Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἄλλος ἐπ' ἄλλῳ, καὶ τρεῖς ἐπὶ δύο, καὶ τέσσαρες ἐπὶ πλείστοις, ἕως τελέως κρατήσαντες, τῶν πολεμίων ὅσοι μὴ ἐτεθνήκεσαν, τοὺς μὲν τραυματίας, τοὺς δὲ δεσμώτας ἐκεῖθεν ἐξεῖλον. τοῦτο δεύτερον τῆς βασιλέως ὀξύτητος καὶ σπουδῆς ἐναργέστερον γνώρισμα· τοῦτο τοὺς Λατίνους εἰς 1.137 ἐσχάτην ἤλασε δειλίαν καὶ φόβον· καὶ τὸ πολὺ τοῦ θράσους μεταθεμένους καὶ τὸν συνήθη τῦφον ὡς ἄκαιρον ἀποῤῥίψαντας μετριωτέρους γενέσθαι ἠνάγκασεν. εʹ. Ἐγὼ δὲ ἐκεῖνο ἐπαναλήψομαι. τῷ σουλτὰν Ἀζατίνῃ φυγάδι ὡς εἴρηται γενομένῳ ἐκ τῆς πόλεως Αἴνου ἅμα τῷ υἱῷ αὐτοῦ Μελὴκ καὶ διαβάντι τὸν Ἴστρον, αὐτῷ μὲν τὸ βουλόμενον ἐκπληρῶσαι οὐκ ἐξεγένετο. φθάσαν γὰρ τὸ χρεὼν τῶν βουλευμάτων ἐξέτεμε τὰς ὁδούς. ὁ δὲ Μελὴκ βραχὺ διατρίψας αὐτόθι βίον ἔπηλυν καὶ οὐ μάλα οἱ ἀρέσκοντα εἶτα διὰ τοῦ Πόντου διέβη πρὸς τοὺς ἐν Ἀσίᾳ Σκύθας· ἀφ' ὧν τὸ ἐνδόσιμον εἰληφὼς ἧκε ζητῶν τὴν τῶν Τούρκων ἀρχὴν ὡς πατρικόν τινα κλῆρον. τῶν μὲν οὖν ἄλλων σατραπῶν οἱ μὲν συνῄεσαν καὶ προσῄεσαν ὅσα καὶ δεσπότῃ σφῶν αὐτῶν· οἱ δ' ἤμελλον. εἷς δέ τις Ἀμούριος ὄνομα δῆμον συνηθροικὼς λῃστρικὸν οὐ βραχὺν, ἀλλὰ μάλα συχνὸν, πόλεμον ἤρατο κατ' αὐτοῦ καὶ τέλος τρεψάμενος ἐδίωξεν ἄχρι θαλάττης· τότε μὲν οὖν ὁ Μελὴκ ἐς τὴν κατὰ Πόντον Ἡράκλειαν διεσώθη καταφυγών. ἦρος δ' ἐπιστάντος ἔδοξεν αὐτῷ ἀπιέναι πρὸς βασιλέα περὶ τὸ Νύμφαιον διατρίβοντα. καὶ μέντοι καὶ ἀπιὼν ἐκεῖ μὲν οὐκ ἀφίκετο· ὁ δὲ ἀλλ' ἑτέραν ἐτράπετο μεταξὺ καὶ παρὰ τοὺς Τούρκους αὖθις ἐλθὼν τὴν πατρικὴν ἐζήτει ἀρχήν. ὅθεν ἐν οὐ μακρῷ καὶ οὗτος τὸν βίον ἀπολιμπάνει, λάθρα τινῶν φονευτῶν συστάντων ἐπ' αὐτόν. (Β.) Τῆς δὴ τῶν Τούρκων ἀρχῆς οὕτω φθαρείσης καὶ τῶν πραγμάτων 1.138 ἐκείνων ἐξ εὐταξίας καὶ τύχης λαμπρᾶς εἰς ἀταξίαν μεγίστην κεχωρηκότων, οὐ μόνον σατράπαι καὶ ὅσοι τῶν γένει καὶ δόξῃ διαφερόντων, εἰς πλεῖστα τεμόντες τὴν ὅλην διέλαχον ἐπικράτειαν, ἀλλὰ καὶ πολλοὶ τῶν ἀδόξων καὶ ἀνωνύμων ὄχλους τινὰς συρφετώδεις προσεταιρισάμενοι πρὸς λῃστρικὸν ἀπέκλιναν βίον, μηδὲν τόξου καὶ φαρέτρας ἐπιφερόμενοι πλέον· οἳ καὶ τὰς τῶν ὀρῶν δυσχωρίας ὑποδυόμενοι συχναῖς καὶ λαθραίαις ἐχρῶντο ταῖς ἐκδρομαῖς καὶ τὰς ὁμόρους χώρας καὶ πόλεις Ῥωμαίων κακῶς διετίθεσαν. συνέβη γὰρ καὶ πρὸ βραχέος τοὺς τὰς ἄκρας οἰκοῦντας φύλακας μετανάστας ἐκεῖθεν γενέσθαι δι' ἔνδειαν τῶν ἐτησίων λημμάτων, ἃ παρὰ τοῦ βασιλικοῦ πρυτανείου ἐλάμβανον. ὅπερ ὡς οὐδενὸς ἄξιον παροραθὲν ἐν ἀρχαῖς μέγιστον ὕστερον ἔδοξε Ῥωμαίοις ἀτύχημα καὶ τῶν μάλα μεγίστων αἴτιον συμφορῶν. οἱ δὲ τὰς σατραπείας ἐκεῖνοι πολλαχῇ διελόμενοι Τοῦρκοι παρὰ Σκυθῶν ἐλαυνόμενοι Ῥωμαίους ἤλαυνον· καὶ ὅσον πρὸς Σκύθας ἐθηλύνοντο, τοσοῦτον κατὰ Ῥωμαίων ἠνδρίζοντο· ὡς εἶναί σφισι τὴν τῶν Σκυθῶν ἔφοδον οὐ συμφορῶν αἰτίαν, ἀλλὰ σφόδρα μεγίστης χορηγὸν εὐτυχίας. εἰσεχέοντο μὲν οὖν κατὰ πλήθη ἔκ τε Παφλαγονίας ἔκ τε Παμφυλίας καὶ τὴν Ῥωμαίων ἐδῄουν γῆν· ἤδη δὲ καὶ πόλεμοι συνεῤῥήγνυντο συνεχεῖς· εἷς δὲ καὶ μέγιστος, ὃς καὶ Ῥωμαίοις ἀρχηγέτης γέγονε τῶν ὅλων κακῶν. (Γ.) Στρατοπέδων πολλῶν Τουρκικῶν ἀθροισθέντων περὶ Παφλαγονίαν ἔδοξε τῷ βασιλεῖ μεγάλην καὶ ἀξιόμαχον στείλαντι δύναμιν τὴν ἐκείνων ὀξεῖαν ἀναχαιτίσαι ἔφοδον, καθόσον ἐφικτόν· μὴ καθάπερ πύλας ῥήξαντες ἐκεῖνο τὸ μέρος 1.139 μετὰ πολλῆς ἔπειτα τῆς ἀδείας καὶ κατὰ τῆς ἄλλης χεθῶσι χώρας. ἔπεμψεν οὖν στρατόν τε ἱκανὸν καὶ τοὺς ἄξοντας στρατηγοὺς, οἳ διὰ κακοβουλίαν αὐτοί τε ἐσφάλησαν καὶ τὸ πᾶν ἀπώλεσαν στράτευμα. οἱ γὰρ Τοῦρκοι τῇ ὑστεραίᾳ μελλούσης τῆς μάχης συῤῥήγνυσθαι διαγρηγορήσαντες πρὶν ἡμέραν γενέσθαι προλοχίζουσιν οὐκ ὀλίγας ἐνέδρας παρὰ τὰς πρὸς ἕω τοῦ πλησίον ποταμοῦ ὄχθας· κἄπειτα διαβάντες τὸν ποταμὸν ἐνταῦθα πηγνύουσι τὸ στρατόπεδον. τῆς δὴ προσηκούσης ὥρας ἐληλυθυίας συνῄεσαν τὰ στρατόπεδα. καὶ τὰ μὲν πρῶτα οὐ μάλα ἀνυπόστατος ἔδοξε Τούρκοις ἡ Ῥωμαίων ὁρμή· ἀλλ' ἐκαρτέρουν ὅμως καὶ ἀντεῖχον μαχόμενοι, οὐ συστάδην τὴν μάχην ποιούμενοι, ἀλλὰ συχνῶς ἐναλλασσομένην, ὡς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 48

ἔθος αὐτοῖς. νῶτα γὰρ δεικνύουσι φεύγειν δοκοῦντες· εἶτα ἐπαναστρέφουσι τάχιστα καὶ συχνὰ τοῦτο ποιοῦντες διατελοῦσιν, ὡς ἂν τὴν τῶν ἀντιπάλων στρατοπέδων τάξιν ταράττωσι καὶ τῆς προσηκούσης στάσεως ἐξιστῶσι· κἄπειτα οὕτω τεταραγμένοις ἐπεισπίπτοντες ῥᾷστα κατατροποῦνται. (∆.) Τότε μὲν οὖν κατὰ Ῥωμαίων ἀνύσαι τὸ σφῶν αὐτῶν ἐπιτήδευμα οὐ δεδύνηνται κράτιστα πεφραγμένων καὶ ὡπλισμένων· ἀλλὰ μάλα τοι τῶν οἰκείων πλείστους ἀποβαλόντες ἔφευγον παρὰ τὸν ποταμὸν ἀμεταστρεπτί· ἐδίωκε δ' ὁ στρατὸς (ὡς μὴ ὤφελον) ἀναπόσπαστα· καὶ ταῦτα τῶν συνετωτέρων στρατηγῶν συχνὰ βοώντων καὶ κωλυόντων τὴν δίωξιν, οὐ μάλα τοι πεφυκυῖαν ἀνύποπτον, οὐδὲ πόῤῥω που δέους. ἀλλ' ἐχρῆν ἄρ', ὡς ἔοικεν, ἀρχὴν ἐκεῖνον εἶναι τὸν πόλεμον τῆς Ῥωμαίων καταστροφῆς, κολαζούσης μετρίως ἄνω 1.140 θεν τῆς προνοίας μυρίων χάριν ἁμαρτημάτων. ταύτῃ τοι καὶ διαβάντας τὸν ποταμὸν διαβάντες ἐδίωκον καὶ αὐτοὶ, κόπτοντες ἀεὶ τοὺς νωθρότερον φεύγοντας, ἕως ἐνέτυχον αἰφνιδίως καὶ ἀπροόπτως τοῖς λόχοις τῶν Τούρκων, ἀνδράσιν ἀναπεπαυμένοις καὶ ἀκμάζουσιν ἄνδρες ἀσθμαίνοντες ὑπὸ δρόμου καὶ καύματος· καὶ οὕτω δὴ κυκλωθέντες ἐκεῖθεν μὲν μυριάσι στρατοῦ, ἐντεῦθεν δὲ τῷ ποταμῷ, πλὴν ὀλίγων ἅπαντες κατεκόπησαν, ὀλίγον δυνηθέντες ἐνδείξασθαί τι λόγου καὶ μνήμης ἄξιον. (Ε.) Ἐκεῖθεν μέντοι ἀρξάμενοι καθάπερ πύλης ἀνοιχθείσης κατὰ πολλὴν ἤδη τοῦ κωλύσοντος ἐρημίαν οἱ πολέμιοι πᾶσαν ἐπόρθουν καὶ ἔκαον τὴν Ῥωμαίων χώραν, κατιόντες ἄχρι Σαγγαρίου τοῦ ποταμοῦ. ὅθεν ἀπηγορευκὼς ὁ βασιλεὺς πολιχνίοις συχνοῖς ὠχύρωσε τὸν ποταμὸν Σαγγάριον, μὴ καὶ αὐτοῦ ἐπιβάντες κυριεύσωσι Βιθυνίας. οὐ γὰρ ἔκρινε δεῖν ἀποσπάσαι τὰς ἄλλας Ῥωμαίων δυνάμεις, ὅθεν ἀπησχόληντο. αἱ μὲν γὰρ Θρᾳκικαὶ ταῖς Βουλγαρικαῖς ἀπησχόληντο μάχαις· αἱ δὲ Μακεδονικαὶ ταῖς τε Θετταλικαῖς καὶ ταῖς τῶν Ἰλλυριῶν· αἱ δ' αὖ τῆς κάτω Ἀσίας, ὅσην Φρυγία τε καὶ Λυκία ὁρίζουσι καὶ οἱ περὶ Μαίανδρον ἀρδεύουσι ποταμοὶ, πρὸς τὰς λῃστρικὰς ἐφόδους τῶν ἄλλοτε ἄλλοσε ἐρχομένων Τούρκων ἔμελλον ἀπαντῆσαι· τό, τε ναυτικὸν καταλύειν καὶ ἀνθέλκειν πρὸς ἤπειρον τῶν ἀτοπωτάτων ἐδόκει. τάχιστα γὰρ ἂν οὕτω γε ἀνατραπήσεσθαι καὶ τὴν τῆς θαλάττης γαλήνην πρὸς χειμῶνας καὶ κλύδωνας μείζους τῶν τῆς Ἀσίας. ὅθεν κατὰ χώραν μενούσας αὐτὰς αὐτόθεν ἀπαντᾷν πρὸς τοὺς πολε 1.141 μίους ὁ βασιλεὺς προσετετάχει, ἀγαπητὸν εἶναι μᾶλλον κρίνας τὴν ἐσκεμμένην τῶν ὄντων ἀσφάλειαν, ἢ τὴν μετὰ κινδύνων ἄδηλον ἔκβασιν. ( ʹ.) Ἐπεὶ δὲ ταῖς κατὰ τὴν Ἀσίαν ἄκραις τῶν ἡμετέρων ὁρίων ἐς οἴκησιν σφῶν αὐτῶν ἀδεῶς οἱ βάρβαροι κατεχρήσαντο καὶ κατὰ σατραπείας ὅσην αἰχμάλωτον ἔσχον γῆν αὐτοὶ διελόμενοι διέζωσαν πᾶσαν ἀπὸ θαλάσσης τῆς περὶ Πόντον καὶ Γαλατίαν ἕως θαλάσσης τῆς περὶ Λυκίαν καὶ Καρίαν καὶ ποταμὸν τὸν Εὐρυμέδοντα· τίς ἂν ἱκανὸς εἴη μακρότερον Ἰλιάδος ἀποτεῖναι λόγον πρὸς ἀξίαν ἀφήγησιν τῶν δεινῶν, ὧν ἐπῆγον Ῥωμαίοις διηνεκῶς ἐφ' ἡμέρᾳ καὶ νυκτὶ, ὡς τοσοῦτον ἐσαεὶ τὰ Ῥωμαίων ἐς φθορὰν καταῤῥεῖν, ὅσον οἱ βάρβαροι προὐχώρουν ἐπὶ τὸ μεῖζον; πάντα μὲν γὰρ ὡς ἐν κεφαλαίῳ ξυνειλοχότας παραδραμεῖν νωθρᾶς ἂν εἴη καὶ γνώμης καὶ γλώττης· καὶ μία μὲν οὐδεμία γένοιτ' ἂν αἴσθησις, ὅσων ἄξια θρήνων τὰ πεπραγμένα. πάντα δ' αὖ καθ' ἕκαστον ἀφηγεῖσθαι πειρᾶσθαι μήτε τῶν ἡμῖν δυνατῶν εἶναι, καὶ πρός γε ἔτι δεήσει πηγὰς δακρύων ἀφιέναι συχνὰ τῶν ὀφθαλμῶν, ὅσοι φίλοικτον καὶ μάλα εὐαίσθητον ἔσχον καρδίαν· καὶ δόξομεν αὐτοί γε ἡμεῖς μονῳδεῖν, οὐχ ἱστορίαν διεξιέναι. ὅθεν οὔτε πάντα λεκτέον οὔτε πάντ' ἀφετέον· ἀλλὰ μέτριά τινα λεκτέον ἀπολεξαμένοις ἀπὸ πολλῶν καὶ ἄλλοτ' ἄλλα, κατὰ καιρὸν ἕκαστα τὸν προσήκοντα. (Ζ.) Ἐν μὲν οὖν τῇ πρώτῃ ἐκείνῃ ἐφόδῳ πλείστην καὶ ἀναρίθμητον ξυναγαγόντες οἱ βάρβαροι λείαν ἀνδρῶν τε καὶ γυναικῶν καὶ ὅσα τῶν πραγμάτων εὐζώνοις ἀνδράσιν ἐτύγχανον φορητὰ, διεμερίζοντο κατὰ σφᾶς. μετὰ 1.142 μέντοι τῶν ἄλλων ἦσαν ἐν ἐκείνῃ τῇ λείᾳ καὶ ἀδελφαὶ δύο κόραι νεάζουσαι· αἳ δὴ, ἐπειδὴ χωρίζεσθαι ἤμελλον ἀπ' Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 49

ἄλλος ἐπ' ἄλλῳ, καὶ τρεῖς ἐπὶ δύο, καὶ τέσσαρες ἐπὶ πλείστοις, ἕως τελέως

κρατήσαντες, τῶν πολεμίων ὅσοι μὴ ἐτεθνήκεσαν, τοὺς μὲν τραυματίας, τοὺς δὲ

δεσμώτας ἐκεῖθεν ἐξεῖλον. τοῦτο δεύτερον τῆς βασιλέως ὀξύτητος καὶ σπουδῆς

ἐναργέστερον γνώρισμα· τοῦτο τοὺς Λατίνους εἰς 1.137 ἐσχάτην ἤλασε δειλίαν καὶ

φόβον· καὶ τὸ πολὺ τοῦ θράσους μεταθεμένους καὶ τὸν συνήθη τῦφον ὡς ἄκαιρον

ἀποῤῥίψαντας μετριωτέρους γενέσθαι ἠνάγκασεν. εʹ. Ἐγὼ δὲ ἐκεῖνο ἐπαναλήψομαι.

τῷ σουλτὰν Ἀζατίνῃ φυγάδι ὡς εἴρηται γενομένῳ ἐκ τῆς πόλεως Αἴνου ἅμα τῷ υἱῷ

αὐτοῦ Μελὴκ καὶ διαβάντι τὸν Ἴστρον, αὐτῷ μὲν τὸ βουλόμενον ἐκπληρῶσαι οὐκ

ἐξεγένετο. φθάσαν γὰρ τὸ χρεὼν τῶν βουλευμάτων ἐξέτεμε τὰς ὁδούς. ὁ δὲ Μελὴκ

βραχὺ διατρίψας αὐτόθι βίον ἔπηλυν καὶ οὐ μάλα οἱ ἀρέσκοντα εἶτα διὰ τοῦ Πόντου

διέβη πρὸς τοὺς ἐν Ἀσίᾳ Σκύθας· ἀφ' ὧν τὸ ἐνδόσιμον εἰληφὼς ἧκε ζητῶν τὴν τῶν

Τούρκων ἀρχὴν ὡς πατρικόν τινα κλῆρον. τῶν μὲν οὖν ἄλλων σατραπῶν οἱ μὲν

συνῄεσαν καὶ προσῄεσαν ὅσα καὶ δεσπότῃ σφῶν αὐτῶν· οἱ δ' ἤμελλον. εἷς δέ τις

Ἀμούριος ὄνομα δῆμον συνηθροικὼς λῃστρικὸν οὐ βραχὺν, ἀλλὰ μάλα συχνὸν,

πόλεμον ἤρατο κατ' αὐτοῦ καὶ τέλος τρεψάμενος ἐδίωξεν ἄχρι θαλάττης· τότε μὲν

οὖν ὁ Μελὴκ ἐς τὴν κατὰ Πόντον Ἡράκλειαν διεσώθη καταφυγών. ἦρος δ'

ἐπιστάντος ἔδοξεν αὐτῷ ἀπιέναι πρὸς βασιλέα περὶ τὸ Νύμφαιον διατρίβοντα. καὶ

μέντοι καὶ ἀπιὼν ἐκεῖ μὲν οὐκ ἀφίκετο· ὁ δὲ ἀλλ' ἑτέραν ἐτράπετο μεταξὺ καὶ παρὰ

τοὺς Τούρκους αὖθις ἐλθὼν τὴν πατρικὴν ἐζήτει ἀρχήν. ὅθεν ἐν οὐ μακρῷ καὶ οὗτος

τὸν βίον ἀπολιμπάνει, λάθρα τινῶν φονευτῶν συστάντων ἐπ' αὐτόν. (Β.) Τῆς δὴ τῶν

Τούρκων ἀρχῆς οὕτω φθαρείσης καὶ τῶν πραγμάτων 1.138 ἐκείνων ἐξ εὐταξίας καὶ

τύχης λαμπρᾶς εἰς ἀταξίαν μεγίστην κεχωρηκότων, οὐ μόνον σατράπαι καὶ ὅσοι τῶν

γένει καὶ δόξῃ διαφερόντων, εἰς πλεῖστα τεμόντες τὴν ὅλην διέλαχον ἐπικράτειαν,

ἀλλὰ καὶ πολλοὶ τῶν ἀδόξων καὶ ἀνωνύμων ὄχλους τινὰς συρφετώδεις

προσεταιρισάμενοι πρὸς λῃστρικὸν ἀπέκλιναν βίον, μηδὲν τόξου καὶ φαρέτρας

ἐπιφερόμενοι πλέον· οἳ καὶ τὰς τῶν ὀρῶν δυσχωρίας ὑποδυόμενοι συχναῖς καὶ

λαθραίαις ἐχρῶντο ταῖς ἐκδρομαῖς καὶ τὰς ὁμόρους χώρας καὶ πόλεις Ῥωμαίων

κακῶς διετίθεσαν. συνέβη γὰρ καὶ πρὸ βραχέος τοὺς τὰς ἄκρας οἰκοῦντας φύλακας

μετανάστας ἐκεῖθεν γενέσθαι δι' ἔνδειαν τῶν ἐτησίων λημμάτων, ἃ παρὰ τοῦ

βασιλικοῦ πρυτανείου ἐλάμβανον. ὅπερ ὡς οὐδενὸς ἄξιον παροραθὲν ἐν ἀρχαῖς

μέγιστον ὕστερον ἔδοξε Ῥωμαίοις ἀτύχημα καὶ τῶν μάλα μεγίστων αἴτιον

συμφορῶν. οἱ δὲ τὰς σατραπείας ἐκεῖνοι πολλαχῇ διελόμενοι Τοῦρκοι παρὰ Σκυθῶν

ἐλαυνόμενοι Ῥωμαίους ἤλαυνον· καὶ ὅσον πρὸς Σκύθας ἐθηλύνοντο, τοσοῦτον κατὰ

Ῥωμαίων ἠνδρίζοντο· ὡς εἶναί σφισι τὴν τῶν Σκυθῶν ἔφοδον οὐ συμφορῶν αἰτίαν,

ἀλλὰ σφόδρα μεγίστης χορηγὸν εὐτυχίας. εἰσεχέοντο μὲν οὖν κατὰ πλήθη ἔκ τε

Παφλαγονίας ἔκ τε Παμφυλίας καὶ τὴν Ῥωμαίων ἐδῄουν γῆν· ἤδη δὲ καὶ πόλεμοι

συνεῤῥήγνυντο συνεχεῖς· εἷς δὲ καὶ μέγιστος, ὃς καὶ Ῥωμαίοις ἀρχηγέτης γέγονε τῶν

ὅλων κακῶν. (Γ.) Στρατοπέδων πολλῶν Τουρκικῶν ἀθροισθέντων περὶ

Παφλαγονίαν ἔδοξε τῷ βασιλεῖ μεγάλην καὶ ἀξιόμαχον στείλαντι δύναμιν τὴν

ἐκείνων ὀξεῖαν ἀναχαιτίσαι ἔφοδον, καθόσον ἐφικτόν· μὴ καθάπερ πύλας ῥήξαντες

ἐκεῖνο τὸ μέρος 1.139 μετὰ πολλῆς ἔπειτα τῆς ἀδείας καὶ κατὰ τῆς ἄλλης χεθῶσι

χώρας. ἔπεμψεν οὖν στρατόν τε ἱκανὸν καὶ τοὺς ἄξοντας στρατηγοὺς, οἳ διὰ

κακοβουλίαν αὐτοί τε ἐσφάλησαν καὶ τὸ πᾶν ἀπώλεσαν στράτευμα. οἱ γὰρ Τοῦρκοι

τῇ ὑστεραίᾳ μελλούσης τῆς μάχης συῤῥήγνυσθαι διαγρηγορήσαντες πρὶν ἡμέραν

γενέσθαι προλοχίζουσιν οὐκ ὀλίγας ἐνέδρας παρὰ τὰς πρὸς ἕω τοῦ πλησίον ποταμοῦ

ὄχθας· κἄπειτα διαβάντες τὸν ποταμὸν ἐνταῦθα πηγνύουσι τὸ στρατόπεδον. τῆς δὴ

προσηκούσης ὥρας ἐληλυθυίας συνῄεσαν τὰ στρατόπεδα. καὶ τὰ μὲν πρῶτα οὐ μάλα

ἀνυπόστατος ἔδοξε Τούρκοις ἡ Ῥωμαίων ὁρμή· ἀλλ' ἐκαρτέρουν ὅμως καὶ ἀντεῖχον

μαχόμενοι, οὐ συστάδην τὴν μάχην ποιούμενοι, ἀλλὰ συχνῶς ἐναλλασσομένην, ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

48

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!