Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ῥητῶς πολλὰς ἀκτίστους θεότητας καὶ διαφόρους τῆς θείας ἐκείνης οὐσίας, καθάπερ ἐγὼ νῦν κομίζω μάρτυρας τούτους ἓν μόνον τὸ ἄκτιστον τὴν θείαν καὶ τρισυπόστατον λέγοντας φύσιν, τὰ δ' ἄλλα πάντα καὶ μετ' αὐτὴν κτιστά. ἐξ ὧν αὐτό τε τοῦτο μαθεῖν ἔστιν ὅτι ἓν τὸ ἄκτιστον καὶ οὐ πολλά, καὶ ἅμα ὅτι οὐσίαν καὶ οὐσιῶδες καὶ ἐνούσιον καὶ φύσιν καὶ 3.275 φυσικὸν καὶ ἔμφυτον ἐπὶ θεοῦ λεγόμενα ἁπλῆν ἔχει τὴν σημασίαν καὶ μοναδικὴν καὶ μηδὲν μηδαμῇ παραλλάττουσαν τῷ τῆς οὐσίας καὶ φύσεως λόγῳ πλὴν τῇ προφορᾷ τῆς λέξεως. λέγεται μὲν γὰρ κἀν τοῖς συνθέτοις ταῦτα καὶ κτιστοῖς, ἀλλ' οὐ κατὰ τὸν ἀναγκαῖον τὸν δ' αὐτοῖς ἐνδεχόμενον τρόπον, ᾧ τὸ εἶναι καὶ μὴ εἶναι ἕπεται ἐνίοτε. καὶ πρῶτος μὲν ὁ μέγας φησὶν Ἀθανάσιος "ἄκτιστος πέφυκε μόνη ἡ ἁγία τριάς, ἀΐδιός τε καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος." καὶ αὖθις ὁ αὐτὸς "ἀκτίστῳ προσάγειν αὔξησιν ἀσεβές ἐστι." καὶ ἔτι "τὸ γὰρ ἄκτιστον τῇ φύσει λέγεται ἄκτιστον, μήτε αὔξησιν μήτε ἐλάττωσιν ἐπιδεχόμενον." καὶ μετ' ὀλίγον "ἄκτιστος ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται." καὶ ἔτι "ἄκτιστος μόνη πέφυκεν ἡ ἁγία τριὰς τῆς θεότητος." "δεύτερον θεὸν οὔπω καὶ τήμερον ἀκηκόαμεν. ὅσα ἔχει ὁ πατήρ, ταῦτα καὶ ὁ υἱός, τὸ ὕψιστος, τὸ βασιλεύς, τὸ κύριος, τὸ παντοκράτωρ. ὁ γὰρ κατὰ φύσιν ταῦτα καὶ ἄκτιστος." "ἄκτιστον καὶ ἀσώματον καὶ φύσει ἀόρατον μόνον τὸ θεῖον ἐστί." "μόνη τῆς κτίσεως ὑπέρκειται ἡ θεία τε καὶ ἄκτιστος φύσις τοῦ θεοῦ." καὶ τῆς μὲν ἀκτίστου φύσεως τὴν ἁγίαν τριάδα διωρισάμεθα εἶναι, τῆς δὲ κτιστῆς πάντα ὅσα μετ' ἐκείνην λέγεταί τε καὶ ἔστι καὶ ὀνομάζεται. ἀκτίστου πρὸς ἄκτιστον οὐκ ἄν τις ἐννοήσειε διαφοράν. μόνη δὲ ἡ ἄκτιστος φύσις ἡ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πιστευομένη κρείττων ἐστὶ πάσης 3.276 ὀνομαστικῆς σημασίας. ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεως ἔστιν οὐδέν. ἀλλ' εἰ θεός, πάντως καὶ ἄκτιστος· εἰ δὲ κτιστός, οὐ θεός. ἐν τῇ ἀκτίστῳ φύσει νοεῖται τὰ θαυμαστὰ πράγματα καὶ ὀνόματα, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν σεβάζεσθαί τε καὶ λατρεύειν ἧς χαρακτήρ ἐστι καὶ γνώρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι. πάντων ποιητὴς καὶ προνοητὴς καὶ συνοχεὺς ὁ θεός ἐστιν, ὁ μόνος ἄκτιστος, ὁ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ὑμνουμενός τε καὶ δοξαζόμενος. πᾶν ὂν ἢ κτιστόν ἐστιν ἢ ἄκτιστον. καὶ εἰ μὲν κτιστόν, ὑφ' ἑτέρου πάντως ἐκτίσθη· εἰ δὲ ἄκτιστον, τοῦτ' ἂν εἴη τὸ τὰ κτιστὰ κτίσαν. τοῦτο δὲ τί ἄλλο ἂν εἴη ἢ θεός; μία τριὰς ἀπαράλλακτος, τὰ δ' ἄλλα ἐξ αὐτῆς παρηλλαγμένα. μόνη δὲ ἀΐδιος καὶ ἄκτιστος ἡ τριὰς καὶ ἀγέννητος. ἕν ἐστι τὸ ποιοῦν ἐν μιᾷ οὐσίᾳ τριάδος τελείας, τὰ δ' ἄλλα γεννητὰ καὶ κτιστά. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν οὐσίαν τοῦ θεοῦ. ἐρῶ γάρ σοι καὶ περὶ τοῦ πνεύματος ὅπερ καὶ περὶ τοῦ υἱοῦ ἔλεγον, ὅτι ὁ πλοῦτος τοῦ θεοῦ ἢ μείζων ἐστὶν ἢ ἴσος ἢ ἐλάττων. καὶ μείζων μὲν 3.277 οὐκ ἔστιν, οὐδὲν γὰρ τοῦ θεοῦ μεῖζον· ἐλάττων δὲ οὐκ ἔστιν, ἐπεὶ θήσεις αὐτὸν μετὰ τῶν κτισμάτων· τὸ γὰρ ἔλαττον τοῦ θεοῦ κτίσμα. τὸ ἄκτιστον καὶ κτίστην νοεῖσθαι ἑνὶ μόνῳ πρόσεστι τῷ θεῷ. τούτοις προσκείσθω καὶ τὸ τοῦ θείου Κοσμᾶ τοῦ σεμνοῦ μελῳδοῦ. ἀκουεσθῶμεν πάντες οἱ πιστοὶ συγκαλουμένης ὑψηλῷ κηρύγματι τῆς ἀκτίστου καὶ ἐμφύτου σοφίας θεοῦ. εἰρήσεται δὲ προϊοῦσιν ἡμῖν καὶ τὰ παραπλήσια. Ὁ δὲ Παλαμᾶς οὐκ ἔχων οὐδεμίαν προάγειν γραφικὴν μαρτυρίαν, οἴκοθεν ἐπεχείρει συλλογίζεσθαι τὰ ἀσυλλόγιστα, θέσεις καινοφανεῖς τιθέμενος ἑαυτοῦ. "καὶ τίς οὐκ οἶδε" φησίν "ὅτι ἓν ἄκτιστόν ἐστιν ὁ θεός. τοῦτο γοῦν ἐστὶν ὅ φησιν ὁ λέγων μηδὲν εἶναι ἄκτιστον πλὴν τῆς θείας φύσεως. εἰ δὲ μὴ οὕτω τοῦτο νοήσωμεν, λοιπὸν τὰς θείας ὑποστάσεις οὐκ ἐροῦμεν ἀκτίστους, ἐπεὶ μὴ ἔστι φύσις ἡ ὑπόστασις· καὶ γὰρ ἀπαιτούμενοι τί ἐστιν οὐσία, τὸν ἄνθρωπον δείκνυμεν τυχὸν ἢ τὸν λίθον, τηνικαῦτα τὴν οὐσίαν μετὰ τῶν φυσικῶν περὶ αὐτὴν πάντων συλλαμβάνοντες. καὶ γὰρ καὶ Ἀθανασίου τοῦ θείου λέγοντος ἀκούομεν, τὸ ἅγιον, τὸ ἀγαθόν, τὸ ἄκτιστον, τὸ ἀνερμήνευτον, τὸ ἀσώματον, τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 498

ἄχρονον, τὸ ἀΐδιον, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ ἄναρχον, τὸ ἀτελεύτητον, τὸ ἀνεξιχνίαστον, τὸ ἄπειρον, τὸ ἄγνωστον, ἡ θέλησις, ἡ δύναμις, ἡ πρόνοια, ἡ σοφία, ἡ ζωὴ καὶ τὰ τοιαῦτα, οὐχ ἕκαστον οὐσία 3.278 λέγεται ἀλλὰ περὶ τὴν οὐσίαν, ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφορὰν ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται. καὶ ἐπὶ τούτοις ἔφασκε λέγειν καὶ τὸν ∆αμασκηνὸν Ἰωάννην φανερῶς τῆς ἀκτίστου φύσεως τὴν ἄκτιστον διαφέρειν ταύτης ἐνέργειαν. καὶ τί δεῖ λέγειν ἅπανθ' ἑξῆς ὁπόσα ἐφ' ἑτέροις ἕτερα συνείρων ἐκεῖνος ἐπ' ἴσης κατεψεύδετο πάντων ἁγίων, βωμολοχῶν ἄντικρυς καὶ διαβάλλων τὰς θείας γραφάς. ἓν μὲν οὖν ἔφησε πρὸς αὐτὸν ὁ Γρηγορᾶς. "κείσθω σοι τοῦτο λῆμμα πρὸς κατηγορίαν καὶ πρῶτον. ἑάλω γάρ σου ἡ σεμνότης ἐπ' αὐτοφώρῳ, καλὲ Παλαμᾶ, μηδεμίαν ἔχουσα πρὸς τῆς θείας γραφῆς συμμαχίαν πρὸς τὸ δεῖξαι ὅτι οὐχ ἓν ἀλλὰ πολλὰ τὰ ἄκτιστα. ὃ δὴ κράτιστον ἐφόδιον παντὶ ὅτῳ ἂν πρὸς βουλήσεως ᾖ κατὰ σοῦ τοξεύειν, γραφικῆς ἐρήμου πάσης βοηθείας, ἑλομένου τὴν κατὰ τῆς εὐσεβείας παράταξιν. οὐ γὰρ ἂν εἶεν ἑαυταῖς αἱ γραφαὶ μαχόμεναι, εἴ τις μετ' ἐπιστήμης ἁρμοττούσης αὐτὰς ὁρῴη· ὡς κατ' αὐτό γε τοῦτο σαυτῷ κληροῦχον αἰσχύνης καθίστασθαί σε ἅτε μήτε μηδεμίαν ἀπόδειξιν ἔχοντα γραφικὴν ὑπέρ τε σαυτοῦ καὶ ἃ καινοφωνῶν ἐξ ἰδίας ἔπνευσας γαστρός, μήτε μηδεμιᾷ χρώμενον ἐπιστημονικῇ μεθόδῳ, ἀλλ' αὐτονομίᾳ τινὶ μεθυούσῃ φάναι καὶ ἀστατούσῃ φερόμενόν τε συχνὰ καὶ μεταρριπιζόμενον ἐξ ἀνεδράστου βάσεως εἰς ἀνέδραστον βάσιν. ὅρους γὰρ καὶ κανόνας ἐπιστημονι 3.279 κῶν ἀποδείξεων ἐν τοῖς θεολογικοῖς δόγμασι τοὺς ἀποφαντικοὺς τῶν σοφῶν διδασκάλων τῆς ἐκκλησίας λόγους εἶναι καλῶς ἐδιδάχθημεν. ὁ τοίνυν μὴ τοῖς τοιούτοις ἑπόμενος ὅροις, ὅθεν ἕξει πιστώσασθαι ἔχειν εὐσέβειαν, οὐκ ἂν ἔχοι. Καὶ πρῶτον μὲν τοῦτο τιθέσθω τῆς σῆς ἀσεβείας ἐνδεικτικόν, δεύτερον δ' ὅτι ἓν τὸ ἄκτιστον τὴν θείαν εἶναι φύσιν εἰπόντων ἡμῶν, καὶ πολλῶν πολλὰς ἁγίων γραφὰς ὀνόμασί τε καὶ νοήμασιν ὁμοφώνους προενεγκόντων εἰς ἐναργῆ καὶ ἀναντίρρητον ἀπόδειξιν τῆς προτεθείσης σκέψεως, οὐ μόνον οὐδεμίαν αὐτὸς ἀντίθεσιν εὑρεῖν ἐδυνήθης, οὐδὲ δεῖξαι τῶν πάντων ἁγίων ὁντιναοῦν πλείω τοῦ ἑνὸς εἶναι τὰ ἄκτιστα λέγοντα, ἀλλὰ καὶ τοὺς λέγοντας παραλογίζῃ καὶ ἀθετεῖς, καὶ τὴν ἀπολογίαν ὕπουλον προβάλλεις, ἐπειγόμενος μὲν λαθεῖν, οὐ δυνάμενος δέ. καὶ γὰρ πρῶτον μὲν ἑάλως ἐνταῦθα μὴ μόνον ἐξ ὑποθέσεως ἀνυποστάτου λαμβάνων καὶ τιθεὶς οἴκοθεν αὐτός, ὅπερ ἀσθενείας ἐσχάτης ἐνδεικτικόν, ἀλλὰ καὶ μετὰ ἄρθρου τῆς ζητήσεως οὔσης δεῖξαι τὸ ἄκτιστον ὅτι ἔστιν ἕν, ἄρθρου χωρὶς αὐτὸς ἀνθυπήνεγκας, λέγων τίς οὐκ οἶδεν ὅτι ἓν ἄκτιστόν ἐστιν ὁ θεός. καὶ βεβαιοῖς διὰ τῆς σῆς τοιαύτης ἀποκρίσεως δυοῖν θάτερον, ἢ ὅτι πολλὰς καὶ ἀπείρους καὶ ὑφειμένας καὶ διαφόρους δοξάζων θεότητας ἀκτί 3.280 στους ὥσπερ ἰδέαν τινὰ τὸ θεὸς εἶναι λέγεις ὄνομα ἄκτιστον καὶ θεότητα πρὸς διαφόρους θεότητας μεριζόμενον ἀπειράκις ἀπείρως ὑπερκειμένας καὶ ὑφειμένας, ὥσπερ τὸ καθόλου ζῶον εἰς διάφορα τὴν φύσιν εἴδη, λογικά τε καὶ ἄλογα, ἔνυδρά τε καὶ ἄνυδρα, χερσαῖά τε καὶ αἰθέρια, οὐκ εἰδὼς ὅτι τὸ θεῖον ἁπλοῦν ὂν καὶ ἀσώματον ἀμερὲς ἐξ ἀνάγκης ἐστί, καὶ οὐδὲ πολλὰ μογήσας τις δεῖξαι δυνηθείη ἂν οὔτ' εἰς τὸ ὑφειμένον οὔτ' εἰς τὸ ὑπερκείμενον μεριζομένην τὴν μόνην ἐκείνην ἄκτιστον καὶ πάντῃ ἀμέριστον οὐσίαν τε καὶ θεότητα· ἢ τό γε δεύτερον, πολλῶν ὑπὸ σοῦ δοξαζομένων ἀκτίστων θεῶν καὶ θεοτήτων, ἕνα τῶν πολλῶν εἶναι λέγεις καὶ τὸν ἡμῖν δοξαζόμενον ποιητὴν τοῦ παντός. καὶ ἔστιν ἀμφοῖν οὐδέτερον ἀσεβείας ὑπερβολὴν παραλεῖπον. Τρίτον δὲ ὅτι καὶ τὰς θείας ὑποστάσεις ἀνουσίους εἶναι δοξάζων ἑάλως, ὥσπερ καὶ πολλάκις ἤδη πρότερον, ὡς γίνεσθαί σοι τὰς ὑποστάσεις ἀνυποστάτους. τὸ γὰρ ἀνούσιον ἀνυπόστατον· καὶ λοιπὸν ὡς ὅταν καὶ τὰς ἀνουσίους ἐκείνας θεότητας εἰς ἄπειρον ἀριθμὸν θεοτήτων παραπέμπῃς ἀκτίστων, ὑποστάσεις εἶναι καὶ ταύτας δοξάζεις· καὶ ὃ πολλάκις ἑάλως γράφων, μὴ τρισυπόστατον εἶναι μόνον τὴν θείαν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 499

ῥητῶς πολλὰς ἀκτίστους θεότητας καὶ διαφόρους τῆς θείας ἐκείνης οὐσίας, καθάπερ

ἐγὼ νῦν κομίζω μάρτυρας τούτους ἓν μόνον τὸ ἄκτιστον τὴν θείαν καὶ

τρισυπόστατον λέγοντας φύσιν, τὰ δ' ἄλλα πάντα καὶ μετ' αὐτὴν κτιστά. ἐξ ὧν αὐτό

τε τοῦτο μαθεῖν ἔστιν ὅτι ἓν τὸ ἄκτιστον καὶ οὐ πολλά, καὶ ἅμα ὅτι οὐσίαν καὶ

οὐσιῶδες καὶ ἐνούσιον καὶ φύσιν καὶ 3.275 φυσικὸν καὶ ἔμφυτον ἐπὶ θεοῦ λεγόμενα

ἁπλῆν ἔχει τὴν σημασίαν καὶ μοναδικὴν καὶ μηδὲν μηδαμῇ παραλλάττουσαν τῷ τῆς

οὐσίας καὶ φύσεως λόγῳ πλὴν τῇ προφορᾷ τῆς λέξεως. λέγεται μὲν γὰρ κἀν τοῖς

συνθέτοις ταῦτα καὶ κτιστοῖς, ἀλλ' οὐ κατὰ τὸν ἀναγκαῖον τὸν δ' αὐτοῖς

ἐνδεχόμενον τρόπον, ᾧ τὸ εἶναι καὶ μὴ εἶναι ἕπεται ἐνίοτε. καὶ πρῶτος μὲν ὁ μέγας

φησὶν Ἀθανάσιος "ἄκτιστος πέφυκε μόνη ἡ ἁγία τριάς, ἀΐδιός τε καὶ ἄτρεπτος καὶ

ἀναλλοίωτος." καὶ αὖθις ὁ αὐτὸς "ἀκτίστῳ προσάγειν αὔξησιν ἀσεβές ἐστι." καὶ ἔτι

"τὸ γὰρ ἄκτιστον τῇ φύσει λέγεται ἄκτιστον, μήτε αὔξησιν μήτε ἐλάττωσιν

ἐπιδεχόμενον." καὶ μετ' ὀλίγον "ἄκτιστος ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται." καὶ

ἔτι "ἄκτιστος μόνη πέφυκεν ἡ ἁγία τριὰς τῆς θεότητος." "δεύτερον θεὸν οὔπω καὶ

τήμερον ἀκηκόαμεν. ὅσα ἔχει ὁ πατήρ, ταῦτα καὶ ὁ υἱός, τὸ ὕψιστος, τὸ βασιλεύς, τὸ

κύριος, τὸ παντοκράτωρ. ὁ γὰρ κατὰ φύσιν ταῦτα καὶ ἄκτιστος." "ἄκτιστον καὶ

ἀσώματον καὶ φύσει ἀόρατον μόνον τὸ θεῖον ἐστί." "μόνη τῆς κτίσεως ὑπέρκειται ἡ

θεία τε καὶ ἄκτιστος φύσις τοῦ θεοῦ." καὶ τῆς μὲν ἀκτίστου φύσεως τὴν ἁγίαν τριάδα

διωρισάμεθα εἶναι, τῆς δὲ κτιστῆς πάντα ὅσα μετ' ἐκείνην λέγεταί τε καὶ ἔστι καὶ

ὀνομάζεται. ἀκτίστου πρὸς ἄκτιστον οὐκ ἄν τις ἐννοήσειε διαφοράν. μόνη δὲ ἡ

ἄκτιστος φύσις ἡ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πιστευομένη κρείττων ἐστὶ

πάσης 3.276 ὀνομαστικῆς σημασίας. ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεως ἔστιν οὐδέν.

ἀλλ' εἰ θεός, πάντως καὶ ἄκτιστος· εἰ δὲ κτιστός, οὐ θεός. ἐν τῇ ἀκτίστῳ φύσει

νοεῖται τὰ θαυμαστὰ πράγματα καὶ ὀνόματα, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ

ἅγιον. πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν

ἄκτιστον φύσιν σεβάζεσθαί τε καὶ λατρεύειν ἧς χαρακτήρ ἐστι καὶ γνώρισμα τὸ μήτε

ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι. πάντων ποιητὴς καὶ προνοητὴς καὶ

συνοχεὺς ὁ θεός ἐστιν, ὁ μόνος ἄκτιστος, ὁ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι

ὑμνουμενός τε καὶ δοξαζόμενος. πᾶν ὂν ἢ κτιστόν ἐστιν ἢ ἄκτιστον. καὶ εἰ μὲν

κτιστόν, ὑφ' ἑτέρου πάντως ἐκτίσθη· εἰ δὲ ἄκτιστον, τοῦτ' ἂν εἴη τὸ τὰ κτιστὰ κτίσαν.

τοῦτο δὲ τί ἄλλο ἂν εἴη ἢ θεός; μία τριὰς ἀπαράλλακτος, τὰ δ' ἄλλα ἐξ αὐτῆς

παρηλλαγμένα. μόνη δὲ ἀΐδιος καὶ ἄκτιστος ἡ τριὰς καὶ ἀγέννητος. ἕν ἐστι τὸ ποιοῦν

ἐν μιᾷ οὐσίᾳ τριάδος τελείας, τὰ δ' ἄλλα γεννητὰ καὶ κτιστά. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ

οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν οὐσίαν τοῦ θεοῦ. ἐρῶ γάρ σοι καὶ περὶ τοῦ

πνεύματος ὅπερ καὶ περὶ τοῦ υἱοῦ ἔλεγον, ὅτι ὁ πλοῦτος τοῦ θεοῦ ἢ μείζων ἐστὶν ἢ

ἴσος ἢ ἐλάττων. καὶ μείζων μὲν 3.277 οὐκ ἔστιν, οὐδὲν γὰρ τοῦ θεοῦ μεῖζον· ἐλάττων

δὲ οὐκ ἔστιν, ἐπεὶ θήσεις αὐτὸν μετὰ τῶν κτισμάτων· τὸ γὰρ ἔλαττον τοῦ θεοῦ

κτίσμα. τὸ ἄκτιστον καὶ κτίστην νοεῖσθαι ἑνὶ μόνῳ πρόσεστι τῷ θεῷ. τούτοις

προσκείσθω καὶ τὸ τοῦ θείου Κοσμᾶ τοῦ σεμνοῦ μελῳδοῦ. ἀκουεσθῶμεν πάντες οἱ

πιστοὶ συγκαλουμένης ὑψηλῷ κηρύγματι τῆς ἀκτίστου καὶ ἐμφύτου σοφίας θεοῦ.

εἰρήσεται δὲ προϊοῦσιν ἡμῖν καὶ τὰ παραπλήσια. Ὁ δὲ Παλαμᾶς οὐκ ἔχων οὐδεμίαν

προάγειν γραφικὴν μαρτυρίαν, οἴκοθεν ἐπεχείρει συλλογίζεσθαι τὰ ἀσυλλόγιστα,

θέσεις καινοφανεῖς τιθέμενος ἑαυτοῦ. "καὶ τίς οὐκ οἶδε" φησίν "ὅτι ἓν ἄκτιστόν

ἐστιν ὁ θεός. τοῦτο γοῦν ἐστὶν ὅ φησιν ὁ λέγων μηδὲν εἶναι ἄκτιστον πλὴν τῆς θείας

φύσεως. εἰ δὲ μὴ οὕτω τοῦτο νοήσωμεν, λοιπὸν τὰς θείας ὑποστάσεις οὐκ ἐροῦμεν

ἀκτίστους, ἐπεὶ μὴ ἔστι φύσις ἡ ὑπόστασις· καὶ γὰρ ἀπαιτούμενοι τί ἐστιν οὐσία, τὸν

ἄνθρωπον δείκνυμεν τυχὸν ἢ τὸν λίθον, τηνικαῦτα τὴν οὐσίαν μετὰ τῶν φυσικῶν

περὶ αὐτὴν πάντων συλλαμβάνοντες. καὶ γὰρ καὶ Ἀθανασίου τοῦ θείου λέγοντος

ἀκούομεν, τὸ ἅγιον, τὸ ἀγαθόν, τὸ ἄκτιστον, τὸ ἀνερμήνευτον, τὸ ἀσώματον, τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

498

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!