Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ὑστεραίαν ἕωθεν οἱ ναύαρχοι τὰ πολεμικὰ τῶν σημείων ἐνεκελεύοντο δὴ τοῖς σαλπιγκταῖς ἀνακρούεσθαι, καὶ οὕτως εἰς ἄμυναν ἔνοπλοι πάντες ἐκπηδήσαντες περιεστρατοπέδευσαν τὴν πόλιν. καὶ ἅμα τὰς πύλας ἀναμοχλεύσαντες πάσας, ἐν ὥραις εἷλον δυσὶ μεστὴν οὖσαν οὐ μόνον τῶν πάλαι οἰκητόρων αὐτῆς, ἀλλὰ καὶ ὅσοι τὰς ἔξω κώμας τῆς Θρᾴκης διὰ συχνὰς τῶν ἐθνῶν ἐφόδους λιπόντες ἐν τοῖς αὐτῆς μετῳκίσθησαν, πλοῦτον παντοδαπὸν ἐκεῖ συμφορήσαντες. καὶ μὲν δὴ καὶ εἰσεχέοντο πάντες ἁπανταχόθεν Λατῖνοι, καὶ πᾶσαν ἠνδραποδίζοντο ἡλικίαν ἐλεεινῶς, ὅση μὴ δρασμῷ τὴν σωτηρίαν ἔφθη πορίσασθαι. τηνικαῦτα δ' ἀπῆν ὁ τῆς πόλεως ἐπισκοπικῶς 3.80 προΐστασθαι λαχὼν Κόκκινος· οὕτω γὰρ ἐκαλεῖτο διὰ τὸ πυρῶδες καὶ ἄγριον τῆς ὄψεως ὁ ποιμενικὸς πατήρ. ἔτυχε γὰρ ἐν Βυζαντίῳ, ταῖς μὲν τοῦ Παλαμᾶ καινοφωνίαις πάσῃ γνώμῃ καὶ σπουδῇ συμμαχῶν, τοῦ δὲ ποιμνίου μικρὰ φροντίζων, καὶ τὸν μὲν κατὰ τῆς εὐσεβείας ἀναρριπίζων ἐνταυθοῖ διωγμόν, τῷ δὲ βασιλεῖ προφοιβαζόμενος ἐξ ὀνείρων, κἀκ τοῦ τοιούτου μαντικοῦ τρίποδος ὑπισχνούμενος τὰ μεγάλα τε καὶ ἀπόρρητα, κλήρους ἀρχῆς δηλαδὴ καινοτέρους, καὶ πάσας ἑῴας καὶ ἑσπερίου λήξεως ἐπικράτειαν ἄμοχθον αὐτίκα μάλα τι ἑψομένην τῷ διωγμῷ. ἀλλὰ γὰρ ἐπειδὴ πρὸς πᾶν τοὐναντίον ἐχώρει τὸ τοῦ Κοκκίνου μάντευμα, πολλὴν παρεῖχε τὴν ἀπορίαν τῷ βασιλεῖ, καὶ ἃ χθὲς καὶ πρότριτα προσίετό τε καὶ σφόδρα ἀσμένως ἐπίστευε, νῦν ἐς ἀμφιβόλους ἔρριπτεν ἐννοίας, καὶ τρικυμίαν εἶχε λογισμῶν, καὶ ἀπεσείετο τοὺς λήρους ἐκείνους, καὶ πολλαῖς ἐπειρᾶτο μέμψεσι βαπτίζειν τοὺς οὕτως ἐπ' αὐτοφώρῳ ψεύδεσθαι οὐκ ἐρυθριῶντας. ἀλλ' ἐγγύθεν αὖθις ὁ τὰς μαντείας εἰσάγων ἑστώς, καὶ παρεξηγούμενος τὴν ἀλήθειαν, ἔπειθε πάλιν τὴν αὐθεντικὴν ὑποτρέχων ἁπλότητα, καὶ τοὐναντίου πνεύματος ἐνέργειαν ἔφασκεν εἶναι, ἵνα τὸν ὑπὲρ εὐσεβείας σβέσῃ θυμόν, καπηλεύσας τὸν δρόμον τοῦ διωγμοῦ. εἶναι δὲ καὶ δοκιμήν τινα τοῦτ' ἔφασκεν αὐτῷ θεοῦ, καὶ τῆς μελλούσης ἴσως εὐδαιμονίας γίνε 3.81 σθαί οἱ προοίμιον, ἵνα μὴ τῇ τῆς χαρᾶς ἐκείνης ὑπερβολῇ πρὸς οἴησιν ἀρθῇ σου, φησί, τὸ φρόνημα, καὶ τῶν ἐπηγγελμένων σὺ τότε μᾶλλον ἐκπέσῃς, καὶ ἡμεῖς τῶν μεγάλων ψευσθῶμεν ἐλπίδων· οὓς γὰρ ἂν ὁ θεὸς ἀνάγειν ἐθέλοι πρὸς μειζόνων πραγμάτων ἐπιστασίαν, δοκιμωτέρους ποιεῖ, προγυμνάζων διὰ σμικρῶν τινῶν περιστάσεων. ἀλλ' ἐκεῖνος μὲν τοιαῦτα τῆς ἀληθείας κατεψεύδετο, καὶ οὕτω τῆς εὐσεβείας ἀναιδῶς κατωρχεῖτο, τοῦ δὲ ποιμνίου σπαραττομένου μάλα πικρῶς ὑπὸ τῶν πολεμίων ἐκεῖ καὶ ἀφειδῶς ὑπὲρ χρημάτων πάντων καὶ παντοδαπῶν αἰκιζομένου νύκτωρ καὶ μεθ' ἡμέραν ἠμέλει, καὶ δεύτερα πάντ' ἐνόμιζε τῆς ἐς τὸν τῆς πίστεως διωγμὸν σπουδῆς, καὶ οὐδὲ τὸν προφανῆ τοῦτον ἔλεγχον προφανῶς ᾐδεῖτο· ὃ γὰρ ὁ μέγας πάλαι πεποίηκε Κωνσταντῖνος (τοὺς γὰρ νεωτερίζοντας τότε τῶν Ἰουδαίων, καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνανεοῦσθαι νεὼν ἐγχειροῦντας, συνειληφώς, καὶ σφῶν τὰ ὦτα λωβησάμενος, μαστιγοφόρους περιάγειν τε καὶ μαστίζειν παρέσχε τὸ τῆς γνώμης ἀκόλαστον μετὰ τῆς σαρκός, μὴ καὶ πλείοσιν ἄλλοις στήλη κακίας ὁ νεωτερισμὸς αὐτῶν καταστῇ), τοῦτο πέπραχεν ὁ θεὸς ἐνταυθοῖ, τὸν ἀσεβῆ ποιμένα τῆς πόλεως ἐλέγχων ἐκείνης καὶ τὰς τούτων φαυλίζων προρρήσεις, καὶ ἐκπομπεύων τοὺς τῶν μακρῶν ὀνείρων ἐκείνων λήρους ἐν μέσῃ γῇ τε καὶ θαλάσσῃ, στήλης ἁπάσης ὑπέρτερον. ὡς γὰρ Ἰουδαίους Κωνσταντῖνος ἐκείνους κατ' ἐκεῖνο τὸ μέρος ἐλωβήσατο ᾧ πάντων 3.82 μάλιστ' ἀκούειν καὶ συνιέναι προσῆκε τῶν τοῦ σωτῆρος προρρήσεων, τὸν μὲν παντελῆ τῆς οἰκοδομῆς ἐκείνης ὄλεθρον προειπόντος, τὴν δ' ἀναβίωσιν οὐδαμῇ γε προσθέντος, οὕτω νῦν ὁ θεὸς ἐνταυθοῖ πρῶτον αὐτὸν τὸν τὰς μαντείας ὑπέκκαυμα τῆς τοῦ διωγμοῦ φλογὸς παρεισάγοντα κατὰ τῆς εὐσεβείας τῷ βασιλεῖ χλευάζων, καὶ τῆς ὀνειροσκοπικῆς αὐτοῦ λαμπρῶς ἀναμοχλεύων τοὺς τρίποδας, τοῦ ποιμνίου πέπραχεν ἀλλότριον, ἀνάξια δρῶντα ποιμαντικῆς ἁπάσης καὶ θεοῦ, μονονουχὶ τῶν πραγμάτων βοώντων αὐτῶν ὡς ἐχρῆν μὲν ὑπὸ βασιλέως τῆς ποιμαντικῆς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 432

ἐξωθεῖσθαι τὸν ἀσεβῆ ποιμένα, ἐπεὶ δ' ἀντὶ τοῦ κολάζειν ὃ δὲ καὶ στεφανίτην ἀνέδειξε, κοινὸν ἀμφοῖν ἐπάγει λοιπὸν ὁ θεὸς τῆς ζημίας τὴν δίκην, μηλόβοτον μὲν καταστήσας τὴν πόλιν, τὸν δὲ λαὸν φεῦ πανταχῇ διασπείρας τῆς οἰκουμένης, ἵν' αἴσθωνται πάντες ὁμοῦ τε τῶν ἐλέγχων τῆς ἀσεβείας, καὶ οἷα τῶν πονηρῶν σπερμάτων εἰσὶ τὰ γεώργια, ἢ μᾶλλον τὰ τῶν μελλόντων δεινῶν προοίμια. Μετὰ μέντοι τὴν παντελῆ τῆς Ἡρακλείας ἐρήμωσιν καὶ ἀπώλειαν ἀφικέσθαι ἔδοξε Λατίνοις καὶ στῆναι πάσαις ὁμοῦ ταῖς ναυσὶ παρὰ τὸ τοῦ Εὐξείνου πόντου στόμα καὶ τοὺς ἐκεῖσε λιμένας, οὐ πάνυ πολλῷ τινὶ διαστήματι τοῦ Γαλατωνύμου φρουρίου ἀπέχοντας, κἀκεῖθεν περὶ σπονδῶν πρὸς βασιλέα πρεσβεύεσθαι. καὶ μέντοι καὶ ἐληλυθόσι προσετέθησαν σφίσι καὶ ἕτεραι τριήρεις πέντε, ἄλλους τε ἔχου 3.83 σαι κατ' ἐκλογὴν ἄνδρας τῶν τοῦ φρουρίου τὰ πρῶτα φερόντων οἰκητόρων, καὶ οὓς ὠνόμαζον τέως λευκοφόρους, ὥσπερ τοὺς τῷ Ἀλεξάνδρῳ πάλαι τῷ Μακεδόνι κατ' ἐκλογὴν παρασπίζοντας ἐκείνους λευκάσπιδας. ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸ τῶν ἀσπίδων χρῶμα, οὕτω νῦν οὗτοι διὰ τὴν τῶν ἐνδυμάτων λευκότητα λευκοφόροι καλεῖσθαι ἐνόμισαν, καὶ εἶναι ἐπίσημοι διὰ τὴν τῆς ψυχῆς ἀνδρίαν, ἣν ἐπηγγείλαντο φιλοτίμως ἐνδείξασθαι κατὰ τὴν ἐνεστῶσαν μάχην ἄχρι θανάτου, ἑνὶ πάντες ὅρκῳ δημοσίῳ προκαταδήσαντες ἑαυτοὺς ἀφειδῆσαι τελέως τοῦ σώματος. ἦσαν δ' οὗτοι πεντακόσιοι τὸν ἀριθμόν. ἀλλὰ γὰρ ὁ τῶν Γεννουιτῶν στόλος ἐς πέντε καὶ ἑξήκοντα τριήρεις ἀνηγμένος, ἐπρεσβεύοντο μετὰ παρρησίας ἤδη πρὸς βασιλέα, τά τε ἄλλα τῇ πρεσβείᾳ ἐγγοητεύοντες εἰς πειθώ, καὶ μάλιστα πάντων τὴν τῶν Βενετικῶν νεῶν πλάνην, καὶ τὸν μεταξὺ διὰ τοὺς ἐπενεχθέντας κλύδωνας μερισμὸν καὶ ἀποστροφὴν ἐς τὰ οἴκοι. τοῦ μέντοι βασιλέως τὴν ἐκείνων βεβαίως ἄφιξιν προσδοκῶντος, καὶ ἀποστρεφομένου προθέσεσιν ὅλαις ψυχῆς τὴν πρεσβείαν, ἀποτυχόντες πέμπουσι παρὰ τὰς τῷ Εὐξείνῳ προβεβλημένας πόντῳ παραθαλασσίους πόλεις Ῥωμαίων τριήρεις δέκα, αἳ δὴ καὶ δυοῖν ἡμέραιν ἀγωνισάμεναι Σωζόπολιν εἷλον, βαθύπλουτόν τε καὶ πολυάνθρωπον πόλιν Ῥωμαίων, πλεῖον ἢ χιλίους σταδίους ἀπέχουσαν τοῦ Πόντου αὐχένος. ὁ δὲ βασιλεὺς τάφρους τε ἀνώ 3.84 ρυττε κύκλῳ περὶ πᾶν τὸ παράλιον τεῖχος τῆς βασιλίδος τῶν πόλεων, τάς τε τῶν τειχῶν ἐπάλξεις ἐς ὕψος ἀνῆγε καὶ ὠχύρου, ξυλίνους ἐποικοδομῶν καὶ περιστέφων πύργους καὶ ἡμιπύργια. οἱ δὲ Γεννουῖται νῦν μὲν ἠπείλουν, νῦν δ' ἐπρεσβεύοντο περὶ σπονδῶν. ἐπεὶ δ' ἐλπίδας ἐξ ἐλπίδων στρεφόντων ὁ χρόνος ἐτρίβετο καὶ τὰ ἐπιτήδεια ἐπέλιπε σφίσιν, εἰς ἀνάγκην ᾔεσαν σπείσασθαι τοῖς τὴν Βιθυνίαν ἔχουσι Πέρσαις. πρεσβεύονται τοίνυν πρὸς τὸν ἡγεμόνα σφῶν, καὶ δῶρα τὰ μὲν πέμπουσι τὰ δ' ἐπαγγέλλονται, συμμάχους εἶναι σφίσι παρακαλοῦντες διηνεκεῖς, καὶ φόρους ἐτησίους λαμβάνειν πολυταλάντους καὶ παντοδαπούς. Τούτων δ' οὕτω γιγνομένων, λῦπαι μακραὶ τὴν ψυχὴν ἐδαπάνων τοῦ βασιλέως, τὴν ἀπουσίαν ἐς πολὺν παρατείνουσαν χρόνον ὁρῶντος τῶν Βενετικῶν νεῶν. ἵνα γὰρ ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου ἐπανακάμψωμεν, κατέπλευσαν μὲν ἐκεῖναι πρῶτον ἐς Κρήτην ἀπαθεῖς ἠθροισμέναι τοῦ φθινοπώρου μεσοῦντος, τριάκοντα μέν, ὡς φασί, τῶν Κατελάνων, ἑβδομήκοντα δὲ τῶν Βενετικῶν· ἔνθα καὶ πλείστας ἡμέρας διατετρίφασι, τὰ ἐπιτήδεια ἱκανῶς ἐσκομιζόμεναι. ἔπειτ' εὐπλοίας γενομένης ἀνήχθησαν, καὶ μήπω δυοῖν ἡμερῶν ἀνύσασαι πλοῦν χειμῶνι δεινῷ κατὰ τὸ Ἰκάριον περιεπεπτώκεσαν πέλαγος, τῶν ἀπ' ἄρκτου ῥεόντων πνευμάτων σφοδροτέρων ἤδη κατὰ τοῦ Αἰγαίου χεθέντων πελάγους. κἀντεῦθεν 3.85 ἀλλήλων διαζευχθεῖσαι κατὰ πλείω καὶ ἥττω γε μέρη, αἳ μὲν ἐς Κρήτην παλινδρομοῦσιν, αἳ δὲ τῇ Εὐβοίᾳ προσώκειλαν, αἳ δὲ τῶν Κυκλάδων ἥψαντο νήσων. ἔνιαι δὲ καὶ ἀπώλοντο, βράχεσι καὶ τεναγώδεσι τόποις νυκτὸς προσρηγνύμεναι. ἐπεὶ δ' ἐς Βενετίαν σφίσιν ἐπανιέναι οὐκ ἦν (τὸ γὰρ ἅπαξ ἐκεῖ τῇ βουλῇ κυρωθὲν ἄλυτα νόμου ἰσχύοντα εἶναι συμβαίνει, εἶναι δ' αὐτοῖς ἐκεῖθεν προστεταγμένον δυοῖν θάτερον, ἢ νικητὰς ἐπανιέναι τῶν πολεμίων, ἢ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 433

ἐξωθεῖσθαι τὸν ἀσεβῆ ποιμένα, ἐπεὶ δ' ἀντὶ τοῦ κολάζειν ὃ δὲ καὶ στεφανίτην

ἀνέδειξε, κοινὸν ἀμφοῖν ἐπάγει λοιπὸν ὁ θεὸς τῆς ζημίας τὴν δίκην, μηλόβοτον μὲν

καταστήσας τὴν πόλιν, τὸν δὲ λαὸν φεῦ πανταχῇ διασπείρας τῆς οἰκουμένης, ἵν'

αἴσθωνται πάντες ὁμοῦ τε τῶν ἐλέγχων τῆς ἀσεβείας, καὶ οἷα τῶν πονηρῶν

σπερμάτων εἰσὶ τὰ γεώργια, ἢ μᾶλλον τὰ τῶν μελλόντων δεινῶν προοίμια. Μετὰ

μέντοι τὴν παντελῆ τῆς Ἡρακλείας ἐρήμωσιν καὶ ἀπώλειαν ἀφικέσθαι ἔδοξε

Λατίνοις καὶ στῆναι πάσαις ὁμοῦ ταῖς ναυσὶ παρὰ τὸ τοῦ Εὐξείνου πόντου στόμα καὶ

τοὺς ἐκεῖσε λιμένας, οὐ πάνυ πολλῷ τινὶ διαστήματι τοῦ Γαλατωνύμου φρουρίου

ἀπέχοντας, κἀκεῖθεν περὶ σπονδῶν πρὸς βασιλέα πρεσβεύεσθαι. καὶ μέντοι καὶ

ἐληλυθόσι προσετέθησαν σφίσι καὶ ἕτεραι τριήρεις πέντε, ἄλλους τε ἔχου 3.83 σαι

κατ' ἐκλογὴν ἄνδρας τῶν τοῦ φρουρίου τὰ πρῶτα φερόντων οἰκητόρων, καὶ οὓς

ὠνόμαζον τέως λευκοφόρους, ὥσπερ τοὺς τῷ Ἀλεξάνδρῳ πάλαι τῷ Μακεδόνι κατ'

ἐκλογὴν παρασπίζοντας ἐκείνους λευκάσπιδας. ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸ τῶν

ἀσπίδων χρῶμα, οὕτω νῦν οὗτοι διὰ τὴν τῶν ἐνδυμάτων λευκότητα λευκοφόροι

καλεῖσθαι ἐνόμισαν, καὶ εἶναι ἐπίσημοι διὰ τὴν τῆς ψυχῆς ἀνδρίαν, ἣν ἐπηγγείλαντο

φιλοτίμως ἐνδείξασθαι κατὰ τὴν ἐνεστῶσαν μάχην ἄχρι θανάτου, ἑνὶ πάντες ὅρκῳ

δημοσίῳ προκαταδήσαντες ἑαυτοὺς ἀφειδῆσαι τελέως τοῦ σώματος. ἦσαν δ' οὗτοι

πεντακόσιοι τὸν ἀριθμόν. ἀλλὰ γὰρ ὁ τῶν Γεννουιτῶν στόλος ἐς πέντε καὶ ἑξήκοντα

τριήρεις ἀνηγμένος, ἐπρεσβεύοντο μετὰ παρρησίας ἤδη πρὸς βασιλέα, τά τε ἄλλα τῇ

πρεσβείᾳ ἐγγοητεύοντες εἰς πειθώ, καὶ μάλιστα πάντων τὴν τῶν Βενετικῶν νεῶν

πλάνην, καὶ τὸν μεταξὺ διὰ τοὺς ἐπενεχθέντας κλύδωνας μερισμὸν καὶ ἀποστροφὴν

ἐς τὰ οἴκοι. τοῦ μέντοι βασιλέως τὴν ἐκείνων βεβαίως ἄφιξιν προσδοκῶντος, καὶ

ἀποστρεφομένου προθέσεσιν ὅλαις ψυχῆς τὴν πρεσβείαν, ἀποτυχόντες πέμπουσι

παρὰ τὰς τῷ Εὐξείνῳ προβεβλημένας πόντῳ παραθαλασσίους πόλεις Ῥωμαίων

τριήρεις δέκα, αἳ δὴ καὶ δυοῖν ἡμέραιν ἀγωνισάμεναι Σωζόπολιν εἷλον,

βαθύπλουτόν τε καὶ πολυάνθρωπον πόλιν Ῥωμαίων, πλεῖον ἢ χιλίους σταδίους

ἀπέχουσαν τοῦ Πόντου αὐχένος. ὁ δὲ βασιλεὺς τάφρους τε ἀνώ 3.84 ρυττε κύκλῳ

περὶ πᾶν τὸ παράλιον τεῖχος τῆς βασιλίδος τῶν πόλεων, τάς τε τῶν τειχῶν ἐπάλξεις

ἐς ὕψος ἀνῆγε καὶ ὠχύρου, ξυλίνους ἐποικοδομῶν καὶ περιστέφων πύργους καὶ

ἡμιπύργια. οἱ δὲ Γεννουῖται νῦν μὲν ἠπείλουν, νῦν δ' ἐπρεσβεύοντο περὶ σπονδῶν.

ἐπεὶ δ' ἐλπίδας ἐξ ἐλπίδων στρεφόντων ὁ χρόνος ἐτρίβετο καὶ τὰ ἐπιτήδεια ἐπέλιπε

σφίσιν, εἰς ἀνάγκην ᾔεσαν σπείσασθαι τοῖς τὴν Βιθυνίαν ἔχουσι Πέρσαις.

πρεσβεύονται τοίνυν πρὸς τὸν ἡγεμόνα σφῶν, καὶ δῶρα τὰ μὲν πέμπουσι τὰ δ'

ἐπαγγέλλονται, συμμάχους εἶναι σφίσι παρακαλοῦντες διηνεκεῖς, καὶ φόρους

ἐτησίους λαμβάνειν πολυταλάντους καὶ παντοδαπούς. Τούτων δ' οὕτω γιγνομένων,

λῦπαι μακραὶ τὴν ψυχὴν ἐδαπάνων τοῦ βασιλέως, τὴν ἀπουσίαν ἐς πολὺν

παρατείνουσαν χρόνον ὁρῶντος τῶν Βενετικῶν νεῶν. ἵνα γὰρ ἐς τὸ πρότερον ἴχνος

τοῦ λόγου ἐπανακάμψωμεν, κατέπλευσαν μὲν ἐκεῖναι πρῶτον ἐς Κρήτην ἀπαθεῖς

ἠθροισμέναι τοῦ φθινοπώρου μεσοῦντος, τριάκοντα μέν, ὡς φασί, τῶν Κατελάνων,

ἑβδομήκοντα δὲ τῶν Βενετικῶν· ἔνθα καὶ πλείστας ἡμέρας διατετρίφασι, τὰ

ἐπιτήδεια ἱκανῶς ἐσκομιζόμεναι. ἔπειτ' εὐπλοίας γενομένης ἀνήχθησαν, καὶ μήπω

δυοῖν ἡμερῶν ἀνύσασαι πλοῦν χειμῶνι δεινῷ κατὰ τὸ Ἰκάριον περιεπεπτώκεσαν

πέλαγος, τῶν ἀπ' ἄρκτου ῥεόντων πνευμάτων σφοδροτέρων ἤδη κατὰ τοῦ Αἰγαίου

χεθέντων πελάγους. κἀντεῦθεν 3.85 ἀλλήλων διαζευχθεῖσαι κατὰ πλείω καὶ ἥττω γε

μέρη, αἳ μὲν ἐς Κρήτην παλινδρομοῦσιν, αἳ δὲ τῇ Εὐβοίᾳ προσώκειλαν, αἳ δὲ τῶν

Κυκλάδων ἥψαντο νήσων. ἔνιαι δὲ καὶ ἀπώλοντο, βράχεσι καὶ τεναγώδεσι τόποις

νυκτὸς προσρηγνύμεναι. ἐπεὶ δ' ἐς Βενετίαν σφίσιν ἐπανιέναι οὐκ ἦν (τὸ γὰρ ἅπαξ

ἐκεῖ τῇ βουλῇ κυρωθὲν ἄλυτα νόμου ἰσχύοντα εἶναι συμβαίνει, εἶναι δ' αὐτοῖς

ἐκεῖθεν προστεταγμένον δυοῖν θάτερον, ἢ νικητὰς ἐπανιέναι τῶν πολεμίων, ἢ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

433

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!