Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐντεῦθεν ἐγείρεσθαι θόρυβον καὶ ἐπὶ μέγιστον κορυφοῦσθαι τὰ πράγματα κλύδωνα· καὶ ἀνάγκην εἶναι τῶν ἔξω πραγμάτων ἀποσπασθέντα τὸν βασιλέα πᾶσαν ἔνδον τὴν σπουδὴν μεταθεῖναι, μείζους τοὺς ἔνδοθεν ἡγούμενον κινδύνους τῶν ἔξωθεν πολεμίων. ἦσαν γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἐν τέλει τῆς γνώμης τὰ δόγματα κατὰ τῶν βασιλικῶν προσταγμάτων ὁπλίζοντες μάλα ἐθελονταί· ἐν στενῷ μέντοι κομιδῇ καταστὰς ὁ βασιλεὺς οὑτωσὶ ἔγνω δυοῖν θάτερον εἶναι ἰτέον, τῆς τῶν πραγμάτων βιαίας ἀνάγκης ἕτερον οὐκ ἐπιδεχομένης πέρας ἐν τῷ παρόντι· ἢ γὰρ πάντας αὐτῷ συμφρονεῖν, ἢ πολεμίοις ἴσα τούτοις κεχρῆσθαι. (Γ.) Ταῦτ' ἄρα καὶ μειλιχίοις τὰ πρῶτα λόγοις καὶ ἤθεσιν ἱλαροῖς καταδημαγωγεῖν καὶ ὑποποιεῖσθαι τὰς τῶν στασιαζόντων ἐπειρᾶτο γνώμας, οἰκονομίαν εἶναι λέγων τὸ πρᾶγμα καὶ οὐ καινοτομίαν· φρονίμων δ' εἶναι, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοεῖσθαι ὅπως μὴ γένηται· κἄν τι δέῃ καινοτομεῖν ὑπὲρ τοῦ μὴ μείζοσι κινδύνοις περιπεσεῖν, μηδὲ τούτου φείδεσθαι. ἐὰν γὰρ ἐπίωσιν οἱ πολέμιοι, πολλαχῇ τῆς Κωνσταντινουπόλεως ἔτι διεῤῥηγμένης καὶ ἄρτι ἀνοικιζομένης καὶ οἷον εἰπεῖν ἀναβιωσκούσης ἐκ τῶν πρὸ βραχέος θανάτων, χείρονα τῶν προτέρων ἔσται τὰ παρόντα δεινὰ, καὶ κύριοι καθεστήξουσιν 1.127 οἱ πολέμιοι οὐ μόνον τῶν ἱερῶν, ἀλλὰ καὶ πάντων ἅμα, παίδων καὶ γυναικῶν καὶ πραγμάτων· οἱ δὲ τούτων δεσπόται ἀνάρπαστοι καὶ δοῦλοι ἀντ' ἐλευθέρων οὐ μόνον τὰ σώματα, ὅτι μὴ καὶ τὰς γνώμας αὐτὰς, ἀνάγκῃ βιαίᾳ πρὸς ἅπερ ἂν οἱ πολέμιοι βούλοιντο, ἑπόμενοι. καὶ τότε λελείψεται, μηδένα τὸν προστησόμενον εἶναι τῶν πατρίων ἐθῶν καὶ νομίμων· καὶ πρός γε ἔτι τῶν ἱερῶν θεσμῶν καὶ δογμάτων· ἀλλὰ πάντων ἔσται ῥᾳδία παρατροπὴ καὶ κατάλυσις. ἃ νῦν ἐγὼ προορώμενος διάκονον πρόθυμον ἐμαυτὸν ταυτησὶ τῆς οἰκονομίας κατεστησάμην. οἰκονομίας δ' ἐστὶν ἔμφρονος, ἀνάγκης κατεπειγούσης ζημιωθῆναι μικρὸν κέρδους εἵνεκα μείζονος· καὶ συγχωρῆσαι τὰ ἥττω τοῖς ἕλκουσιν ὑπὲρ τοῦ τὰ μείζω ῥᾳδίως καρποῦσθαι. (∆.) Ταῦτα λέγων ὁ βασιλεὺς τοὺς μὲν ἔπειθε, τοὺς δ' οὐδαμῶς. ὅθεν τὸ πείθειν ἀφεὶς τὴν ἑτέραν ἐβάδισε· ταύτην δ' εἶναι τὴν τοῦ βιάζεσθαι· ἧς πρὸς πολλὰ καὶ διάφορα μεριζομένης εἴδη, πάντα ἦσαν ἐνεργὰ τῷ βασιλεῖ, δημεύσεις, ἐξορίαι, φυλακαὶ, ὀφθαλμῶν ἀφαιρέσεις, μάστιγες, χειρῶν ἐκτομαὶ, πάντα οἷς αἱ γνῶμαι τῶν ἀνδρικῶν καὶ μὴ δοκιμάζονται. ὅσοις μὲν οὖν κατ' ἐπίγνωσιν ὁ ζῆλος ἦν (σπάνιοι δ' οὗτοι ἐτύγχανον), οὗτοι στεῤῥάν τε καὶ ἀνδρικὴν τὴν ἔνστασιν ἐνδειξάμενοι πάντα ἀσμένως ὑπήνεγκαν καὶ πεπόνθασιν, ὁπόσα ἡ τοῦ βασιλέως ἐπήνεγκε χείρ. οἱ δὲ πλεῖστοι μηδὲν ὑγιὲς εἰδότες, ἀλλὰ δῆμος ὄντες καὶ ἀγοραῖος ὄχλος καὶ χαίροντες ἀεὶ ταῖς τοιαύταις καινοτομίαις, τρίχινα καθάπερ ἄλλην σκηνὴν ὑποδεδυκότες τριβώνια, πανταχῇ 1.128 τῆς οἰκουμένης ἐξήπλωσαν ἑαυτοὺς, ὅπη φῦλα Χριστιανῶν εἶναι ἐπύθοντο· ἔν τε Πελοποννήσῳ φημὶ καὶ Ἀχαΐᾳ καὶ Θεσσαλίᾳ ἔν τε τῇ Κολχίδι καὶ ὅπη μὴ ἐνῆν ἐπικράτεια τοῦ βασιλέως. καὶ περιῄεσαν ἔνθεν κἀκεῖθεν σποράδες καὶ πλάνητες, μήτε πρὸς τὸ καθόλου τὴν εἰρήνην ἐθέλοντες διασώζειν, μήτε πρὸς ἀλλήλους· ἀλλ' ὀνόματα περιθέντες ἑαυτοῖς ἄλλοι ἄλλα, οἱ μὲν Ἀρσενίου λέγοντες εἶναι τοῦ πατριάρχου καὶ τὰ ἐκείνου πρεσβεύειν, οἱ δὲ Ἰωσὴφ, οἱ δὲ ἄλλα λέγοντες, οὕτω τὸν χρόνον παρεκρούοντο πλανῶντες οἱ πλείους καὶ πλανώμενοι. ἦσαν γὰρ οἳ καὶ προφοιβασμοὺς ἀνά τε πόλεις καὶ κώμας ἐκήρυσσον, ὥσπερ ἀπὸ θεοπτίας ἄρτι κατιόντες. ταῦτα δ' ἐποίουν λημμάτων ἕνεκα καὶ βαλαντίων πληρώσεως· οἳ δὴ καὶ δι' αὐτό γέ τοι τουτὶ παρέμειναν οὕτως ἔχοντες ἐσαεὶ, μηδὲ μετὰ τῆς ἐκκλησίας διόρθωσιν τὴν δίαιταν ἀλλαξάμενοι. (Ε.) Ἐν τούτοις μέντοι τοῖς καιροῖς τῆς μεγάλης ἦν ἐκκλησίας χαρτοφύλαξ, ὄνομα Βέκκος, συνετὸς ἀνὴρ ἐν τοῖς μάλιστα καὶ λόγου καὶ παιδείας τρόφιμος· τοσούτοις δὲ καὶ παρὰ τῆς φύσεως συγκεκροτημένος χαρίσμασιν, ὅσοις τῶν τότε ἀνθρώπων οὐδείς. σώματος γὰρ εὐμήκει μεγέθει καὶ ὄψει μετὰ τοῦ χαρίεντος ἐμβριθεῖ καὶ μεγαλοπρεπεστάτῃ καὶ γλώττης εὐκολίᾳ καὶ δρόμῳ συντόνῳ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 44

ἄλλοις τε πλείστοις καὶ ἔτι διανοίας εὐπορίᾳ τε καὶ ὀξύτητι πρὸς ἅπαν τὸ προτιθέμενον, τούτοις ἅπασιν ἄριστα τοῦτον ἡ φύσις ἐξώπλισεν, ὡς εἶναι βασιλεῦσι καὶ ἄρχουσι καὶ πᾶσι σοφοῖς αἰδέσιμον καὶ λαμπρὸν περιλάλημα. τοῦτον γενναίως 1.129 ἀνθιστάμενον τῷ βασιλικῷ δόγματι παντοῖος ὁ βασιλεὺς ἐγεγόνει δι' ἑαυτοῦ τε καὶ τῶν τότε λογίων ἀποδείξεσι λογικαῖς καὶ νομίμοις πεῖσαι συνθέσθαι τῷ δόγματι. ἀλλ' ἐκεῖνος τῇ εὐθηνίᾳ τοῦ νοῦ καὶ τῆς γλώττης ἅπασαν συγκυκῶν ὡς εἰπεῖν ἀκοὴν ἀνέλυε τὰ τούτων προβλήματα, καθάπερ τινὰ Πηνελόπης ἱστόν. Ἑλληνικῆς μὲν γὰρ παιδείας εἵνεκα ἦσαν οἳ τότε προεῖχον αὐτοῦ· φύσεως δ' ὀξύτητι καὶ γλώττης δρόμῳ καὶ ἀσκήσει δογμάτων ἐκκλησιαστικῶν παῖδες ἀνδρὶ παραβαλλόμενοι πάντες ἐδόκουν ἐς αὐτόν. ( ʹ.) Ἐπεὶ δ' ὁ βασιλεὺς τῶν ἐντεῦθεν ἐλπίδων ἐσφάλη, τὴν ἑτέραν ἐβάδισε· καὶ συλλαβὼν αὐτὸν καὶ γένος μικροῦ πᾶν δεσμωτηρίοις καθείργνυσι δεινοτάτοις. καὶ ἦν οὕτω ταῦτα. ὀψὲ δ' ἐπὶ νοῦν ἀναβιβασάμενος ὁ βασιλεὺς, ὡς καὶ πρὸ πέντε καὶ εἴκοσιν ἐτῶν ἐπὶ τῆς Ἰωάννου τοῦ ∆ούκα βασιλείας ἡ τοιαύτη παρὰ Λατίνων ἐκινήθη ὑπόθεσις, καὶ ἦν τηνικαῦτα σοφὸς ἀνὴρ Νικηφόρος ὁ Βλεμμύδης, θείων γραφῶν ἐμπειρότατος, ὃς σχολῇ δεδωκὼς ἑαυτὸν ἤρξατο συλλέγειν πολλὰς παρὰ τῶν θείων γραφῶν μαρτυρίας, συγκροτεῖν δοκούσας τῷ τῶν Λατίνων δόγματι, καὶ λογογραφεῖν ἐπὶ τούτοις, λάθρα μὲν διὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ἐλογογράφει δ' οὖν ἔστιν ἅ· ταῦτα δὴ νῦν ὁ βασιλεὺς ἀνευρὼν πέμπει τῷ Βέκκῳ. ἅπερ αὐτὸς ἀναγνοὺς μετὰ πολλῆς ἀγχινοίας τὰς τῶν ἁγίων ἐζητήκει βίβλους, ἐξ ὧν ὁ Βλεμμύδης τὰς μαρτυρίας ἦν ἐκείνας ξυνειλοχώς· καὶ μάλα ἀσμένως παρὰ τοῦ βασιλέως τὸ ἐνδόσιμον εἰληφότι ἔργον ἦν 1.130 αὐτῷ τοῦ λοιποῦ, ἐπιμελῶς αὐτὰς ἐπιέναι καὶ ἀνιχνεύειν καὶ κατὰ λέξιν ἐπιστατεῖν· ὡς ἐν ὀλίγῳ τοσοῦτον αὐτὸν συνηθροικέναι μαρτυριῶν ὁρμαθὸν, ὥσθ' ἱκανὰς εἶναι βίβλους ὅλας πληροῦν· καὶ ὁ πρὶν μάχαιρα δίστομος κατὰ Λατίνων ἱστάμενος, πρύμναν ἤδη κρουσάμενος, ἑτεραλκέα τὴν νίκην ποιεῖται. (Ζ.) ∆ι' ἃ δὴ καὶ ἐπὶ τὸν πατριαρχικὸν ἀναβεβηκὼς θρόνον πάντα ἦν αὐτὸς τῷ βασιλεῖ, καὶ γλῶττα καὶ χεὶρ καὶ κάλαμος γραμματέως ὀξυγράφου καὶ λέγων καὶ γράφων καὶ δογματίζων· ἔχων συνεργοὺς καὶ συλλήπτορας τοῦ ἀγῶνος τόν τε Μελιτηνιώτην καὶ τὸν Μετοχίτην, ἀρχιδιακόνους ὄντας τοῦ βασιλικοῦ κλήρου· καὶ ἔτι Γεώργιον τὸν ἐκ Κύπρου. συνελειτουργήκει μὲν οὖν τῶν πάντων οὐδεὶς τοῖς τοῦ Πάππα, οὔθ' ὁ πατριάρχης αὐτὸς, οὔτε τῶν ἄλλων οὐδεὶς, ὅτι μὴ τὸ ἐνδόσιμον εἰληφότες τῶν Φρερίων τινὲς ἐλειτούργησαν ἅπαξ ἐν τῷ ναῷ τῶν Βλαχερνῶν διὰ χειροτονίαν τινὸς τῶν οἰκείων. ἀλλ' ἐπανακτέον τὸν λόγον. γʹ. Ἦν ἀδελφὴ τῷ βασιλεῖ ὄνομα Εὐλογία. ταύτῃ πολλῶν οὐσῶν θυγατέρων, τὴν μὲν μίαν τὴν Ἄνναν συνέζευξεν ἀνδρὶ Νικηφόρῳ, τῷ τῆς Αἰτωλίας ἄρχοντι· τὴν δὲ ἑτέραν τὴν Μαρίαν Κωνσταντίνῳ, τῷ τῆς Ζαγορᾶς ἄρχοντι· ἄρτι τῶν προτέρων αὐτῶν γυναικῶν τὸν βίον ἀπολιπουσῶν. ἀδελφὰς δὲ κἀκείνας ὁ λόγος φθάσας ἐδήλωσε καὶ θυγατέρας τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι. (Β.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις ἀνίσταταί τις ἐκ τῶν Βουλγάρων, βοσκηματώδης μὲν τὸ γένος ἀνὴρ, ποικίλος δὲ τὴν φρόνησιν καὶ δεινὸς καινοτέροις ἐπι 1.131 θέσθαι πράγμασιν, ὄνομα Λαχανᾶς· ὃς πολλοὺς προσεταιρισάμενος τῶν χυδαίων καὶ ἀτασθάλων λῃστρικὸν ἐπετήδευσε βίον· ἐξ οὗ πολὺν ἐν βραχεῖ συνέλεξε πλοῦτον καὶ ἅμα στρατὸν ἱκανόν. τούτου τὰς συνεχεῖς καταδρομὰς καὶ ζημίας οὐκ ἀνεχομένῳ τῷ Κωνσταντίνῳ ἔδοξε συνηθροικότι τὰς ἑαυτοῦ δυνάμεις εἰς ἀντιπαράταξιν ἐξιέναι ἐκείνου καὶ διακυβεῦσαι τὸν περὶ τῶν ὅλων πραγμάτων κίνδυνον. αἰσχρὸν γὰρ εἶναι ἡγεῖτο, ἄνθρωπον τοῦ μηδενὸς ἄξιον ἐν βραχεῖ χρόνῳ μεγάλην ξυνειλοχότα δύναμιν οὐ μόνον μεγάλας ἐπάγειν συχνὰ τοῖς Βουλγάροις κακώσεις, ἀλλὰ καὶ μέγαν ὅλῃ τῇ ἀρχῇ τὸν κίνδυνον ἐπισείειν ἤδη. παρασκευασάμενος οὖν ἔξεισι· καὶ συμβαλὼν ἐκείνῳ νικᾶται καὶ στερεῖται μὴ μόνον τῆς ἀρχῆς, ἀλλὰ καὶ ζωῆς αὐτῆς· καὶ γίνεται παρ' ἐλπίδα μὴ μόνον τῆς ἀρχῆς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 45

ἐντεῦθεν ἐγείρεσθαι θόρυβον καὶ ἐπὶ μέγιστον κορυφοῦσθαι τὰ πράγματα κλύδωνα·

καὶ ἀνάγκην εἶναι τῶν ἔξω πραγμάτων ἀποσπασθέντα τὸν βασιλέα πᾶσαν ἔνδον τὴν

σπουδὴν μεταθεῖναι, μείζους τοὺς ἔνδοθεν ἡγούμενον κινδύνους τῶν ἔξωθεν

πολεμίων. ἦσαν γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἐν τέλει τῆς γνώμης τὰ δόγματα κατὰ τῶν

βασιλικῶν προσταγμάτων ὁπλίζοντες μάλα ἐθελονταί· ἐν στενῷ μέντοι κομιδῇ

καταστὰς ὁ βασιλεὺς οὑτωσὶ ἔγνω δυοῖν θάτερον εἶναι ἰτέον, τῆς τῶν πραγμάτων

βιαίας ἀνάγκης ἕτερον οὐκ ἐπιδεχομένης πέρας ἐν τῷ παρόντι· ἢ γὰρ πάντας αὐτῷ

συμφρονεῖν, ἢ πολεμίοις ἴσα τούτοις κεχρῆσθαι. (Γ.) Ταῦτ' ἄρα καὶ μειλιχίοις τὰ

πρῶτα λόγοις καὶ ἤθεσιν ἱλαροῖς καταδημαγωγεῖν καὶ ὑποποιεῖσθαι τὰς τῶν

στασιαζόντων ἐπειρᾶτο γνώμας, οἰκονομίαν εἶναι λέγων τὸ πρᾶγμα καὶ οὐ

καινοτομίαν· φρονίμων δ' εἶναι, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοεῖσθαι ὅπως μὴ

γένηται· κἄν τι δέῃ καινοτομεῖν ὑπὲρ τοῦ μὴ μείζοσι κινδύνοις περιπεσεῖν, μηδὲ

τούτου φείδεσθαι. ἐὰν γὰρ ἐπίωσιν οἱ πολέμιοι, πολλαχῇ τῆς Κωνσταντινουπόλεως

ἔτι διεῤῥηγμένης καὶ ἄρτι ἀνοικιζομένης καὶ οἷον εἰπεῖν ἀναβιωσκούσης ἐκ τῶν πρὸ

βραχέος θανάτων, χείρονα τῶν προτέρων ἔσται τὰ παρόντα δεινὰ, καὶ κύριοι

καθεστήξουσιν 1.127 οἱ πολέμιοι οὐ μόνον τῶν ἱερῶν, ἀλλὰ καὶ πάντων ἅμα, παίδων

καὶ γυναικῶν καὶ πραγμάτων· οἱ δὲ τούτων δεσπόται ἀνάρπαστοι καὶ δοῦλοι ἀντ'

ἐλευθέρων οὐ μόνον τὰ σώματα, ὅτι μὴ καὶ τὰς γνώμας αὐτὰς, ἀνάγκῃ βιαίᾳ πρὸς

ἅπερ ἂν οἱ πολέμιοι βούλοιντο, ἑπόμενοι. καὶ τότε λελείψεται, μηδένα τὸν

προστησόμενον εἶναι τῶν πατρίων ἐθῶν καὶ νομίμων· καὶ πρός γε ἔτι τῶν ἱερῶν

θεσμῶν καὶ δογμάτων· ἀλλὰ πάντων ἔσται ῥᾳδία παρατροπὴ καὶ κατάλυσις. ἃ νῦν

ἐγὼ προορώμενος διάκονον πρόθυμον ἐμαυτὸν ταυτησὶ τῆς οἰκονομίας

κατεστησάμην. οἰκονομίας δ' ἐστὶν ἔμφρονος, ἀνάγκης κατεπειγούσης ζημιωθῆναι

μικρὸν κέρδους εἵνεκα μείζονος· καὶ συγχωρῆσαι τὰ ἥττω τοῖς ἕλκουσιν ὑπὲρ τοῦ τὰ

μείζω ῥᾳδίως καρποῦσθαι. (∆.) Ταῦτα λέγων ὁ βασιλεὺς τοὺς μὲν ἔπειθε, τοὺς δ'

οὐδαμῶς. ὅθεν τὸ πείθειν ἀφεὶς τὴν ἑτέραν ἐβάδισε· ταύτην δ' εἶναι τὴν τοῦ

βιάζεσθαι· ἧς πρὸς πολλὰ καὶ διάφορα μεριζομένης εἴδη, πάντα ἦσαν ἐνεργὰ τῷ

βασιλεῖ, δημεύσεις, ἐξορίαι, φυλακαὶ, ὀφθαλμῶν ἀφαιρέσεις, μάστιγες, χειρῶν

ἐκτομαὶ, πάντα οἷς αἱ γνῶμαι τῶν ἀνδρικῶν καὶ μὴ δοκιμάζονται. ὅσοις μὲν οὖν κατ'

ἐπίγνωσιν ὁ ζῆλος ἦν (σπάνιοι δ' οὗτοι ἐτύγχανον), οὗτοι στεῤῥάν τε καὶ ἀνδρικὴν

τὴν ἔνστασιν ἐνδειξάμενοι πάντα ἀσμένως ὑπήνεγκαν καὶ πεπόνθασιν, ὁπόσα ἡ τοῦ

βασιλέως ἐπήνεγκε χείρ. οἱ δὲ πλεῖστοι μηδὲν ὑγιὲς εἰδότες, ἀλλὰ δῆμος ὄντες καὶ

ἀγοραῖος ὄχλος καὶ χαίροντες ἀεὶ ταῖς τοιαύταις καινοτομίαις, τρίχινα καθάπερ

ἄλλην σκηνὴν ὑποδεδυκότες τριβώνια, πανταχῇ 1.128 τῆς οἰκουμένης ἐξήπλωσαν

ἑαυτοὺς, ὅπη φῦλα Χριστιανῶν εἶναι ἐπύθοντο· ἔν τε Πελοποννήσῳ φημὶ καὶ Ἀχαΐᾳ

καὶ Θεσσαλίᾳ ἔν τε τῇ Κολχίδι καὶ ὅπη μὴ ἐνῆν ἐπικράτεια τοῦ βασιλέως. καὶ

περιῄεσαν ἔνθεν κἀκεῖθεν σποράδες καὶ πλάνητες, μήτε πρὸς τὸ καθόλου τὴν

εἰρήνην ἐθέλοντες διασώζειν, μήτε πρὸς ἀλλήλους· ἀλλ' ὀνόματα περιθέντες

ἑαυτοῖς ἄλλοι ἄλλα, οἱ μὲν Ἀρσενίου λέγοντες εἶναι τοῦ πατριάρχου καὶ τὰ ἐκείνου

πρεσβεύειν, οἱ δὲ Ἰωσὴφ, οἱ δὲ ἄλλα λέγοντες, οὕτω τὸν χρόνον παρεκρούοντο

πλανῶντες οἱ πλείους καὶ πλανώμενοι. ἦσαν γὰρ οἳ καὶ προφοιβασμοὺς ἀνά τε

πόλεις καὶ κώμας ἐκήρυσσον, ὥσπερ ἀπὸ θεοπτίας ἄρτι κατιόντες. ταῦτα δ' ἐποίουν

λημμάτων ἕνεκα καὶ βαλαντίων πληρώσεως· οἳ δὴ καὶ δι' αὐτό γέ τοι τουτὶ

παρέμειναν οὕτως ἔχοντες ἐσαεὶ, μηδὲ μετὰ τῆς ἐκκλησίας διόρθωσιν τὴν δίαιταν

ἀλλαξάμενοι. (Ε.) Ἐν τούτοις μέντοι τοῖς καιροῖς τῆς μεγάλης ἦν ἐκκλησίας

χαρτοφύλαξ, ὄνομα Βέκκος, συνετὸς ἀνὴρ ἐν τοῖς μάλιστα καὶ λόγου καὶ παιδείας

τρόφιμος· τοσούτοις δὲ καὶ παρὰ τῆς φύσεως συγκεκροτημένος χαρίσμασιν, ὅσοις

τῶν τότε ἀνθρώπων οὐδείς. σώματος γὰρ εὐμήκει μεγέθει καὶ ὄψει μετὰ τοῦ

χαρίεντος ἐμβριθεῖ καὶ μεγαλοπρεπεστάτῃ καὶ γλώττης εὐκολίᾳ καὶ δρόμῳ συντόνῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

44

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!