς ἑξῆς ἁπάσαις μεθόδοις καὶ ἀποδείξεσιν, ἐξ

ὧν οἱ ἀκαταμάχητοι καὶ δυσαντίβλεπτοι μάλιστα τῆς ἀληθείας περατοῦνται

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

540