Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἔχει οὐσιώδεις· ἀλλὰ τοὐναντίον, εἰ καὶ τοῦτο δοίη τις ἐνταῦθα, διότι διαφορὰς οὐκ ἔχει οὐσιώδεις, διὰ τοῦτ' ἴσως ἐστὶ καὶ ἀμερής. καί τοι ἐχρῆν κἀνταῦθα τεχνικῶς διελόντα πρότερον εἰπεῖν, ποτέρας τῶν οὐσιωδῶν διαφορῶν ἐνταῦθα λαμβάνει. τὰς μὲν γάρ φασιν εἶναι καθ' ἃς ἄνωθεν κάτω τὰ γένη διαιρεῖται εἰς εἴδη καὶ ταῦτα εἰς ἄτομα, ἢ μᾶλλον εἰπεῖν τὰ ὅλα εἰς μέρη (ὅλον γὰρ ἑκάτερον, τό τε γένος καὶ τὸ εἶδος, καὶ ὅσα οὑτωσὶ πρὸς ἄλλα διαιρεῖται), τὰς δὲ καθ' ἃς τὰ διαιρεθέντα εἰδοποιεῖται. ὅμως ἐξ ἧς ἐπιφέρει γραφικῆς μαρτυρίας, δῆλον ὅπως ποτὲ καὶ τοῦτο ποιεῖ, ὅτι τὰς διαιρετικὰς καὶ ἄνωθεν ἐκ τῶν φύσει προτέρων εἰς τὸ κάτω μεριζομένας πλῆθος ὁμολογεῖ, ἄκων μὲν καὶ ἀμαθῶς κατὰ τὸ αὐτόματον εἰπεῖν, ποιεῖ δ' οὖν. πληθύνεσθαι γὰρ τὸ τοῦ θείου φάσκει Μαξίμου τὸν θεὸν τὸ καθ' ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματα ταῖς προνοητικαῖς προόδοις πολλαπλασιαζόμενον, μένειν δ' ἀμερίστως ἕνα καθάπερ τὸν ἥλιον ἀκτῖνας πολλὰς προπέμ 3.361 ποντα, μένοντα δ' ἐν τῇ ἑνότητι· τὸ γὰρ πληθύνεσθαι τὸν ἕνα θεὸν ταῖς προνοητικαῖς προόδοις, τουτέστι τοῖς τε ἐγκοσμίοις καὶ ὑπερκοσμίοις θαύμασι, διαιρεῖσθαι καὶ μερίζεσθαί ἐστιν ἀναλόγως, συμμαρτυρεῖν κἀνταῦθά οἱ ψευδόμενος καὶ συκοφαντῶν τὸν θειότατον Μάξιμον. εἰς γὰρ ἕτερον τὴν ῥῆσιν μεταφέρει νοῦν, κακοτρόπως συγκυκῶν καὶ ἀναμοχλεύων. περὶ ἧς καὶ πλείω λέγειν καὶ ἐξετάζειν καὶ διδάσκειν κἀνταῦθα τὸν ἀμαθῆ βουλόμενος ἔγωγε προσήκοντα νῦν τὸν καιρὸν οὐχ ὁρῶ· ὅ τε γὰρ τῶν ἄλλων ἄνωθεν ἀνθέλκων εἱρμὸς οὐκ ἐᾷ διατρίβειν με, καὶ ἅμα πρὸς ἄτεχνόν τε καὶ κακότεχνον ψυχὴν οὐκ εἰσιέναι δύναιτ' ἂν ῥᾳδίως οὔτε γοῦν βραχύ τι τῶν εὐλόγων μέρος οὔτε μὴν ἐν βραχυτάτῳ μέρει χρόνου. Ὅμως ἵν' ἐκεῖθεν ἀναλάβωμεν ἐπανιόντες αὖθις τὸν λόγον, καὶ τῶν ἀτόμων οὐσιῶν ἑκάστη μία καὶ πρώτη καὶ ἀδιαίρετός ἐστι, καὶ κατ' αὐτό γε τοῦτο καὶ ἀμερής. οὔτε γὰρ εἴδει οὔτε ἀριθμῷ εἶναι καθ' αὑτὴν μεμαθήκαμεν οὐδεμίαν αὐτῶν· διὰ γὰρ τοῦτο καὶ ἀτόμους οὐσίας φαμὲν τὰ τοιάδε· ἀλλ' οὐσιώδεις ὅμως ἔχουσι διαφορὰς ἐν τῷ οἰκείῳ ὅρῳ. οὐδὲ γὰρ οὐδὲν οὔτε τῶν ὁριζομένων οὔτε τῶν διαιρουμένων ἢ μεριζομένων ὑφ' αὑτὸ τὰς οὐσιώδεις ἔχει διαφοράς, ἀλλ' ἄνωθεν κατιόντα δέχεται τὸν συντιθέντα ὁρισμόν, ἐκ γένους ὄντα καὶ συστατικῶν διαφορῶν· ὁριζόμενοι γὰρ τὸν ἄνθρωπον οὐ 3.362 τὰς ἀτόμους καὶ φύσει δευτέρας οὐσίας κάτωθεν ἀνιχνεύοντες λέγομεν, φέρε εἰπεῖν ἐκεῖνο δὴ τὸ ῥηθὲν ὑφ' Ὁμήρου "γυρὸς ἐν ὤμοισι, μελανόχροος, οὐλοκάρηνος," καὶ εἴ τί που τοιονδὶ ταῖς καθ' ἕκαστα καὶ μερικαῖς συμπέπτωκεν οὐσίαις· ἀλλὰ ζῶον εἶναί φαμεν λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἐκ τῶν ἄνωθεν καὶ φύσει πρώτων δηλοῦντες αὐτόν, ἐπεὶ μήδε φαμὲν ἄνθρωπον εἶναι διὰ τὸ ἔχειν ὑφ' αὑτὸν Πλάτωνα καὶ Σωκράτην καὶ τὰς τοιαύτας, ὡς ἔφημεν, ἀτόμους οὐσίας καὶ ἀμερεῖς, ἀλλ' ὅτι διὰ τοῦ γένους τοῦ ζώου καὶ τῶν εἰρημένων συστατικῶν διαφορῶν εἰδοποιεῖται καὶ περιγράφεται καὶ εἰς ὡρισμένην καθίσταται φύσιν. ὁ δὲ Παλαμᾶς ἐξ ἀμαθίας μακρᾶς ἄνω ποταμῶν, τὸ τῆς παροιμίας, χωρεῖν τὰς πηγὰς ἀναγκάζει, λέγων ὡς ἐπεὶ μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. καὶ μὴν τὸ ἐπεί σύνδεσμός ἐστι κατασκευαστικός, καὶ ὕπαρξιν καὶ τάξιν ἀκολουθήσεως αἰτιατικὴν δηλῶν, ἅτε συναπτικὸς τῶν ἑκατέρωθεν ἄκρων ὑπάρχων καὶ τὴν αἰτίαν ἔχων αὐτῶν. τούτῳ δ' οὕτω δι' ἀμαθίαν ἀνατεθόλωται τὰ εἰρημένα ὡς Κάλχαντός τινος δεῖσθαι μάντεως Ὁμηρικοῦ. ἀλλ' οὐδ' ἐκεῖνον οἶμαι δυνηθῆναι ἂν τῷ ἀνακολούθῳ τῆς θέσεως, εἰ παρῆν, τὴν λύσιν παρασχεῖν· πῶς γάρ, ἃ μηδ' αὐτὸν λύειν οἶμαι δύνασθαι τὸν ἐξ ἰδίας γαστρὸς ἐρευγόμενον τὰ τοιάδε. ἃ γὰρ αἰτιώδει λόγῳ τίθενται, ταῦτα δήπουθεν καὶ λόγῳ λύονται τοιῷδε, ἃ δὲ μή, ταῦτα δὲ μή. 3.363 Σκεπτέον οὖν ἂν εἴη καὶ τὴν ὑστέραν ταύτην ἀμαθίαν ἐπὶ τῇ προτέρᾳ αὐτοῦ· οὐδὲ γὰρ οἶδεν ὡς τῶν πρός τι ὂν τὸ αἴτιον ἅμα ἐστὶ τῷ αἰτιατῷ καὶ ἄνευ αὐτοῦ νοεῖσθαι οὐκ ἔχει, ἅτε σχετικήν τινα καὶ συνδετικὴν δύναμιν ταύτην πρὸς ἄλληλα τῶν ἄκρων ἐχόντων· οἷον ὡς ἐν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 526

ὑποδείγματι βραχεῖ, πολλαχῶς λεγομένου τοῦ αἰτίου, ποιητικόν ἐστιν αἴτιον, ὡς ὁ οἰκοδόμος τοῦ οἴκου· τελικόν, ὡς ἡ σκέπη δι' ἣν ὁ οἶκος· ὑλικόν, ὡς λίθοι καὶ ξύλα ἐξ ὧν ὁ οἶκος· εἰδικόν, ὡς ἡ διατυπουμένη καὶ εἰδοποιουμένη μόρφωσις ἐν τῷ φανταστικῷ τοῦ τεχνίτου· παραδειγματικόν, ὡς ἕτερος οἶκος πρὸς ὃν ἀφορῶν ὁ τεχνίτης τὸ ἀνὰ χεῖρας ἔργον τελεῖ· φυσικόν, ὡς ὁ πατὴρ τοῦ υἱοῦ. εἰσὶ καὶ ἀλλήλων αἴτια, ὡς τῆς εὐεξίας τὸ πονεῖν καὶ τοῦ πονεῖν ἡ εὐεξία. λέγουσι δ' ἔνιοι τῶν σοφῶν καὶ τὴν τύχην κατὰ συμβεβηκὸς συναίτιον ἐνίοτε ἐν τοῖς κατὰ προαίρεσιν ἕνεκά του γινομένοις. τοσούτων τοίνυν καὶ πλειόνων ὄντων τοῦ αἰτίου εἰδῶν, καὶ πάντων σαφῆ τὴν πρὸς ἄλληλα κεκτημένων συνάφειαν, λεγέτω μοι παρελθὼν ἐκεῖνος ὑπὸ ποίων τούτων ἀνάγει τὴν τῶν αὐτῷ γε νῦν εἰρημένην σχέσιν. τριῶν γὰρ τοὐλάχιστον ὅρων ἐν τοῖς συλλογισμοῖς ἀεὶ λαμβανομένων, τὴν συνδετικὴν τῶν ἄκρων ἐξ ἀνάγκης ἔχειν ὁ μέσος αἰτίαν ὀφείλει. ἀλλ' οὐχ οὕτω καὶ τῇ τοῦ Παλαμᾶ δοκεῖ ἀμαθίᾳ· ὅμοιον γὰρ τὸ παρ' αὐτοῦ λεγόμενόν ἐστιν ὥσπερ ἂν εἴ τις ἔλεγεν ὅτι, ἐπείπερ ἡ χιὼν λευκή ἐστι, διὰ τοῦτο οὐκ ἔστιν αἰσθητικόν· ὡς γὰρ ἐνταῦθα 3.364 συνάφειαν μεταξὺ σχετικὴν οὐδεμίαν ἡ λευκότης ἔχει πρὸς τὸ αἰσθητικόν, ἀναγκαίως ἐφελκομένην τὰ ἄκρα πρὸς ἑαυτήν (ἑτερογενὲς γὰρ ἑκάτερον ἑκατέρου), οὕτως οὐδ' ἐκεῖ πρὸς τὸ τῆς οὐσίας ἀμερὲς τὸ ἥκιστ' ἔχειν οὐσιώδεις διαφοράς. ἔπειτα καὶ τὴν θείαν οὐσίαν διαφέρειν φάσκοντες τῶν τε ἐγκοσμίων καὶ ὑπερκοσμίων πασῶν οὐσιῶν, οὐδαμῇ τῷ ταύτης ἀμερεῖ ἐνοχλοῦμεν· ταύτης γὰρ τὸ ἀμερὲς οὐ κατὰ τὰς ἐν κόσμῳ ταύτας ἀτόμους ἐστὶν οὐσίας (ἠλίθιον γὰρ καὶ νοεῖν καὶ λέγειν τουτί), ἀλλ' ὅτι ἀσώματόν τε καὶ ἄογκον καὶ ἄναρχον καὶ ἀπερίγραπτον καὶ ὑπερούσιον καὶ πάντων ἥκιστα ὁρισμοῖς καὶ μερισμοῖς τεχνικοῖς ὑποπῖπτον, πλὴν εἰ μὴ διὰ τὴν τῷ θείῳ Βασιλείῳ συγκαταβατικώτερον μέν τινα τρόπον, ἐμφιλοσόφως δ' οὖν καὶ κατ' ἐπιστήμην ἐξενηνεγμένην ἀποφαντικὴν ῥῆσιν, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν ἡ οὐσία τῇ ἐνεργείᾳ δέχεται λόγον, φαίη τις ἂν ὁριζόμενος ὡς πρᾶγμά γε εἴη αὐθύπαρκτον ἡ οὐσία μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν. ἐκείνῃ γὰρ μόνῃ τῇ θείᾳ καὶ ἁπλουστάτῃ φύσει τὸν τοιοῦτον προσήκειν φαμὲν ὁρισμόν, ἑτέρᾳ δ' οὐδεμιᾷ τῶν κτιστῶν ἁπασῶν. σύνθετοι γὰρ ἅπασαι, πᾶν δὲ σύνθετον ἐκ διαφόρων ἔχει τὸ εἶναι· ὧν ἕκαστα δεῖται ἀλλήλων. οὐκ ἂν οὖν ἀνενδεᾶ εἴη οὔτε τὰ μέρη οὔθ' ὅλον ἐξ ἐνδεῶν συμπληρούμενον. σαφῆ γὰρ τὴν ἀπόδειξιν ἔχει τοῦ πρὶν τῆς ἑκάστων ἐκείνων προσθήκης ἐνδεὲς 3.365 εἶναι. καὶ ἅμα ἀρχόμενον, οὐκ ἄρχον· ἡττᾶσθαι γὰρ ἀνάγκη οὗ δεῖται τὸ ἐνδεές. ᾧ δέ τι ἥττηται, τούτῳ καὶ δεδούλωται. ὃ δὲ δοῦλον, οὐκ ἂν εἴη κύριον οὐδ' αὐθύπαρκτον. οὐκ ἄρα, πλὴν μόνης τῆς θείας οὐσίας, τῶν ἄλλων οὐδεμιᾷ τὸ κυρίως ἁρμόττει αὐθύπαρκτον. οὐσιῶν γὰρ πεποιωμένων εἶναι ποιητὴν τὸν θεὸν ὁ θεῖός τε ἀπεφήνατο Μάξιμος, καὶ ἡ φύσις αὐτὴ διδάσκαλος ταῖς συνέσει διαφερούσαις αἰσθήσεσι γίνεται. μόνη γάρ, φησίν, ἁπλῆ καὶ ἀνενδεὴς καὶ ἄτρεπτος ἡ δημιουργικὴ τῶν ὅλων οὐσία τῆς ἁγίας τριάδος. πᾶσα δὲ κτίσις σύνθετός ἐστιν ἐξ οὐσίας καὶ ποιότητος. πᾶσα δὲ ποιότης ὑποκειμένης πάντως οὐσίας ἐστί, περὶ ἣν καὶ θεωρεῖται καὶ λέγεται, τὸ καθ' αὑτὴν εἶναι οὐδαμῶς ἔχουσα. διὸ καὶ δίχα ποιοτήτων ἀναλόγων ἑκάστοις οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν οὐσίαν ὑφίστασθαι δυναμένην ἐν κόσμῳ. οἷον ὡς ἐπὶ ὑποδείγματος, εἴ τις ἀφέλοι, ἐνεργείᾳ μὲν οὐκ ἂν φαίην (ἀδύνατον γὰρ τουτί) ἐπινοίᾳ δ' οὖν ὅμως, λίθου τινός, ἢ μᾶλλον εἰπεῖν, τὰς τῆς χιόνος ἐμφύτους ποιότητας, τήν τε λευκότητα δηλαδὴ καὶ ψυχρότητα καὶ ὑγρότητα καὶ εἴ τι τοιοῦτον, εἶναι τὸ λειπόμενον πάντως οὐδέν. ὃ δ' οὐδὲν καθ' αὑτό, πῶς αὐθύπαρκτον; καὶ ἐπὶ τῶν ὄντων εὑρήσεις ἁπάντων ὁμοίως ἀεὶ καὶ πασῶν οὐσιῶν τουτοΐ. Ἔχεις τοίνυν, ὦ φίλε Θεότιμε, διὰ βραχέων ὁρᾶν τοὺς ἀκανονίστους καὶ πόρρω παντὸς κανόνος κανόνας τοῦ Παλαμᾶ, 3.366 καὶ τὰς ἀκαθέκτους καθέτους, καὶ τὴν ἀστάθμητον, ἵν' οὕτως εἴπω, στάθμην τῆς Λεσβίας οἰκοδομῆς, τοὺς ἀσυλλογίστους λέγω συλλογισμούς, ὁποίους δι' Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 527

ἔχει οὐσιώδεις· ἀλλὰ τοὐναντίον, εἰ καὶ τοῦτο δοίη τις ἐνταῦθα, διότι διαφορὰς οὐκ

ἔχει οὐσιώδεις, διὰ τοῦτ' ἴσως ἐστὶ καὶ ἀμερής. καί τοι ἐχρῆν κἀνταῦθα τεχνικῶς

διελόντα πρότερον εἰπεῖν, ποτέρας τῶν οὐσιωδῶν διαφορῶν ἐνταῦθα λαμβάνει. τὰς

μὲν γάρ φασιν εἶναι καθ' ἃς ἄνωθεν κάτω τὰ γένη διαιρεῖται εἰς εἴδη καὶ ταῦτα εἰς

ἄτομα, ἢ μᾶλλον εἰπεῖν τὰ ὅλα εἰς μέρη (ὅλον γὰρ ἑκάτερον, τό τε γένος καὶ τὸ εἶδος,

καὶ ὅσα οὑτωσὶ πρὸς ἄλλα διαιρεῖται), τὰς δὲ καθ' ἃς τὰ διαιρεθέντα εἰδοποιεῖται.

ὅμως ἐξ ἧς ἐπιφέρει γραφικῆς μαρτυρίας, δῆλον ὅπως ποτὲ καὶ τοῦτο ποιεῖ, ὅτι τὰς

διαιρετικὰς καὶ ἄνωθεν ἐκ τῶν φύσει προτέρων εἰς τὸ κάτω μεριζομένας πλῆθος

ὁμολογεῖ, ἄκων μὲν καὶ ἀμαθῶς κατὰ τὸ αὐτόματον εἰπεῖν, ποιεῖ δ' οὖν.

πληθύνεσθαι γὰρ τὸ τοῦ θείου φάσκει Μαξίμου τὸν θεὸν τὸ καθ' ἕκαστον εἰς

παραγωγὴν τῶν ὄντων βουλήματα ταῖς προνοητικαῖς προόδοις

πολλαπλασιαζόμενον, μένειν δ' ἀμερίστως ἕνα καθάπερ τὸν ἥλιον ἀκτῖνας πολλὰς

προπέμ 3.361 ποντα, μένοντα δ' ἐν τῇ ἑνότητι· τὸ γὰρ πληθύνεσθαι τὸν ἕνα θεὸν ταῖς

προνοητικαῖς προόδοις, τουτέστι τοῖς τε ἐγκοσμίοις καὶ ὑπερκοσμίοις θαύμασι,

διαιρεῖσθαι καὶ μερίζεσθαί ἐστιν ἀναλόγως, συμμαρτυρεῖν κἀνταῦθά οἱ ψευδόμενος

καὶ συκοφαντῶν τὸν θειότατον Μάξιμον. εἰς γὰρ ἕτερον τὴν ῥῆσιν μεταφέρει νοῦν,

κακοτρόπως συγκυκῶν καὶ ἀναμοχλεύων. περὶ ἧς καὶ πλείω λέγειν καὶ ἐξετάζειν

καὶ διδάσκειν κἀνταῦθα τὸν ἀμαθῆ βουλόμενος ἔγωγε προσήκοντα νῦν τὸν καιρὸν

οὐχ ὁρῶ· ὅ τε γὰρ τῶν ἄλλων ἄνωθεν ἀνθέλκων εἱρμὸς οὐκ ἐᾷ διατρίβειν με, καὶ

ἅμα πρὸς ἄτεχνόν τε καὶ κακότεχνον ψυχὴν οὐκ εἰσιέναι δύναιτ' ἂν ῥᾳδίως οὔτε

γοῦν βραχύ τι τῶν εὐλόγων μέρος οὔτε μὴν ἐν βραχυτάτῳ μέρει χρόνου. Ὅμως ἵν'

ἐκεῖθεν ἀναλάβωμεν ἐπανιόντες αὖθις τὸν λόγον, καὶ τῶν ἀτόμων οὐσιῶν ἑκάστη

μία καὶ πρώτη καὶ ἀδιαίρετός ἐστι, καὶ κατ' αὐτό γε τοῦτο καὶ ἀμερής. οὔτε γὰρ εἴδει

οὔτε ἀριθμῷ εἶναι καθ' αὑτὴν μεμαθήκαμεν οὐδεμίαν αὐτῶν· διὰ γὰρ τοῦτο καὶ

ἀτόμους οὐσίας φαμὲν τὰ τοιάδε· ἀλλ' οὐσιώδεις ὅμως ἔχουσι διαφορὰς ἐν τῷ οἰκείῳ

ὅρῳ. οὐδὲ γὰρ οὐδὲν οὔτε τῶν ὁριζομένων οὔτε τῶν διαιρουμένων ἢ μεριζομένων

ὑφ' αὑτὸ τὰς οὐσιώδεις ἔχει διαφοράς, ἀλλ' ἄνωθεν κατιόντα δέχεται τὸν

συντιθέντα ὁρισμόν, ἐκ γένους ὄντα καὶ συστατικῶν διαφορῶν· ὁριζόμενοι γὰρ τὸν

ἄνθρωπον οὐ 3.362 τὰς ἀτόμους καὶ φύσει δευτέρας οὐσίας κάτωθεν ἀνιχνεύοντες

λέγομεν, φέρε εἰπεῖν ἐκεῖνο δὴ τὸ ῥηθὲν ὑφ' Ὁμήρου "γυρὸς ἐν ὤμοισι,

μελανόχροος, οὐλοκάρηνος," καὶ εἴ τί που τοιονδὶ ταῖς καθ' ἕκαστα καὶ μερικαῖς

συμπέπτωκεν οὐσίαις· ἀλλὰ ζῶον εἶναί φαμεν λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης

δεκτικόν, ἐκ τῶν ἄνωθεν καὶ φύσει πρώτων δηλοῦντες αὐτόν, ἐπεὶ μήδε φαμὲν

ἄνθρωπον εἶναι διὰ τὸ ἔχειν ὑφ' αὑτὸν Πλάτωνα καὶ Σωκράτην καὶ τὰς τοιαύτας, ὡς

ἔφημεν, ἀτόμους οὐσίας καὶ ἀμερεῖς, ἀλλ' ὅτι διὰ τοῦ γένους τοῦ ζώου καὶ τῶν

εἰρημένων συστατικῶν διαφορῶν εἰδοποιεῖται καὶ περιγράφεται καὶ εἰς ὡρισμένην

καθίσταται φύσιν. ὁ δὲ Παλαμᾶς ἐξ ἀμαθίας μακρᾶς ἄνω ποταμῶν, τὸ τῆς παροιμίας,

χωρεῖν τὰς πηγὰς ἀναγκάζει, λέγων ὡς ἐπεὶ μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, διὰ

τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. καὶ μὴν τὸ ἐπεί σύνδεσμός ἐστι

κατασκευαστικός, καὶ ὕπαρξιν καὶ τάξιν ἀκολουθήσεως αἰτιατικὴν δηλῶν, ἅτε

συναπτικὸς τῶν ἑκατέρωθεν ἄκρων ὑπάρχων καὶ τὴν αἰτίαν ἔχων αὐτῶν. τούτῳ δ'

οὕτω δι' ἀμαθίαν ἀνατεθόλωται τὰ εἰρημένα ὡς Κάλχαντός τινος δεῖσθαι μάντεως

Ὁμηρικοῦ. ἀλλ' οὐδ' ἐκεῖνον οἶμαι δυνηθῆναι ἂν τῷ ἀνακολούθῳ τῆς θέσεως, εἰ

παρῆν, τὴν λύσιν παρασχεῖν· πῶς γάρ, ἃ μηδ' αὐτὸν λύειν οἶμαι δύνασθαι τὸν ἐξ

ἰδίας γαστρὸς ἐρευγόμενον τὰ τοιάδε. ἃ γὰρ αἰτιώδει λόγῳ τίθενται, ταῦτα δήπουθεν

καὶ λόγῳ λύονται τοιῷδε, ἃ δὲ μή, ταῦτα δὲ μή. 3.363 Σκεπτέον οὖν ἂν εἴη καὶ τὴν

ὑστέραν ταύτην ἀμαθίαν ἐπὶ τῇ προτέρᾳ αὐτοῦ· οὐδὲ γὰρ οἶδεν ὡς τῶν πρός τι ὂν τὸ

αἴτιον ἅμα ἐστὶ τῷ αἰτιατῷ καὶ ἄνευ αὐτοῦ νοεῖσθαι οὐκ ἔχει, ἅτε σχετικήν τινα καὶ

συνδετικὴν δύναμιν ταύτην πρὸς ἄλληλα τῶν ἄκρων ἐχόντων· οἷον ὡς ἐν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

526

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!