Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

λοιπὸν σιωπῇ καὶ πρὶν λεχθῆναι τῷ δρῶντι καὶ πρὶν ἐνθυμηθῆναι τὸν πάσχοντα, καὶ φθάνει τὴν γνῶσιν ἡ πεῖρα λίαν ὠκύπους φανεῖσα καθ' οὗ τολμᾶται τὰ χείριστα. καὶ διδάσκαλον ἔσχε τὸν ἅπαντα χρόνον ἡ τῶν πραγμάτων φύσις, ἐπὶ πολλῶν τῶν ὁμοίων περιφανῶς τὴν ἀναίρεσιν ἀναγράφοντα βλέπουσα καὶ φυλάττεσθαι πᾶσι πᾶσαν ἄντικρυς ἀφιέντα φωνήν, καὶ νέοις ἐπ' ἴσης καὶ πρεσβυτέροις. ἀκούομεν οὖν καὶ πατέρων ἐνίους ἀνδροφόνον ὁπλίσαντας δεξιὰν κατὰ τῶν υἱέων, καὶ πλείους ἔτι τῶν ἀδελφῶν τὸ ξίφος καθ' αἵματος βαπτίσαντας συγγενοῦς· καὶ κατὰ λαιμοῦ πικρῶς ὀρχησαμένους ὁμοφυοῦς, καὶ μάλισθ' ὅτε περὶ βασιλείας εἴη τἀγώ 3.157 νισμα, ἔνθα καὶ τυραννικῆς εἶναι τὸ πρᾶγμα λέγεται νομοθεσίας αὐτοχειροτόνητον καὶ ἀνομοθέτητον δίκαιον. οὐκ ἔγωγε τοίνυν αὐτὸς ὁ τῆς υἱοθεσίας παραβαίνων τοὺς νόμους· οὐκ ἔγωγ' ἐκεῖνος ὁ τοὺς φρικώδεις ἐκείνους ὅρκους πατῶν· ἀλλ' ὁ πατὴρ ἐμοῦ καὶ τῆς ἐμῆς ὑπάρχειν προμηθεὺς ὀμωμοκὼς ζωῆς. τί τοίνυν ἀδικῶ, ζῇν ἐφιέμενος ἕως ἂν καὶ τῷ κρείττονι συνδοκῇ καὶ συγχωρῆται τῷ πλάσαντι; οὐ γὰρ τοὺς ἐφιεμένους ζῆν ἀσφαλῶς οἱ νόμοι κολάζουσιν, ἀλλ' οἷς τυραννικὴν ὠμότητα σχήματι φιλίας ἀναμίξασιν ἐπιορκεῖν ὁμοῦ καὶ φθείρειν ἐμέλησεν οὓς ἀγαπᾶν ὀμωμόκεσαν· ἐκεῖνο μὲν γὰρ ἀκώλυτον ἔχει τὴν τῆς βουλήσεως ἔφεσιν, τοῦτο δ' οὐκ ἀθῶον τὴν γνώμην ἐγκλήματος. ὡς ὤφελον τότε γε θνήσκειν, καὶ τοὐμὸν αἷμα τοῖς ὑμῶν ἐπιβατηρίοις εἴθε ἐθύετο τέως, καὶ βραχεῖα κόνις τοὐμὸν ἐκάλυπτεν ἄθλιον σῶμα, πρὶν ἐς τοιαύτας τεταμιεῦσθαι τύχας· τοῦ γὰρ ἅπαξ θανεῖν ἀκλεῶς τὸ φυλάξαι βασιλείας ἀταλαίπωρον δόξαν πολλῷ χαλεπώτερον· τοῦτο μὲν γὰρ πολύτροποι βόσκουσι κίνδυνοι θανάτων μυρίων μεστοί, νύκτωρ καὶ μεθ' ἡμέραν περιτρέχοντές τε καὶ προοδεύοντες καὶ δίκην ἀγρίων κυμάτων ἀεὶ συμπνίγοντες, ἐκεῖνο δ' ἀνάλγητον ἔχει τὸ ἀκλεὲς πρὸς ἅπαντα βίον ἀναισθητοῦν. ὡς νῦν γε καὶ εἴ μοι τελεσιουργὸν τὴν εὐχὴν ἤλπιζον ἔσεσθαι, ἥδιστ' ἂν ηὐξάμην χανεῖν μοι τὴν γῆν μᾶλλον ἢ τὰς ἐμὰς ἀναγκάζεσθαι νῦν ἐπὶ σοῦ συμφορὰς ἀφηγεῖσθαι· ἀναμέμικται γὰρ ταυτί πως καὶ συμπέφυρται τοῖς ἐγκλήμασι 3.158 τοῦ 'μοῦ πενθεροῦ, ὡς ἀνέφικτον εἶναι διελόντ' ἀφηγεῖσθαι, καὶ δέος μὴ αὐτῷ προστρίβειν δόξω τὸν ὄνειδον ἐξεπίτηδες· εἶναι γὰρ ἐγνωσμένον μὴ ὅτι Ῥωμαίοις ἅπασιν, ἀλλὰ καὶ τῶν ἐθνῶν τὰ πλείω λόγῳ μεγάλου παρεῖχον θαύματος, ὁρῶντες εἰς οἷον αὐτὸν ἀνύψωσε κλέος ὁ μακαρίτης ἐκεῖνος βασιλεύς, ὁ τὸν ἄθλιον ἐμὲ γεγεννηκώς. τοὔνομα μὲν γὰρ ἐκεῖνος εἶχε τῆς βασιλείας, τῆς δ' ἐξουσίας συλλήβδην οὗτος ἁπάσης εἰπεῖν μετά γε τῆς αὐτοῦ κατετρύφα μητρός. καὶ ἦν ἐπὶ τούτοις ἐκείνῳ τὸ σκοπιμώτατον φυλακῆς ἕνεκα τῆς εἰς τὴν βασιλείαν διαδοχῆς καὶ διαμονῆς τῆς ἐμῆς. ἀλλ' ἐπεὶ τῇ φύσει τὸ χρεὼν ἐκτίσας ἀπῄει, βρέφος ἐμὲ ταῖς χερσὶ τῆς μητρὸς λελοιπώς, ἴσασιν ἅπαντες ὅσας τε αὐτὸς ἐμοὶ μετὰ τῆς ταλαίνης μητρὸς ἐπήνεγκε συμφορὰς καὶ ὅσας αὖθις αὐτὸς κατ' αὐτὸν ἐπεπόνθει, πέντε βασιλέων σειρὰν καὶ διαδοχὴν εἰς ἑαυτὸν μεταστῆσαι πειρώμενος, πρᾶγμα πρὶν γενέσθαι μηδ' ἐλπισθέν. ἐκλαθόμενος γὰρ εὐθὺς τὰς τοῦ 'μοῦ πατρὸς συνθήκας ἐκείνας, ἣν ἐκ πολλοῦ βασιλείαν ὠνειροπόλει, ταύτης ἐμέμνητο μόνης, ὃν ἐκ πολλοῦ ζητῶν, ἤδη καιροῦ λαβόμενος. καὶ ταυτὶ μὲν ἔγωγε τότ' ἀκούων πρὸς τῶν συνετωτέρων πιστεύειν οὐκ εἶχον· νῦν δ' ἃ τότε ῥοθίοις ἀνεκέκρατο στοχασμῶν εἰς φῶς χωροῦντα σαφῶς ἐνορῶν, ὡς εἰρήσεται προϊόντι μοι καθαρώτερον, πείθομαι κἀκεῖνα τῆς ἀληθείας ἔχεσθαι τῆς αὐτῆς, καὶ γινώσκω τοῦ πάλαι φυτοῦ τὴν ῥίζαν, ὀψὲ γευσάμενος τοῦ καρποῦ. οὐ γὰρ ἔχω νοεῖν τῶν ἁπάντων 3.159 ἕτερον οὐδὲν οὐδαμῇ ὅτι πότ' ἂν εἴη τὸ μεταθεῖναι πεῖσαν κατὰ τῆς ἐμῆς τὴν τούτου γνώμην κεφαλῆς. εἰ μὲν γὰρ τότ' ἐδύνατο μὲν οὐκ ἐβούλετο δέ, πῶς νῦν μὴ δυνάμενος βούλεται; εἰ δὲ καὶ τότε καὶ νῦν τῆς αὐτῆς ἐστὶ γνώμης, διὰ τί πρεσβύτερα μὲν τὰ τῆς κακίας σπέρματα, νεήλυδας δ' ἀποφαίνειν ἐπείγεται τὰς τῶν ἀφορμῶν τερατομόρφους εὑρέσεις, καὶ φύρει τὴν φυσικὴν τῶν πραγμάτων θέσιν, ἐπὶ τὸ ἀνακόλουθον τρέπων τὴν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 458

ἁρμονίαν καὶ ἄνω ποταμῶν χωρεῖν τὰς πηγὰς βιαζόμενος. εἰ γὰρ μὴ λάλον τὴν γλῶτταν αὐτῷ τῆς φύσεως παρασχούσης, ἀνεκλάλητον ἐκ τοῦ γε ῥᾴστου τὴν μελέτην ἔκρυπτεν ἐν ἀπορρήτοις μυχοῖς τῆς καρδίας, ἀλλ' οὖν ἐβόα τὰ πράγματα καὶ πᾶσαν ἀκοὴν περιήχει βροντῆς ἁπάσης τρανότερον· ἃ μᾶλλον ἀδέκαστον ἔχει τὴν ψῆφον τῆς μαρτυρίας καὶ παντάπασιν ἀκαπήλευτον. ἢ φρασάτω μοί τις παρελθών, τί τῶν ἁπάντων αὐτὸν ἠρέθισεν ἕτερον ἐς λήθην μὲν ἐληλυθέναι θεοῦ, φιλίας δ' ἐνέχυρα τόσα καὶ τόσα παρασχεῖν ἐκ πάνυ πολλοῦ τῷ βαρβάρῳ καὶ ἀσεβεῖ τῆς Λυδίας σατράπῃ, καὶ ὁρκῶσαι μὲν ἐκεῖνον ὑπὲρ αὐτοῦ κινδυνεύειν ἄχρι θανάτου, ὀμνύναι δ' αὐτὸν ἐκείνῳ τὰ ἴσα; ἢ πάντως ὃ ἔργοις ἀναντιρρήτοις ἔδειξεν ὕστερον τοῦ 'μοῦ πατρὸς καὶ βασιλέως θανόντος εὐθύς. τῶν γὰρ ὑπηκόων τὴν ἐγχείρησιν 3.160 οὐ προσιεμένων αὐτοῦ, προβὰς ἐκεῖθεν τυραννικὴν ποιεῖται τὴν ἀναγόρευσιν ἑαυτοῦ· κἄπειτ' ἀποτυγχάνοντα καὶ οὕτως τὸν Ἰξίονος ἄτοπον ἔρωτα βλέπων (ἅπαντες γὰρ ἀφίσταντο τῆς αὐτοῦ τυραννίδος) προσεκαλεῖτο λοιπὸν οὐ τὸν τῆς δίκης προστάτην θεόν, ἀλλὰ τὸν τῆς ἀδίκου μανίας βάρβαρον σύμμαχον, τὰς ἐκδήμους ἐκείνας ἀγωνιεῖσθαι μέλλων λῃστείας κατὰ χριστιανῶν, ὅτι τῶν πολλῶν βασιλέων ἐμὲ προσεκαλοῦντο διάδοχον. καὶ θέρους μὲν ἐγκαθεζόμενον ἔχων τὸν βάρβαρον καὶ πολέμιον ἐκεῖνον στρατὸν ἔκειρε τὴν τῶν Θρᾳκικῶν πόλεων γῆν, χειμῶνος δὲ καὶ αὐτὰς ἠρήμου τὰς πόλεις, τὰ πέριξ ἅπαντα ληϊζόμενός τε καὶ ἀνδραποδιζόμενος ἄχρι πυλῶν, ὑφ' ὧν, ὦ γῆ καὶ ἥλιε, οὐδὲν προηδίκητο. καὶ τὸ τῆς τραγῳδίας βαρύτατον, ὅτι τῶν αἰχμαλώτων ἐλεεινῶς ἀγομένων σχίζοντες τὰς γαστέρας οἱ βάρβαροι τάς τε χεῖρας ἑαυτῶν καὶ τοὺς πόδας εἰσῆγον ἀλέας μετρίας εἵνεκα, τὸ τιμιώτατον κτῆμα θεοῦ τὸν ἄνθρωπον φθείροντες ὥσπερ ἐν παιδιᾶς σχήματι. ὃ δ' οὔτε ἐκάμπτετο βλέπων τὴν τῶν ὁμοφύλων ἐλεεινὴν τραγῳδίαν ἐκείνην, οὔτ' εἰκόνα γοῦν τινὸς βραχείας φειδοῦς ἐνετύπωσεν ὅλως τῷ τῆς ψυχῆς συνειδότι, ἀλλ' ἡμιθνῆτας ἔτι καὶ ἀσπαίροντας ἔφιππος καὶ αὐτὸς ἐπιὼν καὶ συμπατῶν, τὴν τῶν λίθων ἀναλγησίαν ἐνταῦθά πως ἐφιλονείκει μιμεῖσθαι, τὸ τῆς καρδίας, ὡς ἔοικε, θηριῶδες ἀσκῶν καὶ γυμνάζων, μὴ λάθῃ τὴν ἕξιν ὀψὲ διαφθεῖραν τῆς φύ 3.161 σεως. τοῦτ' ἐκεῖνο σχεδόν, ὀκνῶ γὰρ ἐκείνου λέγειν, ἐπέκεινα τοῦ τῶν Φεραίων πάλαι τυράννου, ὃς τραγῳδοῦ τινὸς ἐμμελῶς ἐπ' αὐτοῦ Τρωϊκὰς συμφορὰς ἐπιόντος, ἐπειδὴ πρὸς τὸ πάθος ᾔσθετο χαυνούμενος τὴν ψυχὴν καθάπερ ἐλαίῳ σίδηρος, ἀνεπήδησέ τε εὐθὺς καὶ τὸν τραγῳδὸν ἰταμῶς ἐλοιδόρησεν ὅτι δὴ τὴν ἕξιν αὐτοῦ τῆς ψυχῆς ἐμάλαξεν ὁπωσοῦν μεταθείς, αἰσχρὸν εἶναι φήσας εἰ τοσούτους ἀποσφάττων ἀεὶ πολίτας, τοῖς τῆς Ἑκάβης καὶ Πολυξένης δακρύων θρήνοις ὀφθείη. τοιοῦτον ἡ δυστυχὴς μεγαλόπολις καθ' ἑαυτῆς ἐξέθρεψεν ἄνθρωπον, καὶ ταῦτ' εἰδυῖα πόρρωθεν ᾀδόμενον ἐσχάτην ἀπώλειαν αὐτῆς θ' ἅμα καὶ εὐσεβείας ὑπάρχειν αὐτῆς τὸ κ στοιχεῖον διπλούμενον· ὥστε καὶ εἴ τις παρασυρεῖσαν τὴν ἐμὴν ἐγκαλεῖν ἔχοι μητέρα παραπλήσι' ἄττα πεπραχυῖαν τῷ τηνικαῦτα καιρῷ, οὐκ ἐκείνην ἀλλ' αὐτὸν αἰτιᾶσθαι χρεών· ὃ μὲν γὰρ τὰ ἀλλότρια ζητῶν παρηνόμει, ἣ δ' ἠμύνετο ἐπίοντα, τηρεῖν ἐπειγομένη τοῖς ὀρφανοῖς τέκνοις τὸ ζῆν, καθάπερ τρυγὼν τοὺς ἑαυτῆς νυκτοφυλακοῦσα διέπει νεοττοὺς ἀλλοφύλων ἐπιόντων ὀρνέων νυκτός. εἰ δὲ καὶ οἷς περὶ τὰ τοιαῦτα συνετώτερον ἔπεισι κρίνειν πείθεσθαι δίκαιον εἴη, ταῦτ' εἶναι διατειναίμην ἔγωγ' ἂν ἃ τὸν θεὸν εἰς ἀνάγκας ἐπενεγκεῖν κατ' αὐτῆς ἠρέθισε τὸ μέγα πάθος ἐκεῖνο, τὴν τῆς βασιλικῆς ἐξουσίας φημὶ ζημίαν, οὐκ ἀνεχομένου βλέπειν οὐδ' ἀκούσιον μύσος τοῖς ἐκλεκτοῖς προστριβόμενον. 3.162 Ἀλλ' ἓν μὲν δὴ τοῦτο δέδειχε σαφῶς τὴν πάλαι κρυπτομένην ἐν τῇ τούτου ψυχῇ κατὰ τῆς πατρίου μοι βασιλείας μελέτην, καθάπερ σπινθῆρα πυρὸς ἐκ σποδιᾶς ἀναλάμψασα φλὸξ πνεύματος ὁθενδηποτοῦν ἐρεθίσαντος· δεύτερον δέ, ἐπειδὴ καὶ Ὑρκανὸν τὸν τῆς Βιθυνίας ἑώρα σατράπην βαρβάρων ἁπάντων, ὁπόσοι τὴν ἄχρι θαλάττης Ἀσίαν κεκλήρωνται, πόλεων τῆς μεγίστης ἔγγιστα ποιούμενον τὰς διατριβάς, ὡς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 459

λοιπὸν σιωπῇ καὶ πρὶν λεχθῆναι τῷ δρῶντι καὶ πρὶν ἐνθυμηθῆναι τὸν πάσχοντα, καὶ

φθάνει τὴν γνῶσιν ἡ πεῖρα λίαν ὠκύπους φανεῖσα καθ' οὗ τολμᾶται τὰ χείριστα. καὶ

διδάσκαλον ἔσχε τὸν ἅπαντα χρόνον ἡ τῶν πραγμάτων φύσις, ἐπὶ πολλῶν τῶν

ὁμοίων περιφανῶς τὴν ἀναίρεσιν ἀναγράφοντα βλέπουσα καὶ φυλάττεσθαι πᾶσι

πᾶσαν ἄντικρυς ἀφιέντα φωνήν, καὶ νέοις ἐπ' ἴσης καὶ πρεσβυτέροις. ἀκούομεν οὖν

καὶ πατέρων ἐνίους ἀνδροφόνον ὁπλίσαντας δεξιὰν κατὰ τῶν υἱέων, καὶ πλείους ἔτι

τῶν ἀδελφῶν τὸ ξίφος καθ' αἵματος βαπτίσαντας συγγενοῦς· καὶ κατὰ λαιμοῦ

πικρῶς ὀρχησαμένους ὁμοφυοῦς, καὶ μάλισθ' ὅτε περὶ βασιλείας εἴη τἀγώ 3.157

νισμα, ἔνθα καὶ τυραννικῆς εἶναι τὸ πρᾶγμα λέγεται νομοθεσίας αὐτοχειροτόνητον

καὶ ἀνομοθέτητον δίκαιον. οὐκ ἔγωγε τοίνυν αὐτὸς ὁ τῆς υἱοθεσίας παραβαίνων

τοὺς νόμους· οὐκ ἔγωγ' ἐκεῖνος ὁ τοὺς φρικώδεις ἐκείνους ὅρκους πατῶν· ἀλλ' ὁ

πατὴρ ἐμοῦ καὶ τῆς ἐμῆς ὑπάρχειν προμηθεὺς ὀμωμοκὼς ζωῆς. τί τοίνυν ἀδικῶ, ζῇν

ἐφιέμενος ἕως ἂν καὶ τῷ κρείττονι συνδοκῇ καὶ συγχωρῆται τῷ πλάσαντι; οὐ γὰρ

τοὺς ἐφιεμένους ζῆν ἀσφαλῶς οἱ νόμοι κολάζουσιν, ἀλλ' οἷς τυραννικὴν ὠμότητα

σχήματι φιλίας ἀναμίξασιν ἐπιορκεῖν ὁμοῦ καὶ φθείρειν ἐμέλησεν οὓς ἀγαπᾶν

ὀμωμόκεσαν· ἐκεῖνο μὲν γὰρ ἀκώλυτον ἔχει τὴν τῆς βουλήσεως ἔφεσιν, τοῦτο δ' οὐκ

ἀθῶον τὴν γνώμην ἐγκλήματος. ὡς ὤφελον τότε γε θνήσκειν, καὶ τοὐμὸν αἷμα τοῖς

ὑμῶν ἐπιβατηρίοις εἴθε ἐθύετο τέως, καὶ βραχεῖα κόνις τοὐμὸν ἐκάλυπτεν ἄθλιον

σῶμα, πρὶν ἐς τοιαύτας τεταμιεῦσθαι τύχας· τοῦ γὰρ ἅπαξ θανεῖν ἀκλεῶς τὸ φυλάξαι

βασιλείας ἀταλαίπωρον δόξαν πολλῷ χαλεπώτερον· τοῦτο μὲν γὰρ πολύτροποι

βόσκουσι κίνδυνοι θανάτων μυρίων μεστοί, νύκτωρ καὶ μεθ' ἡμέραν περιτρέχοντές

τε καὶ προοδεύοντες καὶ δίκην ἀγρίων κυμάτων ἀεὶ συμπνίγοντες, ἐκεῖνο δ'

ἀνάλγητον ἔχει τὸ ἀκλεὲς πρὸς ἅπαντα βίον ἀναισθητοῦν. ὡς νῦν γε καὶ εἴ μοι

τελεσιουργὸν τὴν εὐχὴν ἤλπιζον ἔσεσθαι, ἥδιστ' ἂν ηὐξάμην χανεῖν μοι τὴν γῆν

μᾶλλον ἢ τὰς ἐμὰς ἀναγκάζεσθαι νῦν ἐπὶ σοῦ συμφορὰς ἀφηγεῖσθαι· ἀναμέμικται

γὰρ ταυτί πως καὶ συμπέφυρται τοῖς ἐγκλήμασι 3.158 τοῦ 'μοῦ πενθεροῦ, ὡς

ἀνέφικτον εἶναι διελόντ' ἀφηγεῖσθαι, καὶ δέος μὴ αὐτῷ προστρίβειν δόξω τὸν

ὄνειδον ἐξεπίτηδες· εἶναι γὰρ ἐγνωσμένον μὴ ὅτι Ῥωμαίοις ἅπασιν, ἀλλὰ καὶ τῶν

ἐθνῶν τὰ πλείω λόγῳ μεγάλου παρεῖχον θαύματος, ὁρῶντες εἰς οἷον αὐτὸν

ἀνύψωσε κλέος ὁ μακαρίτης ἐκεῖνος βασιλεύς, ὁ τὸν ἄθλιον ἐμὲ γεγεννηκώς.

τοὔνομα μὲν γὰρ ἐκεῖνος εἶχε τῆς βασιλείας, τῆς δ' ἐξουσίας συλλήβδην οὗτος

ἁπάσης εἰπεῖν μετά γε τῆς αὐτοῦ κατετρύφα μητρός. καὶ ἦν ἐπὶ τούτοις ἐκείνῳ τὸ

σκοπιμώτατον φυλακῆς ἕνεκα τῆς εἰς τὴν βασιλείαν διαδοχῆς καὶ διαμονῆς τῆς

ἐμῆς. ἀλλ' ἐπεὶ τῇ φύσει τὸ χρεὼν ἐκτίσας ἀπῄει, βρέφος ἐμὲ ταῖς χερσὶ τῆς μητρὸς

λελοιπώς, ἴσασιν ἅπαντες ὅσας τε αὐτὸς ἐμοὶ μετὰ τῆς ταλαίνης μητρὸς ἐπήνεγκε

συμφορὰς καὶ ὅσας αὖθις αὐτὸς κατ' αὐτὸν ἐπεπόνθει, πέντε βασιλέων σειρὰν καὶ

διαδοχὴν εἰς ἑαυτὸν μεταστῆσαι πειρώμενος, πρᾶγμα πρὶν γενέσθαι μηδ' ἐλπισθέν.

ἐκλαθόμενος γὰρ εὐθὺς τὰς τοῦ 'μοῦ πατρὸς συνθήκας ἐκείνας, ἣν ἐκ πολλοῦ

βασιλείαν ὠνειροπόλει, ταύτης ἐμέμνητο μόνης, ὃν ἐκ πολλοῦ ζητῶν, ἤδη καιροῦ

λαβόμενος. καὶ ταυτὶ μὲν ἔγωγε τότ' ἀκούων πρὸς τῶν συνετωτέρων πιστεύειν οὐκ

εἶχον· νῦν δ' ἃ τότε ῥοθίοις ἀνεκέκρατο στοχασμῶν εἰς φῶς χωροῦντα σαφῶς

ἐνορῶν, ὡς εἰρήσεται προϊόντι μοι καθαρώτερον, πείθομαι κἀκεῖνα τῆς ἀληθείας

ἔχεσθαι τῆς αὐτῆς, καὶ γινώσκω τοῦ πάλαι φυτοῦ τὴν ῥίζαν, ὀψὲ γευσάμενος τοῦ

καρποῦ. οὐ γὰρ ἔχω νοεῖν τῶν ἁπάντων 3.159 ἕτερον οὐδὲν οὐδαμῇ ὅτι πότ' ἂν εἴη

τὸ μεταθεῖναι πεῖσαν κατὰ τῆς ἐμῆς τὴν τούτου γνώμην κεφαλῆς. εἰ μὲν γὰρ τότ'

ἐδύνατο μὲν οὐκ ἐβούλετο δέ, πῶς νῦν μὴ δυνάμενος βούλεται; εἰ δὲ καὶ τότε καὶ

νῦν τῆς αὐτῆς ἐστὶ γνώμης, διὰ τί πρεσβύτερα μὲν τὰ τῆς κακίας σπέρματα,

νεήλυδας δ' ἀποφαίνειν ἐπείγεται τὰς τῶν ἀφορμῶν τερατομόρφους εὑρέσεις, καὶ

φύρει τὴν φυσικὴν τῶν πραγμάτων θέσιν, ἐπὶ τὸ ἀνακόλουθον τρέπων τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

458

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!