Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐμαρτύρουν. ἥκιστα οὖν σε χρεὼν τοῖς σμικρολόγοις ἐκείνοις συμφέρεσθαι τὴν διάνοιαν, οἳ δειλίᾳ τινὶ μεταξὺ τῶν δεινῶν τὴν ψυχὴν συνθολούμενοι θαυμάζουσιν ὅπως ὁδὸς μὲν ἀσεβῶς ἐν τοῖς τοιούτοις καιροῖς εὐοδοῦται, οἷς δὲ τὸν ὑπὲρ εὐσεβείας σταδιοδρομεῖν ἐξεγένετο δίαυλον, τούτοις δ' ὑβρίζεσθαι περιφρονεῖσθαι συκοφαντεῖσθαι χλευάζεσθαι καὶ καθάπαξ εἰπεῖν πᾶν πονηρὸν ἀκούειν ῥῆμα μακρόν τινα καὶ ἀτέκμαρτον συγχω 3.128 ρεῖται δρόμον τοῦ χρόνου, τοῦ θεοῦ μὴ ταχεῖαν ἐπάγειν ἐθέλοντος τὴν ἐκδίκησιν, ἀλλ' ἐῶντος παντὶ τὸ νόμισμα διακωδωνίζεσθαι τρόπῳ, ἀλλ' ἀναλογιζόμενον ἐπὶ σαυτοῦ τὰ πάλαι γενόμενα, καὶ θεοφιλῶς ἀνιχνεύοντά τε καὶ ἀναλεγόμενον ἕκαστα, σαυτῷ τε καὶ πολλοῖς ἑτέροις ἐντεῦθεν μεγίστην παρέχειν ὠφέλειαν. ἀκούεις γὰρ τοῦ μεγάλου τῶν τοιούτων ἰατῶν χρυσορρήμονος λέγοντος ὡς ἐν προοιμίοις τοῦ κηρύγματος Στέφανος ὁ ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστομίζων, οὐδὲ πολὺν ποιήσας ἐν τῷ κηρύγματι χρόνον, ἀθρόον ἡρπάγη καὶ ὡς βλάσφημος κατεδικάζετό τε καὶ κατελύετο· καὶ Ἰάκωβος δ' ἐν ἀρχῇ καὶ αὐτὸς ἐξ αὐτῆς ὡς εἰπεῖν τῆς βαλβῖδος ἀνεσπάσθη καὶ ἀποτμηθεὶς εἰς χάριν τῶν Ἰουδαίων ὑφ' Ἡρώδου τὸν βίον κατέλυσε στῦλος καὶ ἑδραίωμα τηλικοῦτον τῆς ἀληθείας. μὴ οὖν θαυμάσῃς εἰ μὴ ἐκ προοιμίων μηδ' εὐθέως ἐκδικεῖται παρὰ θεοῦ τὰ λυποῦντα· ἔθος γὰρ αὐτῷ μὴ ἐν ἀρχῇ τὰ δεινὰ λύειν, ἀλλ' ὅταν αὐξηθῇ καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ. ἀκούεις δ' ὅπως καὶ ὁ μὲν Ἄβελ δίκαιος ὢν ἐφονεύθη ταχύ, ὁ δὲ Κάϊν ἔζη μακρόν, ἵν' ἐλέγχηται πλέον ἡ τούτου κακία· καὶ αὖ ὁ μὲν πρόδρομος Ἰωάννης τὴν κεφαλὴν ἀφῃρεῖτο, ὁ δ' ἀνελὼν Ἡρώδης ἔζη ταμιευόμενος εἰς καιρὸν ἐκδικήσεως, ἵνα δηλαδὴ σκωληκόβρωτος ἐνταῦθα γενόμενος καὶ ἀποψύξας πικρῶς πρὸς 3.129 τὸν ἀκοίμητον ἐκεῖνον οὑτωσὶ παραπεμφθείη ὁ ταλαίπωρος σκώληκα. δι' ὧν γάρ, φησίν, ἐπιβουλεύουσιν, ἑαυτοῖς μᾶλλον ἢ ἑτέροις τὰ βάραθρα ἀνορύττουσιν· οἱ μὲν γὰρ ἐπιβουλευόμενοι τὴν οἰκουμένην ἐραστὰς ἔχουσιν ἐπαινέτας ἀνακηρύττοντας στεφανοῦντας, τοὺς εἰδότας τοὺς οὐκ εἰδότας, τοὺς ἀπὸ τῶν πραγμάτων, τοὺς ἐκ τῆς φήμης τὰ ἐκείνων μανθάνοντας, τοὺς συναλγοῦντας, τοὺς συναγωνιζομένους, τοὺς τὰ χρηστὰ συνευχομένους αὐτοῖς πάντας, οἱ δ' ἐπιβουλεύοντες τοὺς μισοῦντας μὲν πλείστους, πολλῷ δὲ πλείους τοὺς κατηγοροῦντας, τοὺς διαβάλλοντας, τοὺς ἐλέγχοντας, τοὺς αἰσχύνοντας, τοὺς ἐπαρωμένους μυρία. καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δ' ἐκεῖ ποῖος παραστήσει λόγος, ἢ τῶν διωκόντων ἀσεβῶν τὴν κόλασιν, ἢ τῶν διωκομένων εὐσεβῶν τὴν ἀπόλαυσιν; Ταῦτα οὖν ἐννοῶν, φίλτατε Ἀγαθάγγελε, καὶ τοιούτοις ὕδασι τὴν ψυχὴν ἀρδευόμενος, μὴ σιγῇ δειλιώσῃ τὰ τῆς σῆς χαρίζεσθαι γλώττης προπύλαια θέλε· ἀλλ' εὐγενῆ τῆς ἀληθείας προστάτην σαυτὸν καθιστάμενος, καὶ τοῖς προσιοῦσιν ἀγαθὸς γινόμενος σύμβολος, οὕτω διηνεκῶς τὰ τῆς σῆς ψυχῆς ἐγκαίνιζε χρώματα πρὸς τὸ βέλτιον. εἶεν· καὶ μὲν δὴ ὥρα καὶ σὲ ἀπιέναι λοιπὸν πρὶν ἐς ἑωθινὰς τοὺς οὐρανίους καταστῆναι κύκλους αὐγάς, τῶν ἀνατεθειμένων μηδενὸς ἐπιλελησμένον. 3.130 Ἀγαθαγγέλου μὲν δὴ ἀπιόντος ἐν τούτοις, μόνῳ τὴν συνήθη βόσκειν αὖθις οἴκοι κατελείπετο ἐρημίαν ἐμοί, μηδενός, ὁπόσα παραμυθεῖται νόσῳ καὶ ἀθυμίᾳ δαπανώμενον ἄνθρωπον, μήτ' ἤδη παρόντος ἡμῖν μήτε μὴν ὅπως ποτὲ προσδοκωμένου μετὰ τὴν ὑστεραίαν ἤγουν τὴν μετ' ἐκείνην καὶ ἑξῆς καὶ ὁμοίως ἀεί, πλήν γε δὴ τοῦ πανταχῇ παρόντος ἀεὶ καὶ πάντων κηδομένου μόνου θεοῦ, ὃς τηνικαῦτα μετρίαν μοι τοῦ νοσήματος ἄνεσιν πεπραχὼς τοῦ συνήθους, συνήθως αὐτοσχεδίοις ὑπομνήμασι δοῦναι τὴν τῶν γινομένων παρεσκεύακεν ἱστορίαν, κατὰ τὸ πρὶν ἡμῖν εἰωθός, ὅτ' ἐλευθερίαν μακρὰν τοῖς ἡμετέροις ἐμπολιτεύεσθαι βουλήμασιν ἦν, εἰ καὶ μὴ τελέως ἤδη καὶ ὡς ἐχρῆν, ἀλλ' οὖν ὁπόσον ἡμῖν ἐν μεσότητι συνειλημμένοις μεγίστων δεινῶν καὶ φόβων πολυτρόπων τὴν παντοδύναμον κεχορηγηκέναι γέγονε δεξιάν, συνεφαπτομένην ὅπως ποτὲ καὶ συνεπικουφίζουσάν μοι τοὺς πόνους. εἴωθε γὰρ ὁ κραταιὸς ἐμοὶ βοηθὸς ὥσπερ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 448

τέρατα φαίνεσθαι τοῖς πολλοῖς τὰ ἡμετέρα δρᾶν, κἀκ τῶν ἐναντίων τἀναντία παραδόξως περαίνειν ἐπὶ τὸ τῶν βελτίστων πάνυ τι ἀπροσδόκητον, καὶ τοὺς ἀεὶ τῶν τῆς κοσμικῆς περιόδου πραγμάτων ἄλλοτ' ἄλλους κυκεῶνας καὶ κλύδωνας εἰς ἀλκυονίτιδας οἷον εἰπεῖν ἐμοὶ νηνεμίας μεταποιεῖν. ἔστι γάρ τι ζῶον ἀέρι καὶ θαλάττῃ μερίζον τὸν βίον ὄνομα ἀλκυών. αὕτη πρὸς παίδων ἐπειγομένη γονάς, ἐπ' αὐτὰς τὴν καλιὰν τὰς 3.131 παραλίους πήγνυσι ψάμμους ἐν χειμῶνι μέσῳ καὶ κυμάτων ἀκμαζούσαις βίαις. ταύτην τοσαύτης ἀπολαύειν ὁμολογοῦσι τῆς ἄνωθεν προμηθείας οἱ πεῖραν τοῦ παραδόξου λαμβάνοντες, ὥστε τῆς θαλάττης μακρὰ τοῖς ἀπ' ἄρκτων ὑβρίζουσι πνεύμασι καὶ πάνυ μαστιζομένης, καὶ καιρὸν ἐχούσης ἤδη τοῖς κύμασιν ἁμιλλᾶσθαι πρὸς Ὀλύμπους καὶ Καυκάσους καὶ εἴ τι τῶν ἐπιγείων ὀρῶν ἐστὶν ὑψηλότερον, εἰς τοὐναντίον χωρεῖ τὰ τοῦ πράγματος, καί τι παράδοξον ὑπὸ τῆς προνοίας ὁρᾶται γιγνόμενον· ἀτρεμεῖ γὰρ ἡ τῶν πνευμάτων ἀγριότης ἐκείνων, ἀτρεμεῖ δ' ὁ τῶν κυμάτων ὑβρίζων ὄγκος, δεσποτικοῖς ἀπορρήτως δεσμοῖς χαλινούμενος, μέχρις ἂν πτεροφυήσῃ τε καὶ εἰς νόμιμον τὰ νεογνὰ τῆς ἀλκυόνος ἀφίκηται πτῆσιν ἐκτόκια. τῶν παραπλησίων τοίνυν κἀμὲ πρὸς τῆς τοῦ θεοῦ δεξιᾶς τηνικαῦτα συνέβη πειρᾶσθαι· τῶν γάρ τοι διωκόντων, κύκλῳ περὶ τὸν δέσμιον ἐν Χριστῷ κομιδῇ συχνὰ περιτρεχόντων ἐμὲ καὶ νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐνεδρευόντων, καὶ πᾶσαν ἐπ' ἐμὲ κινούντων γνώμης τε καὶ γλώττης μανίαν, ὠρυομένων δίκην καὶ ὑλακτούντων θηρῶν, καὶ μήτε μηδένα μηδαμῇ τῶν ἀνθρώπων μηδὲν μηδαμῇ τῶν ἐπιτηδείων εἰσκομίζειν ὁθενδήποτε συγχωρούντων, μήτε μηδὲν τῶν ὅσα τὴν τοῦ γράφειν παρέχεται χρείαν ἐώντων μήτ' ἔνδον ἡμῖν συνοικεῖν μήτ' ἔξωθεν εἰσιέναι παρ' ὁτουοῦν, ἐλάθομεν ἀπορρήτῳ θεοῦ προνοίᾳ μικροῦ τὴν ὅλην τῶν γενο 3.132 μένων γραφῇ παραπέμψαντες ἱστορίαν ἐν μικρῷ καιροῦ διαστήματι, μήτε μακρὰ τῶν ἀναγκαίων παραλιπόντες, μήτε μακρὰ τῶν οἱοισδή τισιν εἶναι δοκούντων παραμίξαντες περιττῶν, ἀλλ' ἁπλούστερον παντάπασι τῷ τῆς ἀφηγήσεως τρόπον χρησάμενοι σχήματι. καίτοι ἐχρῆν ἡμᾶς ἐπιστατικώτερον δήπουθεν, ὡς ἐμέ γε οἴεσθαι, τὰ τῆς δογματικῆς ὑποθέσεως καὶ ὅσα τοῖς λῃστικοῖς συμπέπτωκε συνεδρίοις ἐπεξεργάζεσθαί τε καὶ πολλαπλασιάζειν ἀμωσγέπως τὰς τῶν ἐννοιῶν ἀγχιστρόφους μεθόδους, ἀνακυκλοῦντας ἅμα καὶ παρεισκυκλοῦντας συχνά, καὶ πῇ μὲν τῶν ἐναντίων εὐρώστως ἀποκρούεσθαι καὶ ἀνασοβεῖν τὰ τοξεύματα, πῇ δὲ καιριωτέραν ἐγγοητεύειν καὶ μάλα γέ τοι ἀσφαλῆ ταῖς ἡμετέραις κατ' ἐκείνων βολαῖς τὴν περίνοιαν· δεῖν γὰρ κατὰ τοὺς στρατηγοὺς ἐνταυθοῖ καὶ ἡμᾶς οὐχ ὅπως πρὸ ὀφθαλμῶν ἔχειν τοὺς ὀφθαλμούς, ἀλλὰ κἀπὶ τῶν μεταφρένων ὅπῃ τε βάλλειν εὐχερέστερόν πως τῷ ἐχθρῷ, καὶ ὅπῃ μάλιστα τὴν ὅλην καθ' ἡμῶν ἐπίνοιαν ὁ πολέμιος ἐκχεῖν ἐπείγεται. ἀλλ' οὔτ' οὐδεὶς ἐμοὶ τηνικαῦτα παρῆν οἷς εἴωθε πρὶν ταῖς τῶν γραμμάτων ἡμῖν ὑπηρετεῖσθαι ὑπαγορεύσεσιν, οὔτε μὴν οὐδεὶς τὸ παράπαν οἷς ἐχρῆν τῶν δογματικῶν τούτων ἀγώνων τε καὶ βουλευμάτων ἐμοὶ συναίρεσθαι, καὶ μάλιστα νῦν ὀφθαλμοὺς καὶ ὅλην ἀλγοῦσι κεφαλὴν καὶ ὅλην ἀνιωμένοις καρδίαν· ἐῶ γὰρ λέγειν ὡς διὰ τὸ αἰφνίδιον τῆς εἱρκτῆς οὐδ' εὐφυᾶ τινὰ χάρτην ἔχειν ἐμοὶ τηνικαῦτα τετύχηκεν εἴς τε ἀποχρῶσαν ὑποδοχὴν συλλαβῶν καὶ γραφῶν πολυπλόκων τε καὶ παντοδα 3.133 πῶν, καὶ ἅμα ἁρμονίαν τοῖς δογματικοῖς προσήκουσαν ἀγωνίσμασιν· ὥστε καὶ τοσούτων περιρρεόντων ῥοθίων ἡμῖν σφοδρόν τε οἰδούντων καὶ μάλα ἀντίπρωρον ἡμῖν ἐπενηνεγμένων τὴν κίνησιν, ἐς ἀνάγκας ἐλαύνεσθαι ἦν οὐδὲ μικρά τινα ἁπλῶς φράσαντας σιγῇ τε τὴν γλῶτταν κατακλεῖσαι ἑξῆς, καὶ τὸν Ἐνδυμίωνος ἐξ ἀπογνώσεως ὕπνον καθεύδειν. ἀλλὰ τοῦτ' ἴσως ἦν ἄν πως εὐπρεπές, εἰ μηδέν τι πρᾶγμα ἦν δήπου διαβάλλεσθαι πρὸς τῶν κακοδόξων τὴν ἡμετέραν εὐσέβειαν, ἀναιδῶς οὑτωσὶ τὴν σφετέραν περιτρεπόντων κακίαν ἡμῖν, καὶ ἄλλως εἰ περὶ σῶμα γήινον ἦν τὸ τέλος τῆς μάχης ὁρᾶν καὶ ἥκιστα τόν γε περὶ τῆς ἀθανάτου ψυχῆς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 449

τέρατα φαίνεσθαι τοῖς πολλοῖς τὰ ἡμετέρα δρᾶν, κἀκ τῶν ἐναντίων τἀναντία

παραδόξως περαίνειν ἐπὶ τὸ τῶν βελτίστων πάνυ τι ἀπροσδόκητον, καὶ τοὺς ἀεὶ τῶν

τῆς κοσμικῆς περιόδου πραγμάτων ἄλλοτ' ἄλλους κυκεῶνας καὶ κλύδωνας εἰς

ἀλκυονίτιδας οἷον εἰπεῖν ἐμοὶ νηνεμίας μεταποιεῖν. ἔστι γάρ τι ζῶον ἀέρι καὶ

θαλάττῃ μερίζον τὸν βίον ὄνομα ἀλκυών. αὕτη πρὸς παίδων ἐπειγομένη γονάς, ἐπ'

αὐτὰς τὴν καλιὰν τὰς 3.131 παραλίους πήγνυσι ψάμμους ἐν χειμῶνι μέσῳ καὶ

κυμάτων ἀκμαζούσαις βίαις. ταύτην τοσαύτης ἀπολαύειν ὁμολογοῦσι τῆς ἄνωθεν

προμηθείας οἱ πεῖραν τοῦ παραδόξου λαμβάνοντες, ὥστε τῆς θαλάττης μακρὰ τοῖς

ἀπ' ἄρκτων ὑβρίζουσι πνεύμασι καὶ πάνυ μαστιζομένης, καὶ καιρὸν ἐχούσης ἤδη τοῖς

κύμασιν ἁμιλλᾶσθαι πρὸς Ὀλύμπους καὶ Καυκάσους καὶ εἴ τι τῶν ἐπιγείων ὀρῶν

ἐστὶν ὑψηλότερον, εἰς τοὐναντίον χωρεῖ τὰ τοῦ πράγματος, καί τι παράδοξον ὑπὸ

τῆς προνοίας ὁρᾶται γιγνόμενον· ἀτρεμεῖ γὰρ ἡ τῶν πνευμάτων ἀγριότης ἐκείνων,

ἀτρεμεῖ δ' ὁ τῶν κυμάτων ὑβρίζων ὄγκος, δεσποτικοῖς ἀπορρήτως δεσμοῖς

χαλινούμενος, μέχρις ἂν πτεροφυήσῃ τε καὶ εἰς νόμιμον τὰ νεογνὰ τῆς ἀλκυόνος

ἀφίκηται πτῆσιν ἐκτόκια. τῶν παραπλησίων τοίνυν κἀμὲ πρὸς τῆς τοῦ θεοῦ δεξιᾶς

τηνικαῦτα συνέβη πειρᾶσθαι· τῶν γάρ τοι διωκόντων, κύκλῳ περὶ τὸν δέσμιον ἐν

Χριστῷ κομιδῇ συχνὰ περιτρεχόντων ἐμὲ καὶ νύκτωρ τε καὶ μεθ' ἡμέραν

ἐνεδρευόντων, καὶ πᾶσαν ἐπ' ἐμὲ κινούντων γνώμης τε καὶ γλώττης μανίαν,

ὠρυομένων δίκην καὶ ὑλακτούντων θηρῶν, καὶ μήτε μηδένα μηδαμῇ τῶν

ἀνθρώπων μηδὲν μηδαμῇ τῶν ἐπιτηδείων εἰσκομίζειν ὁθενδήποτε συγχωρούντων,

μήτε μηδὲν τῶν ὅσα τὴν τοῦ γράφειν παρέχεται χρείαν ἐώντων μήτ' ἔνδον ἡμῖν

συνοικεῖν μήτ' ἔξωθεν εἰσιέναι παρ' ὁτουοῦν, ἐλάθομεν ἀπορρήτῳ θεοῦ προνοίᾳ

μικροῦ τὴν ὅλην τῶν γενο 3.132 μένων γραφῇ παραπέμψαντες ἱστορίαν ἐν μικρῷ

καιροῦ διαστήματι, μήτε μακρὰ τῶν ἀναγκαίων παραλιπόντες, μήτε μακρὰ τῶν

οἱοισδή τισιν εἶναι δοκούντων παραμίξαντες περιττῶν, ἀλλ' ἁπλούστερον

παντάπασι τῷ τῆς ἀφηγήσεως τρόπον χρησάμενοι σχήματι. καίτοι ἐχρῆν ἡμᾶς

ἐπιστατικώτερον δήπουθεν, ὡς ἐμέ γε οἴεσθαι, τὰ τῆς δογματικῆς ὑποθέσεως καὶ ὅσα

τοῖς λῃστικοῖς συμπέπτωκε συνεδρίοις ἐπεξεργάζεσθαί τε καὶ πολλαπλασιάζειν

ἀμωσγέπως τὰς τῶν ἐννοιῶν ἀγχιστρόφους μεθόδους, ἀνακυκλοῦντας ἅμα καὶ

παρεισκυκλοῦντας συχνά, καὶ πῇ μὲν τῶν ἐναντίων εὐρώστως ἀποκρούεσθαι καὶ

ἀνασοβεῖν τὰ τοξεύματα, πῇ δὲ καιριωτέραν ἐγγοητεύειν καὶ μάλα γέ τοι ἀσφαλῆ

ταῖς ἡμετέραις κατ' ἐκείνων βολαῖς τὴν περίνοιαν· δεῖν γὰρ κατὰ τοὺς στρατηγοὺς

ἐνταυθοῖ καὶ ἡμᾶς οὐχ ὅπως πρὸ ὀφθαλμῶν ἔχειν τοὺς ὀφθαλμούς, ἀλλὰ κἀπὶ τῶν

μεταφρένων ὅπῃ τε βάλλειν εὐχερέστερόν πως τῷ ἐχθρῷ, καὶ ὅπῃ μάλιστα τὴν ὅλην

καθ' ἡμῶν ἐπίνοιαν ὁ πολέμιος ἐκχεῖν ἐπείγεται. ἀλλ' οὔτ' οὐδεὶς ἐμοὶ τηνικαῦτα

παρῆν οἷς εἴωθε πρὶν ταῖς τῶν γραμμάτων ἡμῖν ὑπηρετεῖσθαι ὑπαγορεύσεσιν, οὔτε

μὴν οὐδεὶς τὸ παράπαν οἷς ἐχρῆν τῶν δογματικῶν τούτων ἀγώνων τε καὶ

βουλευμάτων ἐμοὶ συναίρεσθαι, καὶ μάλιστα νῦν ὀφθαλμοὺς καὶ ὅλην ἀλγοῦσι

κεφαλὴν καὶ ὅλην ἀνιωμένοις καρδίαν· ἐῶ γὰρ λέγειν ὡς διὰ τὸ αἰφνίδιον τῆς

εἱρκτῆς οὐδ' εὐφυᾶ τινὰ χάρτην ἔχειν ἐμοὶ τηνικαῦτα τετύχηκεν εἴς τε ἀποχρῶσαν

ὑποδοχὴν συλλαβῶν καὶ γραφῶν πολυπλόκων τε καὶ παντοδα 3.133 πῶν, καὶ ἅμα

ἁρμονίαν τοῖς δογματικοῖς προσήκουσαν ἀγωνίσμασιν· ὥστε καὶ τοσούτων

περιρρεόντων ῥοθίων ἡμῖν σφοδρόν τε οἰδούντων καὶ μάλα ἀντίπρωρον ἡμῖν

ἐπενηνεγμένων τὴν κίνησιν, ἐς ἀνάγκας ἐλαύνεσθαι ἦν οὐδὲ μικρά τινα ἁπλῶς

φράσαντας σιγῇ τε τὴν γλῶτταν κατακλεῖσαι ἑξῆς, καὶ τὸν Ἐνδυμίωνος ἐξ

ἀπογνώσεως ὕπνον καθεύδειν. ἀλλὰ τοῦτ' ἴσως ἦν ἄν πως εὐπρεπές, εἰ μηδέν τι

πρᾶγμα ἦν δήπου διαβάλλεσθαι πρὸς τῶν κακοδόξων τὴν ἡμετέραν εὐσέβειαν,

ἀναιδῶς οὑτωσὶ τὴν σφετέραν περιτρεπόντων κακίαν ἡμῖν, καὶ ἄλλως εἰ περὶ σῶμα

γήινον ἦν τὸ τέλος τῆς μάχης ὁρᾶν καὶ ἥκιστα τόν γε περὶ τῆς ἀθανάτου ψυχῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

449

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!