Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τῷ ἡλίῳ συνοδευούσης σκότος βαθὺ περιτρέχει τὴν γῆν, σχοίνῳ τοῦ τείχους καθίησιν ἔξω ἑαυτόν· κἄπειτα οὐχ ἑτέρας οὔσης αὐτῷ παρόδου, λάθρα κατῄει ἐς τὸ τῶν Ῥωμαίων στρατόπεδον ἐν διεῤῥυηκόσι τοῖς ἐνδύμασι· καὶ τοῦ λαθεῖν ἕνεκα μεγάλῃ τῇ φωνῇ καὶ βαρβαριζούσῃ μικρόν πως τῇ διαλέκτῳ, ὡς ἀπολωλεκὼς τὸν οἰκεῖον δῆθεν ἵππον ἐζήτει, διϊὼν καὶ παραμείβων οὑτωσὶ τὸ στρατόπεδον ἅπαν. οἱ δὲ πολλοὶ τοῦ στρατοῦ κατεγέλων ἀκούοντες αὐτοῦ καὶ ὑπεσύριζον καὶ ἡδυτάταις εἰρωνείαις ἐχλεύαζον. ἀλλ' ἐκεῖνος δόλοις τοιούτοις παρελθὼν τὸ Ῥωμαίων στρα 1.114 τόπεδον καὶ πάνυ τοι πόῤῥω γενόμενος περί τι μονύδριον γίνεται τῶν ὑπερορίων, καὶ γνώριμον ἑαυτὸν καταστήσας μόνῳ τῷ τῆς μονῆς ἐπιστάτῃ ὑποζύγια πέντε καὶ θεραπόντων τοσούτους λαμβάνει παρ' αὐτοῦ· καὶ ἅμα ἕω διαβὰς τὸ τῶν Θερμοπυλῶν ὄρος δευτεραῖος ἐς Βοιωτίαν ἀφίκετο· τριταῖος δ' αὖθις ἐκεῖθεν εἰς Ἀττικήν· ἔνθα δὴ καὶ τῷ τῶν Ἀθηνῶν ἐντυγχάνει δουκί· καὶ χρήματα ὑπισχνεῖται καὶ κήδη λαμπρὰ τῶν τέκνων πολὺν ἐπαγόμενα πλοῦτον· καὶ ἐπὶ τούτοις αἰτεῖ καὶ λαμβάνει συμμαχίαν ἐπὶ συμφωνίᾳ μεγάλων μισθῶν, πεντακοσίους τοὺς πάντας κατ' ἐκλογὴν Ἀθηναίους. ( ʹ.) Ὁ δὲ Ῥωμαίων στρατὸς ἐντὸς εἶναι νομίζωντὸν Σεβαστοκράτορα Ἰωάννην περιεκάθητο διηνεκῶς, ἀκροβολισμοῖς τισι κατὰ τῶν τειχῶν χρώμενος, (οὐ γὰρ εἶχεν ὅθεν ἂν ἐπαγάγοι τὰς μηχανὰς) καὶ αὖ τὰς διεξόδους κύκλῳ παραφυλάττων, ὡς μὴ λάθῃ διαδρὰς ὁ Ἰωάννης, ἀλλ' εἰς ἀνάγκην ἐλαθῇ, ἢ προδότης ἐθελοντὴς ἑαυτοῦ γενέσθαι, ἢ προδοθῆναι μὴ θέλων αὐτὸς παρ' ἑκόντων τῶν πολιτῶν, δυσὶ πιεζομένων κακοῖς, τῇ τε πολιορκίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἔνδοθεν στενοχωρίᾳ. οἱ μὲν οὖν οὕτως ἐκάθηντο ἀπεριμερίμνως. τινὲς δὲ καὶ τοῦ στρατοπέδου παρεξήλαυνον, οἱ μὲν λείας ἕνεκα ἐπὶ τοὺς ὁμόρους τῶν Ἀχαιῶν, οἱ δ' ἐπὶ κυνηγέσια· οἷς ἐπεισπίπτει πρώτοις ὁ σεβαστοκράτωρ Ἰωάννης μετὰ τῶν πεντακοσίων Ἀθηναίων ἐκείνων, οὑτωσὶ διεσκεδασμένοις· καὶ τοὺς μὲν αὐτῶν εὐθὺς αἱρεῖ, τοὺς δὲ διώκει μέχρι τοῦ στρατοπέδου· ὡς τῷ ἀπροσδοκήτῳ καὶ αἰφνιδίῳ τοῦ πράγματος θόρυβον ἐγγενέσθαι τῷ Ῥωμαίων στρατῷ καὶ ταραχὴν λογισμῶν τοῖς τε ἄλλοις 1.115 στρατηγοῖς καὶ αὐτῷ δὴ Ἰωάννῃ τῷ δεσπότῃ, νομίσασιν ἢ τὸν Πελοποννήσου καὶ Ἀχαΐας ἥκειν πρίγκιπα μετὰ πλήθους ἀξιολόγου, ἢ Θηβαίων καὶ Εὐβοέων καὶ Ἀθηναίων στρατὸν παμπληθῆ μετὰ δουκὸς τοῦ αὐτῶν ἀρχηγοῦ πρὸς βοήθειαν ἐξιέναι τοῦ Σεβαστοκράτορος Ἰωάννου. ὅθεν πρὶν ἐκείνους ἐπιστῆναι, λάθρα καὶ κατὰ μικρὸν οἴκοθεν ὁ Ῥωμαίων στρατὸς διελύετο, καὶ ἄλλος ἄλλον συχνὰ προλαμβάνοντες ἔφευγον ἀμεταστρεπτί· καὶ πολλὰ τῶν στρατηγῶν ἐπιβοωμένων καὶ καρτερεῖν κελευόντων, οἱ δὲ οὐχ ὑπήκουον, ἀλλ' ἅμα πάντες ἔθεον τὴν αὐτὴν ἀμεταστρεπτί· ὡς καὶ αὐτοὺς ἤδη τοὺς στρατηγοὺς ξύν γε τῷ δεσπότῃ Ἰωάννῃ συνιδόντας ὡς κατὰ χώραν μένουσιν ὄλεθρος ἕπεταί σφισι προφανὴς, μετὰ τοῦ μηδέν τι γενναῖον ἔργον καὶ ἀξιόλογον πεπραχέναι, ἕτερον πέρας οὐ μάλα τῆς ὥρας ἐθελούσης χαρίζεσθαι, ἐπὶ πόδα λοιπὸν ἀναγκασθῆναι κατὰ τὸ λεληθὸς ἀναχωρεῖν ἅμα τῷ περιλειφθέντι ἐκ Παφλαγόνων στρατεύματι μετὰ τάξεως μέντοι τινὸς καὶ ἐμπειρίας στρατηγικῆς. (Ζ.) Τοῦ δὲ τοιούτου πταίσματος οὕτω παρ' ἐλπίδα Ῥωμαίοις συμβάντος δι' ἔκτισιν ὧν ἐπεπράχεσαν ἐκεῖσε ἀσεβημάτων οἱ συστρατευόμενοι Κόμανοι, τὰς πύλας εὐθὺς οἱ ἐκ τοῦ φρουρίου ἀναπετάσαντες καταθέουσι πανδημεὶ καὶ εἰς ταὐτὸν ἔρχονται τῷ τε Σεβαστοκράτορι Ἰωάννῃ καὶ τοῖς συμμάχοις· καὶ κοινολογησάμενοι ἅττα ἐχρῆν, οἱ μὲν αὐτόθι κατὰ χώραν μένειν προὐτράπησαν εἰς συλλογὴν τῶν Ῥωμαϊκῶν σκηνῶν καὶ ἵππου καὶ τῆς πάσης ἀποσκευῆς καὶ τοῦ παντοδαποῦ πλούτου, ὅν τε οἴκοθεν ἧκον αὐτοὶ 1.116 ἐπαγόμενοι καὶ ὃν ἐκ τῆς λείας προσεκτήσαντο· οἱ δὲ κατὰ νώτου Ῥωμαίοις ἕπονται σποράδην ἄλλοις ἄλλοσε διεσκεδασμένοις· καὶ τοὺς μὲν ξίφος ἀνταιρομένους ἔκτεινον· ὅσοι δὲ συλλαμβανόμενοι οὐκ ἀντεῖχον, οὗτοι δὲ καὶ αὐτοῦ γε δὴ τοῦ χιτωνίσκου γυμνούμενοι μετὰ μόνης ἀπελύοντο τῆς ἀναξυρίδος. νόμος γάρ ἐστιν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 40

οὗτος ἄνωθεν ἐκ διαδοχῆς ἀεὶ κατιὼν ἐς τοὺς ἀπογόνους ἀκήρατος, οὐ μόνον Ῥωμαίοις καὶ Θετταλοῖς, ἀλλὰ καὶ Ἰλλυριοῖς καὶ Τριβαλλοῖς καὶ Βουλγάροις, διὰ τὴν τῆς πίστεως ταὐτότητα τὰ μὲν πράγματα μόνα σκυλεύειν, τὰ δὲ σώματα μὴ ἀνδραποδίζεσθαι, μηδὲ φονεύειν ἔξω τῆς πολεμικῆς παρατάξεως μηδένα. καὶ εἰ μὴ φθάσαν τὸ τῆς ἑσπέρας σκότος τὸν τῶν διωκόντων πολεμίων ἀνεχαίτισε δρόμον, τάχ' ἂν ἐς μείζω τῶν εἰρημένων τὰ δεινὰ τοῖς φεύγουσιν ἀπήντα τὸ πέρας· ἀλλὰ τῆς ἑσπέρας καταλαβούσης, οἱ μὲν πολέμιοι μετὰ τοῦ Σεβαστοκράτορος ἀνεχώρησαν εἰς τοὐπίσω τῇ παραλόγῳ νίκῃ γαυρούμενοι· οἱ δὲ τὸν κίνδυνον διαφυγόντες Ῥωμαῖοι σύνδυο καὶ σύντρεις καὶ πλείους ἐπὶ πλείοσι περὶ τὸν δεσπότην Ἰωάννην ἠθροίζοντο, τῇ λύπῃ συγκεχυμένον ἐπὶ τῇ παραδόξῳ ταύτῃ διαμαρτίᾳ. οὕτω δ' ἔχοντες δυστυχῶς καταντῶσιν ἐς τὰ πλησίον τῆς ∆ημητριάδος χωρία. πόλις δὲ αὕτη Σικυὼν μὲν πρότερον ἐπικεκλημένη, ὕστερον δὲ τὴν ἐπωνυμίαν πρὸς τὸν κτησάμενον μετενεγκοῦσα, ∆ημήτριον δηλαδὴ τὸν Πολιορκητὴν, ὃς ἐτύγχανε παῖς τῶν Ἀλεξάνδρου διαδόχων ἑνὸς Ἀντιγόνου, τοῦ τῆς Ἀσίας κατάρξαντος, ὁπόσην ὁ ποταμὸς Εὐφράτης ἔνδον ὁρίζει. 1.117 ιʹ. Ἀλλὰ γὰρ οὔπω τελέως τῆς ἀθυμίας ἀναλαβεῖν ἑαυτοὺς ἠδυνήθησαν ταυτησὶ, καὶ δεύτερον ἀγγέλλεται τούτοις δεινὸν καὶ τοῦ προλαβόντος οὐκ ἔλαττον, ὃ δὴ καὶ λέξων ἔρχομαι. κόλπος ἐστὶ Πελασγικὸς οὑτωσί πως καλούμενος, ἐπὶ πλεῖστον τῆς μεσογείου παρεξιὼν καὶ πρὸς ἄρκτους ἀφιεὶς τὴν Ὄσσαν τε καὶ τὸ Πήλιον. ὄρη δὲ ταῦτα πρὸς ὕψος τὰς κορυφὰς ἀναπέμποντα μέγιστον. τοῦ δὴ τοιούτου κόλπου κατὰ τὸ ἀκρότατον καὶ ἡ προειρημένη παραψαύει πόλις τοῦ ∆ημητρίου. ὁ δὲ βασιλικὸς στόλος τὰς ὑπὸ τῶν Λατίνων κατεχομένας νήσους παραπλέων καὶ περιπλέων κακῶς διετίθει· καὶ ἦν τοῦτο δεινὸν τοῖς Λατίνοις ἀφόρητον· πάντων δὲ μάλιστα τοῖς ὅσοι τὴν Κρήτην οἰκοῦσι καὶ πρός γε δὴ τοῖς ὅσοι τὴν Εὔβοιαν· οἳ δὴ καὶ συνθέμενοι ναυτικὸν ἐξαρτύουσιν, οὐχ ἵνα φανερὸν ἐγείρωσι πόλεμον κατὰ τοῦ βασιλικοῦ στόλου· (τοῦτο γὰρ ὅμοιον τούτοις ἐδόκει, ὥσπερ ἂν εἰ εἰς οὐρανὸν ἐπεχείρουν τοξεύειν) ἀλλ' ἵν' ἐπιούσης τῆς ναυτικῆς τοῦ βασιλέως δυνάμεως, τὰς ἑαυτῶν παραφυλάττωσιν ἄκρας καὶ ἀντέχωσιν ἀπὸ γῆς ὁμοῦ καὶ θαλάττης μαχόμενοι. (Β.) Συνέβη γοῦν κατὰ τοῦτον τὸν χρόνον καὶ τὰς βασιλικὰς τριήρεις ὑπὲρ τὰς πεντήκοντα οὔσας ἐν τῷδε τῷ κόλπῳ τὸν εἴσπλουν ποιησαμένας ὡς ἐπ' ἀσφαλοῦς ἐνορμίσασθαι. οἱ δὲ Κρῆτες καὶ Εὐβοεῖς πάλαι καιροφυλακοῦντες καὶ ναυλοχοῦντες αὐτὰς οὐχ ἕτερον τούτου βελτίονα ἐς τὸ ἐπιθέσθαι αὐταῖς ἐνόμισαν ἔχειν καιρόν. καὶ δὴ τὴν ταχίστην συσκευασάμενοι τὰς τριήρεις καὶ τετρήρεις αὐτῶν μικρὸν ὑπὲρ τὰς τριάκοντα οὔσας καὶ πύργους ξυλίνους ταῖς πρώραις τῶν πλειόνων ἐπιστήσαντες ταχυναυτοῦ 1.118 σιν· ὡς ἂν πρὶν αἰσθέσθαι τοὺς βασιλικοὺς τὸν τούτων ἐπίπλουν, αὐτοὶ προκαταλαβόντες ἐκ τοῦ ναυστάθμου κενὰς τῶν ἐπιβατῶν τὰς ναῦς ἐφελκύσωνται, ἔξω περὶ τὴν γῆν ἀπεριμερίμνως τηνικαῦτα διατριβόντων αὐτῶν. ὃ δὴ καὶ, εἰ μὴ κύριος ἀπροσδόκητον χεῖρα παρεῖχε Ῥωμαίοις, κατὰ τὴν τῶν ἐχθρῶν ἂν ἐς τέλος συνεπεπτώκει βούλησιν. ᾔσθοντο μὲν γὰρ καὶ Ῥωμαῖοι τὸν τῶν Κρητῶν καὶ Εὐβοέων ἐπίπλουν· ἀλλὰ στενὸς τυγχάνων ὁ καιρὸς χώραν ὁπλίσασθαι, ὡς ἐχρῆν, οὐκ ἐδίδου. ἄραντες δ' ὅμως ἐκ τῆς γῆς κατὰ σπουδὴν ὡς εἶχον ἀνήχθησαν· καὶ γίνεται προθυμία πολλὴ παρ' ἀμφοτέρων τῶν μερῶν, πεντεκαίδεκα σταδίων οὐκ ἔλαττον ἀπεχόντων τῆς γῆς. (Γ.) Αἱ μέντοι πολέμιαι νῆες ὄγκον εἶχον καὶ βάρος ὑπὸ μεγέθους καὶ ὁπλίσεως καινοτέρας καὶ ὥσπερ πόλεις ἐπὶ θαλάττης κινούμεναι σχολαιότερον παρετάσσοντο. αἱ δὲ Ῥωμαϊκαὶ τοσοῦτον ἠλαττοῦντο μεγέθει τῶν πολεμίων, ὅσον πλήθει τὰς τῶν πολεμίων ὑπερεῖχον· εὔστροφοι δ' ἦσαν ἄλλως καὶ ταχεῖαι πρὸς κύκλωσιν, ἀλλ' οὐκ ἀντίῤῥοπον ἔχουσαι τὴν παρασκευὴν τῆς ὁπλίσεως. ὅμως ἀντιπαρετάσσοντο καὶ αὗται, οὐ τοσοῦτον πρὸς ναυμαχίαν, εἰπεῖν, ὅσον πρὸς τειχομαχίαν. τείχεσι γὰρ ἐῴκεσαν αἱ τῶν πολεμίων πρῶραι σοβαρῶς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 41

οὗτος ἄνωθεν ἐκ διαδοχῆς ἀεὶ κατιὼν ἐς τοὺς ἀπογόνους ἀκήρατος, οὐ μόνον

Ῥωμαίοις καὶ Θετταλοῖς, ἀλλὰ καὶ

Ἰλλυριοῖς καὶ Τριβαλλοῖς καὶ Βουλγάροις, διὰ τὴν τῆς πίστεως ταὐτότητα τὰ μὲν

πράγματα μόνα σκυλεύειν, τὰ δὲ σώματα μὴ ἀνδραποδίζεσθαι, μηδὲ φονεύειν ἔξω

τῆς πολεμικῆς παρατάξεως μηδένα. καὶ εἰ μὴ φθάσαν τὸ τῆς ἑσπέρας σκότος τὸν τῶν

διωκόντων πολεμίων ἀνεχαίτισε δρόμον, τάχ' ἂν ἐς μείζω τῶν εἰρημένων τὰ δεινὰ

τοῖς φεύγουσιν ἀπήντα τὸ πέρας· ἀλλὰ τῆς ἑσπέρας καταλαβούσης, οἱ μὲν πολέμιοι

μετὰ τοῦ Σεβαστοκράτορος ἀνεχώρησαν εἰς τοὐπίσω τῇ παραλόγῳ νίκῃ

γαυρούμενοι· οἱ δὲ τὸν κίνδυνον διαφυγόντες Ῥωμαῖοι σύνδυο καὶ σύντρεις καὶ

πλείους ἐπὶ πλείοσι περὶ τὸν δεσπότην Ἰωάννην ἠθροίζοντο, τῇ λύπῃ συγκεχυμένον

ἐπὶ τῇ παραδόξῳ ταύτῃ διαμαρτίᾳ. οὕτω δ' ἔχοντες δυστυχῶς καταντῶσιν ἐς τὰ

πλησίον τῆς ∆ημητριάδος χωρία. πόλις δὲ αὕτη Σικυὼν μὲν πρότερον ἐπικεκλημένη,

ὕστερον δὲ τὴν ἐπωνυμίαν πρὸς τὸν κτησάμενον μετενεγκοῦσα, ∆ημήτριον δηλαδὴ

τὸν Πολιορκητὴν, ὃς ἐτύγχανε παῖς τῶν Ἀλεξάνδρου διαδόχων ἑνὸς Ἀντιγόνου, τοῦ

τῆς Ἀσίας κατάρξαντος, ὁπόσην ὁ ποταμὸς Εὐφράτης ἔνδον ὁρίζει. 1.117 ιʹ. Ἀλλὰ γὰρ

οὔπω τελέως τῆς ἀθυμίας ἀναλαβεῖν ἑαυτοὺς ἠδυνήθησαν ταυτησὶ, καὶ δεύτερον

ἀγγέλλεται τούτοις δεινὸν καὶ τοῦ προλαβόντος οὐκ ἔλαττον, ὃ δὴ καὶ λέξων

ἔρχομαι. κόλπος ἐστὶ Πελασγικὸς οὑτωσί πως καλούμενος, ἐπὶ πλεῖστον τῆς

μεσογείου παρεξιὼν καὶ πρὸς ἄρκτους ἀφιεὶς τὴν Ὄσσαν τε καὶ τὸ Πήλιον. ὄρη δὲ

ταῦτα πρὸς ὕψος τὰς κορυφὰς ἀναπέμποντα μέγιστον. τοῦ δὴ τοιούτου κόλπου κατὰ

τὸ ἀκρότατον καὶ ἡ προειρημένη παραψαύει πόλις τοῦ ∆ημητρίου. ὁ δὲ βασιλικὸς

στόλος τὰς ὑπὸ τῶν Λατίνων κατεχομένας νήσους παραπλέων καὶ περιπλέων κακῶς

διετίθει· καὶ ἦν τοῦτο δεινὸν τοῖς Λατίνοις ἀφόρητον· πάντων δὲ μάλιστα τοῖς ὅσοι

τὴν Κρήτην οἰκοῦσι καὶ πρός γε δὴ τοῖς ὅσοι τὴν Εὔβοιαν· οἳ δὴ καὶ συνθέμενοι

ναυτικὸν ἐξαρτύουσιν, οὐχ ἵνα φανερὸν ἐγείρωσι πόλεμον κατὰ τοῦ βασιλικοῦ

στόλου· (τοῦτο γὰρ ὅμοιον τούτοις ἐδόκει, ὥσπερ ἂν εἰ εἰς οὐρανὸν ἐπεχείρουν

τοξεύειν) ἀλλ' ἵν' ἐπιούσης τῆς ναυτικῆς τοῦ βασιλέως δυνάμεως, τὰς ἑαυτῶν

παραφυλάττωσιν ἄκρας καὶ ἀντέχωσιν ἀπὸ γῆς ὁμοῦ καὶ θαλάττης μαχόμενοι. (Β.)

Συνέβη γοῦν κατὰ τοῦτον τὸν χρόνον καὶ τὰς βασιλικὰς τριήρεις ὑπὲρ τὰς

πεντήκοντα οὔσας ἐν τῷδε τῷ κόλπῳ τὸν εἴσπλουν ποιησαμένας ὡς ἐπ' ἀσφαλοῦς

ἐνορμίσασθαι. οἱ δὲ Κρῆτες καὶ Εὐβοεῖς πάλαι καιροφυλακοῦντες καὶ ναυλοχοῦντες

αὐτὰς οὐχ ἕτερον τούτου βελτίονα ἐς τὸ ἐπιθέσθαι αὐταῖς ἐνόμισαν ἔχειν καιρόν. καὶ

δὴ τὴν ταχίστην συσκευασάμενοι τὰς τριήρεις καὶ τετρήρεις αὐτῶν μικρὸν ὑπὲρ τὰς

τριάκοντα οὔσας καὶ πύργους ξυλίνους ταῖς πρώραις τῶν πλειόνων ἐπιστήσαντες

ταχυναυτοῦ 1.118 σιν· ὡς ἂν πρὶν αἰσθέσθαι τοὺς βασιλικοὺς τὸν τούτων ἐπίπλουν,

αὐτοὶ προκαταλαβόντες ἐκ τοῦ ναυστάθμου κενὰς τῶν ἐπιβατῶν τὰς ναῦς

ἐφελκύσωνται, ἔξω περὶ τὴν γῆν ἀπεριμερίμνως τηνικαῦτα διατριβόντων αὐτῶν. ὃ

δὴ καὶ, εἰ μὴ κύριος ἀπροσδόκητον χεῖρα παρεῖχε Ῥωμαίοις, κατὰ τὴν τῶν ἐχθρῶν

ἂν ἐς τέλος συνεπεπτώκει βούλησιν. ᾔσθοντο μὲν γὰρ καὶ Ῥωμαῖοι τὸν τῶν Κρητῶν

καὶ Εὐβοέων ἐπίπλουν· ἀλλὰ στενὸς τυγχάνων ὁ καιρὸς χώραν ὁπλίσασθαι, ὡς

ἐχρῆν, οὐκ ἐδίδου. ἄραντες δ' ὅμως ἐκ τῆς γῆς κατὰ σπουδὴν ὡς εἶχον ἀνήχθησαν·

καὶ γίνεται προθυμία πολλὴ παρ' ἀμφοτέρων τῶν μερῶν, πεντεκαίδεκα σταδίων οὐκ

ἔλαττον ἀπεχόντων τῆς γῆς. (Γ.) Αἱ μέντοι πολέμιαι νῆες ὄγκον εἶχον καὶ βάρος ὑπὸ

μεγέθους καὶ ὁπλίσεως καινοτέρας καὶ ὥσπερ πόλεις ἐπὶ θαλάττης κινούμεναι

σχολαιότερον παρετάσσοντο. αἱ δὲ Ῥωμαϊκαὶ τοσοῦτον ἠλαττοῦντο μεγέθει τῶν

πολεμίων, ὅσον πλήθει τὰς τῶν πολεμίων ὑπερεῖχον· εὔστροφοι δ' ἦσαν ἄλλως καὶ

ταχεῖαι πρὸς κύκλωσιν, ἀλλ' οὐκ ἀντίῤῥοπον ἔχουσαι τὴν παρασκευὴν τῆς

ὁπλίσεως. ὅμως ἀντιπαρετάσσοντο καὶ αὗται, οὐ τοσοῦτον πρὸς ναυμαχίαν, εἰπεῖν,

ὅσον πρὸς τειχομαχίαν. τείχεσι γὰρ ἐῴκεσαν αἱ τῶν πολεμίων πρῶραι σοβαρῶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

41

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!