Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐγκρατὴς ὁ Λαχανᾶς, ἀλλὰ καὶ σύζυγος δεύτερος τῆς γυναικὸς Κωνσταντίνου. ὃς καὶ διενοεῖτο λοιπὸν τελευτῶντος τοῦ χειμῶνος ἅμα ἦρι πέμπειν ἐνέδρας καὶ κατὰ τῶν ὁμορούντων Ῥωμαϊκῶν χωρίων καὶ πολιχνίων, ἵν' ἀσθενεστέρων αὐτῶν γινομένων ἰσχυρότατος ἐκεῖνος δοκῇ. (Γ.) Ταῦτα τῷ βασιλεῖ ἀκουσθέντα οὐκ ὀϊστὰ ἔδοξαν, οὐδὲ λήθης ἄξια καὶ περιφρονήσεως· ἀλλ' ἐν παντὶ φροντίδος ἐχώρει καὶ πλήρης ἦν ἀθυμίας· οὐχ ὅτι τέως ἐνόμιζε φοβερὸν ἐκεῖνον, ἀλλὰ σπουδῇ χρώμενον θερμοτάτῃ πρὸς ὅπερ ἂν τὸ βουλόμενον ὑποτίθησι βλέπων ἔλεγεν ὁδῷ προβαίνοντα κατὰ μικρὸν ἐς μέγα δυνάμεως ἐπαρθῆναι, ὡς δυσκαταγώνιστον καὶ Ῥωμαίοις ὀψὲ γενέ 1.132 σθαι. χρῆναι δὲ τοὺς ἀκινδύνως βιοῦν ἐθέλοντας φθάνειν καὶ προαναστέλλειν τὴν ὁρμὴν τῶν δεινῶν· καὶ παρὸν ἐκ τοῦ ῥᾴστου τὰς ῥίζας ἐκτέμνειν ἐν τῷ παρόντι τῆς μελλούσης βλάστης, μὴ μέλλειν μηδὲ περιμένειν τῶν πονηρῶν ἔργων ἀμύνεσθαι μετὰ κινδύνων τὸν δράσαντα, παρὸν ἀκινδύνως τῆς διανοίας καὶ τῆς ὁρμῆς αὐτῆς. ὅθεν ἐπειδήπερ ὁ λόγος φθάσας ἐδήλωσε τὸν τοῦ Ἀσὰν ἀπόγονον τὸν Μυτζῆν περὶ τὴν Τροίαν ποιεῖσθαι τὴν δίαιταν δι' ἅς ποτ' εἰρήκειμεν τὰς αἰτίας, εἶτα αὐτὸς μὲν ἔφθη τὸν βίον ἀπολιπών· καταλελοίπει δὲ παῖδα Ἰωάννην τὸν Ἀσάν· τοῦτον ὁ βασιλεὺς νῦν μεταπέμπεται, ἄνωθεν ἐκ πατέρων τὰ δίκαια τῆς Βουλγαρικῆς ἀρχῆς κεκτημένον· καὶ τῇ ἑαυτοῦ θυγατρὶ συζεύξας Εἰρήνῃ πέμπει μετὰ βαρείας δυνάμεως ἐλευθερώσοντά τε τὴν Βουλγαρικὴν ἀρχὴν τῆς τοῦ Λαχανᾶ τυραννίδος καὶ ἅμα διαδεξόμενον αὐτὸν αὐτὴν, δίκαιον κλῆρον ἤδη πρὸς αὐτὸν καταβεβηκυῖαν. (∆.) Ὁ μέντοι Λαχανᾶς, ἐπειδήπερ ἔτυχε τηνικαῦτα τὴν ἐπὶ Σκύθας ἰὼν βεβαιώσεως ἕνεκα τῆς τυραννίδος, λαθραίαις τοῦ βασιλέως ἐπιβουλαῖς ἐκεῖ τὴν δι' αἵματος δίδωσι δίκην. ἀπονητὶ δ' ὁ Ἀσὰν τὴν ἀρχὴν διαδέχεται, τῶν Βουλγάρων ὑποδεξαμένων ἀσμένων. τούτων οὕτω τελεσθέντων ἐξωθεῖται καὶ Μαρία ἐκεῖθεν ἡ τοῦ βασιλέως ἀδελφιδῆ σὺν υἱῷ Μιχαὴλ, ὃν ἐκ τοῦ Κωνσταντίνου γεγέννηκε, καὶ ἥκει πρὸς Κωνσταντινούπολιν. ἐπεὶ δ' ὡς τὰ πολλὰ ταῖς μεγάλαις εὐφροσύναις ἐπιφύονται λῦπαι, καθάπερ τινὰ ξίφη πολέμια τὴν τῆς εὐθυμίας ἐκείνης κατάστασιν ἐπιταράττοντα καὶ συγχέοντα, οὐδ' ἐνταῦθα τὸ ἔθος 1.133 ἐπιλελοίπει· ἀλλ' ἦν τηνικαῦτα ἀνὴρ εὐγενὴς κἀν τοῖς μάλιστα συνετὸς καὶ τῷ δραστηρίῳ τῆς φύσεως ἐν Βουλγάροις ἐπίσημος, ὄνομα Τερτερῆς. τοῦτον οἰκειώσασθαι θέλων ὁ Ἀσὰν καὶ ἅμα περιποιούμενος ἑαυτῷ ἀφοβίαν γαμβρὸν ἐπ' ἀδελφῇ ποιεῖται, ἀφελόμενος καὶ ἀποστείλας ἐς Νίκαιαν τὴν προτέραν ὁμόζυγον σὺν τοῖς τέκνοις αὐτοῦ. τετίμηκε δ' ἐπὶ τούτοις αὐτὸν καὶ τῷ τοῦ δεσπότου ἀξιώματι· ἀλλ' οὐκ ἐνέμεινεν οὗτος ἐπὶ πολὺ τῇ πρὸς τὸν τετιμηκότα στοργῇ· ἀλλ' ἀφέλειαν καὶ κουφότητα πλείστην καταγινώσκων αὐτοῦ ἔλαθεν ἐν οὐ μακρῷ τῷ χρόνῳ τὰς γνώμας ἐφελκυσάμενος τοῦ τε στρατιωτικοῦ παντὸς καὶ πρός γε οὐκ ὀλίγων ὅσοι τῶν ἐν τέλει. ἔμελλε δὲ ἤδη καὶ τὸν Ἀσὰν διαχειρισάμενος ἐγκρατὴς ἔσεσθαι καὶ τῆς ἀρχῆς. ὅπερ αὐτὸς ἐγνωκὼς προσποιεῖται μετὰ τῆς γυναικὸς ἐκδημίαν ἐς τὸν πενθερὸν καὶ βασιλέα· καὶ λάθρα ξυναγαγὼν πᾶν ὅ, τι τῶν κειμηλίων καὶ χρημάτων ἦν τῶν Βουλγαρικῶν τὸ ἐξαίρετον, ἧκεν εἰς τὸ Βυζάντιον παρὰ τὸν βασιλέα καὶ πενθερόν· καὶ αὐτὸς μὲν ἐνταῦθα διήγαγε τοῦ λοιποῦ ὁ δὲ Τερτερῆς κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν τὴν τῶν Βουλγάρων ἀρχὴν ἐκεῖ σφετερίζεται. εἶεν. δʹ. Ἐγὼ δὲ τοῦτο ἐκεῖνο τῶν πάλαι πολλῶν διακηκοὼς, ὡς πολιτικῶς καὶ μετρίως ἐνεγκεῖν εὐτυχίαν χαλεπώτερον. ἢ δυστυχίαν, νῦν μᾶλλον ἐπὶ τῆς χρείας ἐτεθαυμάκειν συννενοηκώς. ἰδοὺ γὰρ καὶ οἱ ἐκ Γεννούας ἀντιπέραν οἰκοῦντες τοῦ Βυζαντίου τῷ τῆς ἀτελείας κέρδει μεθυσθέντες καὶ πέρα φρονήσαντες τοῦ μετρίου κατεπαίρεσθαι ἤρξαντο Ῥωμαίων καὶ περιφρονεῖν ὡς 1.134 ἀσθενεστέρους. ᾔδη δέ τις καὶ φιλονεικίαν τινὰ καθ' ἑνός τινος ἀράμενος ὑπὲρ βραχείας ὀπώρας προχειρότερον ἔσχε τὸ ξίφος τῆς γλώττης καὶ παραχρῆμα τὸν ἄνθρωπον τοῦ βίου ἀπήλλαξε. τοῦτο ἀκηκοὼς ὁ βασιλεὺς οὐχ ὡς ἑνὸς φονευθέντος τὸ πρᾶγμα παρέδραμεν, ἀλλ' ὡς ὅλης πόλεως Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 46

καταστραφείσης καὶ τοῦ βασιλικοῦ περιφρονηθέντος κράτους, οὕτως ἐζήλωκέ τε καὶ διανέστη· καὶ τὴν ταχίστην περιήγαγε τὸ στρατόπεδον περὶ πάσας αὐτῶν τὰς οἰκίας. οὔπω γάρ σφισι τειχῶν ὀχυρώματα ἦν καὶ πόλις εἰς ἀντίπαλον ὁπότε βούλοιτο καθισταμένη τῇ βασιλευούσῃ· καὶ τάχ' ἂν ἐμέλλησαν τότε πανωλεθρίᾳ φθαρήσεσθαι, εἰ μὴ σχῆμα περιθέντες ἐλεεινὸν καὶ ζημίαν ἑκούσιον αὐτοὶ ἑαυτοῖς ἐπιθέντες προσέπεσον δραμόντες αὐτίκα μάλα τῷ βασιλεῖ καὶ οὕτως ἀπήλλαξαν ἑαυτούς. (Β.) Τοῦτο τῆς βασιλέως σπουδῆς καὶ ὀξύτητος γέγονε γνώρισμα πρῶτον αὐτοῖς. δεύτερον δὲ καὶ μεῖζον· συνεστήσαντό τινες ἐκ τοῦ γένους αὐτῶν δύο τριήρεις ἐπὶ δίαιταν καὶ τρόπον πειρατικὸν, καὶ λάθρα διαβάντες τὰ περὶ Βυζάντιον τῆς θαλάττης στενὰ ἐπὶ τὸν Εὔξεινον πόντον ἐπεποιήκεσαν τὸν ἀπόπλουν, μὴ παρασχόντες τὴν συνήθη τῷ βασιλεῖ εὐφημίαν· οὐδὲ τοῦτο τοίνυν ἀτιμώρητον ἔδοξε παρεληλυθέναι τῷ βασιλεῖ. ὅθεν τριήρεις συνηθροικὼς οὐκ ὀλίγας καὶ μίαν μεγάλην ὁλκάδα περὶ τὴν ἄκραν ἵστησι τοῦ ἱεροῦ, (ὃ δὴ στόμα καλεῖται τοῦ Πόντου, ἔνθα τὰς Κυανέας καὶ Πλαγκτὰς ἔφασκον Ἕλληνες εἶναι) τὸν εἴσπλουν ἐκδεχομένας τῶν πειρατῶν, μὴ λαθόντες ἀπαθεῖς οἱ θρασεῖς ἐκεῖνοι καὶ ἀλιτήριοι διαδράσωσιν. ἐπεὶ δὲ τοῦτο ἐκείνους 1.135 οὐκ ἐλελήθει, μηχανῶνταί τινά σφισι σωτήριον τρόπον. πάντα γὰρ πλοῦτον ὃν ἐκ λῃστείας συνήγαγον πραγματείαν ἐμπορικὴν ποιησάμενοι μεθ' ἑαυτῶν εἰς μεγίστην ἐμβιβάζουσιν ὁλκάδα καὶ πᾶσαν ἐπὶ τούτοις προκατατίθενται καὶ παρασκευάζουσι πανοπλίαν, ἵνα καιρὸν ἐπιτηρήσαντες, ὁπότε σφοδρότερον ῥέοιεν τῶν ἀρκτικῶν πνευμάτων αἱ πηγαὶ, λύσαντες ἀποπλεύσωσι καὶ βίᾳ ῥηξάμενοι τοὺς ἐπὶ τοῦ στόματος ναυλοχοῦντας ἀκίνδυνον τὸν εἴσπλουν ποιήσωνται. ἐπεὶ δὲ μετὰ μικρὸν σφοδρότερος ἄνωθεν κατεῤῥάγη βορέας, ἐπιφαίνεται κατιοῦσα καὶ ἡ πειρατικὴ ἐκείνη ὁλκὰς ἀπὸ πολλοῦ τοῦ πελάγους, μυρίοις ἐστεφανωμένη τοῖς ὁπλίταις, καθάπερ πόλις ὅλη κατὰ κυμάτων πεζεύουσα ἢ μᾶλλον πτηνοῦ δίκην ἐφιπταμένη τοῖς κύμασιν. (Γ.) Ἤδη δὲ καὶ αἱ βασιλικαὶ τριήρεις παρεσκευασμέναι παρῆσαν. ὁμοίως δὲ καὶ ἡ βασιλικὴ ὁλκὰς ἄρασα τὰς κεραίας οὔπω διεπέτασε τὰς ὀθόνας, ἀλλ' ἔμενεν ἠρεμοῦσα. ἐγγισάσης δὲ ἤδη καὶ τῆς πολεμίας ὁλκάδος, τότε καὶ αὕτη διαπετάσασα τὰς ὀθόνας λαμβάνει τὴν πολεμίαν, πῆ μὲν ἐκ πλευρᾶς, πῆ δ' ἐκ πρύμνας, ἑπομένη κατ' ἴχνος βάλλουσά τε καὶ βαλλομένη καὶ τὸν αἰθέριον εἰπεῖν ἐκεῖνον καὶ ἱπτάμενον πράττουσα πόλεμον. ἦν γὰρ ἰδεῖν διάφορα καὶ ποικίλα τάγματα στρατοπέδων ἐν ταὐτῷ κατ' ἀλλήλων συστάδην μαχόμενα. οἱ μὲν γὰρ ἀπὸ τῶν καταστρωμάτων τοὺς ἀπὸ τῶν καταστρωμάτων ἔβαλλον· οἱ δ' ἀπὸ τῶν ξυλίνων πύργων τοὺς ἀπὸ τῶν ξυλίνων πύργων· οἱ δ' ἀπὸ μετεώρου τῶν ἄκρων ἱστίων τοὺς ἀπὸ μετεώρου τῶν ἄκρων ἱστίων. ἐχρῶντο δὲ καθ' ἑκατέρων 1.136 ἑκάτεροι χειροπληθέσι χερμαδίοις καὶ βέλεσι τοξικοῖς· ἔστι δ' ὅτε καὶ πελέκεσι καὶ ξίφεσιν ἄλλοις, ὁπότε μάλα δὴ πελάσαιεν ἀλλήλοις. αἱ δὲ τριήρεις οὐ μάλα τοι ἐγγύθεν παραπλέουσαι μόνοις ἐχρῶντο τοῖς τηλεβόλοις βέλεσι. καὶ οὕτω δὴ μέχρι πολλοῦ τῆς ἡμέρας τὸν ἀπὸ τοῦ στόματος ἀμείβοντες αὐχένα εὐρώστως ἑκατέρωθεν ἅπαντες ἠγωνίζοντο, καὶ πρὸς μὲν ἀρχαῖς ἐπικρατέστερα τὰ Λατίνων ἐδόκει· ἔπειτα κωλυόμενον ὑπὸ τῶν τῆς βασιλικῆς ὁλκάδος ἱστίων τὸ πνεῦμα, ἀναπόσπαστα παραπλεούσης διηνεκῶς καὶ συμμέτρως ἔκ τε πρύμνης καὶ πλευρᾶς δεξιᾶς, ὅθεν ἐκεῖνο προσέῤῥει, μαλακώτερον τοῖς τῶν πολεμίων ἱστίοις προσέβαλλε καὶ οὐ στεῤῥὰν οὐδὲ μάλα τοι εὔτονον παρεῖχε τῇ ὁλκάδι τὴν κίνησιν. (∆.) Ὃ δὲ μεῖζον Λατίνοις ἀτύχημα ἐγεγόνει, θρασύτερόν τις ἐξ αὐτῶν τῇ Ῥωμαίων ἐπιπηδήσας ὁλκάδι ὀξεῖ πελέκει τὰ καιριώτερα τῶν καλωδίων ἐξέτεμε· διὸ κατενεχθεῖσα ἡ κεραία κατὰ μέσην τὴν τῶν Λατίνων ὁλκάδα ἀπόλεμον ἐκείνης τὸ πλεῖστον ὁπλιτικὸν ἐξαίφνης πεποίηκε· κἀντεῦθεν ἀδεῶς κατὰ κύκλον καὶ αἱ τριήρεις πελάσασαι στεῤῥότερον ἐκ τοῦ σύνεγγυς ἔβαλλον. ἤδη δέ τις καὶ εἰσεπήδησεν ἔνδον τῆς πολεμίας ὁλκάδος, καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 47

ἐγκρατὴς ὁ Λαχανᾶς, ἀλλὰ καὶ σύζυγος δεύτερος τῆς γυναικὸς Κωνσταντίνου. ὃς καὶ

διενοεῖτο λοιπὸν τελευτῶντος τοῦ χειμῶνος ἅμα ἦρι πέμπειν ἐνέδρας καὶ κατὰ τῶν

ὁμορούντων Ῥωμαϊκῶν χωρίων καὶ πολιχνίων, ἵν' ἀσθενεστέρων αὐτῶν γινομένων

ἰσχυρότατος ἐκεῖνος δοκῇ. (Γ.) Ταῦτα τῷ βασιλεῖ ἀκουσθέντα οὐκ ὀϊστὰ ἔδοξαν, οὐδὲ

λήθης ἄξια καὶ περιφρονήσεως· ἀλλ' ἐν παντὶ φροντίδος ἐχώρει καὶ πλήρης ἦν

ἀθυμίας· οὐχ ὅτι τέως ἐνόμιζε φοβερὸν ἐκεῖνον, ἀλλὰ σπουδῇ χρώμενον θερμοτάτῃ

πρὸς ὅπερ ἂν τὸ βουλόμενον ὑποτίθησι βλέπων ἔλεγεν ὁδῷ προβαίνοντα κατὰ

μικρὸν ἐς μέγα δυνάμεως ἐπαρθῆναι, ὡς δυσκαταγώνιστον καὶ Ῥωμαίοις ὀψὲ γενέ

1.132 σθαι. χρῆναι δὲ τοὺς ἀκινδύνως βιοῦν ἐθέλοντας φθάνειν καὶ προαναστέλλειν

τὴν ὁρμὴν τῶν δεινῶν· καὶ παρὸν ἐκ τοῦ ῥᾴστου τὰς ῥίζας ἐκτέμνειν ἐν τῷ παρόντι

τῆς μελλούσης βλάστης, μὴ μέλλειν μηδὲ περιμένειν τῶν πονηρῶν ἔργων

ἀμύνεσθαι μετὰ κινδύνων τὸν δράσαντα, παρὸν ἀκινδύνως τῆς διανοίας καὶ τῆς

ὁρμῆς αὐτῆς. ὅθεν ἐπειδήπερ ὁ λόγος φθάσας ἐδήλωσε τὸν τοῦ Ἀσὰν ἀπόγονον τὸν

Μυτζῆν περὶ τὴν Τροίαν ποιεῖσθαι τὴν δίαιταν δι' ἅς ποτ' εἰρήκειμεν τὰς αἰτίας, εἶτα

αὐτὸς μὲν ἔφθη τὸν βίον ἀπολιπών· καταλελοίπει δὲ παῖδα Ἰωάννην τὸν Ἀσάν·

τοῦτον ὁ βασιλεὺς νῦν μεταπέμπεται, ἄνωθεν ἐκ πατέρων τὰ δίκαια τῆς

Βουλγαρικῆς ἀρχῆς κεκτημένον· καὶ τῇ ἑαυτοῦ θυγατρὶ συζεύξας Εἰρήνῃ πέμπει

μετὰ βαρείας δυνάμεως ἐλευθερώσοντά τε τὴν Βουλγαρικὴν ἀρχὴν τῆς τοῦ Λαχανᾶ

τυραννίδος καὶ ἅμα διαδεξόμενον αὐτὸν αὐτὴν, δίκαιον κλῆρον ἤδη πρὸς αὐτὸν

καταβεβηκυῖαν. (∆.) Ὁ μέντοι Λαχανᾶς, ἐπειδήπερ ἔτυχε τηνικαῦτα τὴν ἐπὶ Σκύθας

ἰὼν βεβαιώσεως ἕνεκα τῆς τυραννίδος, λαθραίαις τοῦ βασιλέως ἐπιβουλαῖς ἐκεῖ τὴν

δι' αἵματος δίδωσι δίκην. ἀπονητὶ δ' ὁ Ἀσὰν τὴν ἀρχὴν διαδέχεται, τῶν Βουλγάρων

ὑποδεξαμένων ἀσμένων. τούτων οὕτω τελεσθέντων ἐξωθεῖται καὶ Μαρία ἐκεῖθεν ἡ

τοῦ βασιλέως ἀδελφιδῆ σὺν υἱῷ Μιχαὴλ, ὃν ἐκ τοῦ Κωνσταντίνου γεγέννηκε, καὶ

ἥκει πρὸς Κωνσταντινούπολιν. ἐπεὶ δ' ὡς τὰ πολλὰ ταῖς μεγάλαις εὐφροσύναις

ἐπιφύονται λῦπαι, καθάπερ τινὰ ξίφη πολέμια τὴν τῆς εὐθυμίας ἐκείνης κατάστασιν

ἐπιταράττοντα καὶ συγχέοντα, οὐδ' ἐνταῦθα τὸ ἔθος 1.133 ἐπιλελοίπει· ἀλλ' ἦν

τηνικαῦτα ἀνὴρ εὐγενὴς κἀν τοῖς μάλιστα συνετὸς καὶ τῷ δραστηρίῳ τῆς φύσεως ἐν

Βουλγάροις ἐπίσημος, ὄνομα Τερτερῆς. τοῦτον οἰκειώσασθαι θέλων ὁ Ἀσὰν καὶ ἅμα

περιποιούμενος ἑαυτῷ ἀφοβίαν γαμβρὸν ἐπ' ἀδελφῇ ποιεῖται, ἀφελόμενος καὶ

ἀποστείλας ἐς Νίκαιαν τὴν προτέραν ὁμόζυγον σὺν τοῖς τέκνοις αὐτοῦ. τετίμηκε δ'

ἐπὶ τούτοις αὐτὸν καὶ τῷ τοῦ δεσπότου ἀξιώματι· ἀλλ' οὐκ ἐνέμεινεν οὗτος ἐπὶ πολὺ

τῇ πρὸς τὸν τετιμηκότα στοργῇ· ἀλλ' ἀφέλειαν καὶ κουφότητα πλείστην

καταγινώσκων αὐτοῦ ἔλαθεν ἐν οὐ μακρῷ τῷ χρόνῳ τὰς γνώμας ἐφελκυσάμενος

τοῦ τε στρατιωτικοῦ παντὸς καὶ πρός γε οὐκ ὀλίγων ὅσοι τῶν ἐν τέλει. ἔμελλε δὲ

ἤδη καὶ τὸν Ἀσὰν διαχειρισάμενος ἐγκρατὴς ἔσεσθαι καὶ τῆς ἀρχῆς. ὅπερ αὐτὸς

ἐγνωκὼς προσποιεῖται μετὰ τῆς γυναικὸς ἐκδημίαν ἐς τὸν πενθερὸν καὶ βασιλέα· καὶ

λάθρα ξυναγαγὼν πᾶν ὅ, τι τῶν κειμηλίων καὶ χρημάτων ἦν τῶν Βουλγαρικῶν τὸ

ἐξαίρετον, ἧκεν εἰς τὸ Βυζάντιον παρὰ τὸν βασιλέα καὶ πενθερόν· καὶ αὐτὸς μὲν

ἐνταῦθα διήγαγε τοῦ λοιποῦ ὁ δὲ Τερτερῆς κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν

τὴν τῶν Βουλγάρων ἀρχὴν ἐκεῖ σφετερίζεται. εἶεν. δʹ. Ἐγὼ δὲ τοῦτο ἐκεῖνο τῶν

πάλαι πολλῶν διακηκοὼς, ὡς πολιτικῶς καὶ μετρίως ἐνεγκεῖν εὐτυχίαν

χαλεπώτερον. ἢ δυστυχίαν, νῦν μᾶλλον ἐπὶ τῆς χρείας ἐτεθαυμάκειν συννενοηκώς.

ἰδοὺ γὰρ καὶ οἱ ἐκ Γεννούας ἀντιπέραν οἰκοῦντες τοῦ Βυζαντίου τῷ τῆς ἀτελείας

κέρδει μεθυσθέντες καὶ πέρα φρονήσαντες τοῦ μετρίου κατεπαίρεσθαι ἤρξαντο

Ῥωμαίων καὶ περιφρονεῖν ὡς 1.134 ἀσθενεστέρους. ᾔδη δέ τις καὶ φιλονεικίαν τινὰ

καθ' ἑνός τινος ἀράμενος ὑπὲρ βραχείας ὀπώρας προχειρότερον ἔσχε τὸ ξίφος τῆς

γλώττης καὶ παραχρῆμα τὸν ἄνθρωπον τοῦ βίου ἀπήλλαξε. τοῦτο ἀκηκοὼς ὁ

βασιλεὺς οὐχ ὡς ἑνὸς φονευθέντος τὸ πρᾶγμα παρέδραμεν, ἀλλ' ὡς ὅλης πόλεως

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

46

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!