Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

προκομίζειν ἐπιχειροῦντος τὰς βίβλους, ἐκεῖνοι μηδὲ μικρὸν γοῦν ἀνασχόμενοι ἐξανέστησαν, πολλὴν ἐμοῦ καταχέοντες χλεύην καὶ πλεῖστά τε λέγοντες ἕτερα καὶ "1ὡς ἀσύνετα δρᾷς κατὰ σεαυτοῦ, βασιλικοῖς ἀντιπράττων προστάγμασιν, ἐξὸν ἐνδόντα βραχὺ μείζονος ἢ κατὰ τὴν πρὶν ἀπολαύειν εὐμένειαν, ἔκ τε βασιλέων καὶ βασιλίδων, καὶ ἅμα πρὸς πάντων, ὅσοι τε τῶν συγκλητικῶν καὶ ὅσοι τῶν ἄλλως ἐχόντων αἰδοῦς καὶ τιμῆς. καὶ μὲν δὴ κεφάλαιον, ἔφασαν, ἔστω σοι τοῦτο τῶν λόγων, ὡς ἐπιμένων ταύτῃ τῇ σκληρότητι πολλῶν μὲν στερήσῃ τῶν ἀγαθῶν, πολλῶν δὲ πειραθήσῃ τῶν λυπηρῶν· καὶ ἅμα τῶν μὲν σῶν λόγων ὅσοι ἐπ' ἐκκλησίας ἐν ταῖς τῶν ἁγίων ἀναγινώσκονται μνήμαις, πῦρ δαπανήσει πολέ 2.1145 μιον καὶ ἀντίθετον ἅπαντας ἐν βραχεῖ, προστάττοντος βασιλέως· σὺ δ' ἄταφος θανὼν ἔξω που ῥιφήσῃ τῆς πόλεως."2 (Γ.) Ἐγὼ δ' ὑπολαβὼν ∆ιοκλητιανοῦ καὶ τῶν ἐκείνου καιρῶν ἔφασκον εἶναι ταυτὶ τὰ ῥήματα· καὶ μὴ, τὰ μέγιστα χαριζόμενοι τῶν καλῶν, συγχεῖτε τὴν χάριν ἐν τῷ τῆς ἀπειλῆς σχήματι. τοὺς γὰρ μαρτύρων ἐμοὶ στεφάνους ὑπισχνούμενοι χορηγεῖν κακίστοις ὀνόμασι τὰ βέλτιστα δοκεῖτε συγχεῖν· καὶ ὑμεῖς μὲν ὧν βασιλεὺς κύριος, ἀπειλεῖτε· ἐγὼ δ' ὧν ἐγὼ κύριος σύν γε θεῷ καὶ πάνυ φυλάττειν, ἀγωνιοῦμαι καὶ μέχρι θανάτου στήσομαι, τὸ φρόνημα τηρῶν ἀδούλωτον. εὐσεβεῖν μὲν γὰρ ἀνάγκη, ζῇν δ' οὐκ ἀνάγκη· καὶ θνήσκειν μὲν ὑπὲρ εὐσεβείας ἀνάγκη, θάπτεσθαι δ' οὐκ ἂν ἀνάγκη. κἀκεῖνοι μὲν ἐν τούτοις ἀπῄεσαν. (∆.) Ἐμοὶ δὲ πάλιν κλεῖθρα καὶ μοχλοὶ θυρῶν ἐπήγοντο, καὶ τῶν προτέρων πικρότεροι φύλακες. καίτοι γε ἐβουλόμην γ' ἂν ἐπ' αὐτῶν καὶ θάτερον μέρος τῆς σφῶν ἀπειλῆς τῇ προσηκούσῃ παραπέμψαι χλεύῃ, καὶ δεῖξαι κἀνταῦθα δαψιλέστερον, ὅσον τῆς ἀπονοίας τὸ ἄγνωμόν τε καὶ εὔηθες. οἱ δὲ, ὡς ἔοικε, τὴν ἑαυτῶν αὐτοὶ καταγνόντες αἰσχύνην, κωφοὶ τοῖς λεχθησομένοις ἀπιόντες ᾤχοντο. εἶναι γὰρ Παλαμίταις τὸ σκοπιμώτατον, παῦσαι μὲν τὰς ἑορτὰς τοῦ θεοῦ, τὴν ἔνσαρκον οἰκονομίαν μηδαμῶς αὐτοῦ προσιεμένοις· παῦσαι δὲ καὶ τοὔνομα τοῖς λόγοις τούτοις τοὐμὸν μετὰ τῆς ἐμῆς ἐμφαινόμενον εὐσεβείας. εἰ οὖν τοῦτο διδοίη τις, οὐκ 2.1146 ἂν φθάνοι τὰς Μωσέως καὶ ∆αβὶδ καὶ πάσας Ἰουδαϊκὰς διαγράφων βίβλους, ἅτε χρόνοις ὕστερον ἐκκηρύκτου καταστάντος τοῦ Ἰουδαίων ἔθνους ἡμῖν. καί μοι θαυμάζειν περίεστι, πῶς Νεστόριον μὲν καὶ Εἰκονομάχους τἄλλα ζηλοῦσιν αὐτοῖς, ᾧ μάλιστά γε ἐχρῆν ὁπωσοῦν ἐχομένῳ φιλαυτίᾳ, ἐν τούτῳ μάλιστα ζηλοῦν οὐ γεγένηται νῦν. τὴν γὰρ τοῦ θεοῦ λόγου συγχέοντες ἐνανθρώπησιν ἐκεῖνοι, καὶ τὰς θείας ἐκ μέσου ποιοῦντες εἰκόνας, ὅσα μουσουργοὶ καὶ λογογράφοι τῇ ἐκκλησίᾳ καταλελοίπασιν ᾄσματα καὶ λόγους, τούτων δ' οὐδὲν οὐδαμῆ συνεξώθησαν· ἀλλ' ᾖδον καὶ ἐτησίοις ἐγέραιρον πανηγύρεσιν. οὗτοι δὲ, τό σφισιν εἰωθὸς κἀνταῦθα ποιεῖν οὐδαμῆ γε ὀκνοῦντες, καὶ ταύτῃ κἀκείνους τῇ κακίᾳ φιλονεικοῦσι νικῆσαι. αἰσχύνη γὰρ τοῦτο, καὶ μάλα ἀπόβλητον εἶναι νομίζεται Παλαμᾷ, καθ' ὁπόσα τοῖς ἀρχηγοῖς τῶν αἱρέσεων εὕρηται σπέρμα δυσσεβείας ἀρκεῖσθαι, εἰ μὴ καὶ τὴν παρ' ἑαυτοῦ συνεισφέροι κακίαν ἐπὶ κακίᾳ. ἐνεργὸν γὰρ ἀεὶ τὸ φιλότιμον ὁ ἀνὴρ ἐνδείκνυται, πανταχῆ πάντας κακοὺς ἐν κακοῖς ὑπερβάλλων. 3.3 ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΥ Κ∆ ΤΟ ΤΕΛΟΣ. ἤδη δὲ τοῦ φθινοπώρου λήγοντος, καὶ τῆς ἑορτῆς ἐπιστάσης ἣ τοῖς ἐμοῖς δεσμοφύλαξιν ἐτήσιος τῇ πανάγνῳ τελεῖται μητρὶ τοῦ θεοῦ, καὶ μὲν δὴ πολλῶν καὶ παντοδαπῶν ἀνδρῶν ἀναμὶξ εἰσιόντων ἅμα καὶ ἐξιόντων ἐς τὸ ἱερόν, ἔλαθέ τις τῶν οὐκ ἀγενῶν καὶ πάλαι φοιτητῶν καὶ ἐς τὰ μάλιστα φίλων ἐμοὶ περὶ δευτέραν ἤδη φυλακὴν τῆς νυκτὸς διὰ θυρίδος τινὸς εἰς τὴν ἐμὴν παρεισρυεὶς οἰκίαν· ἔτυχε γάρ πως κἀκείνην ἀσέληνον εἶναι τὴν νύκτα, ἅτε καθ' ἓν ζώδιον, δη 3.4 λαδὴ τὸν τοξότην, τῶν δυοῖν διατριβόντων φωστήρων τηνικαῦτα, καὶ μόλις που πεντεκαίδεκα μοίρας ἀφισταμένων ἀλλήλων, μετὰ σύνοδον ἤδη τῆς σελήνης φευγούσης τὸν ἥλιον, καὶ μήπω μηδ' αὐτῆς μηδ' ἐπὶ βραχὺ δυναμένης βραχείας γοῦν τῇ καθ' ἡμᾶς οἰκουμένῃ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 406

χορηγεῖν τῶν οἰκείων αὐγῶν τὰς λαμπάδας. ἐγὼ γοῦν ἀήθους καὶ ξένου τινὸς αἰσθόμενος ἐντεῦθεν πατάγου τὰ μὲν πρῶτα διὰ τὴν ἀωρίαν ἐξεπεπλήγμην· εἶτα φωτὸς κομισθέντος καὶ ἰδὼν οὐδ' οὕτως οὐδέπω τῶν γνωρίμων ἐντὸς ἐνόμιζον εἶναι τινά, μακρῶν διὰ τὴν ἐκδημίαν ἤδη που παραρρυέντων ἐτῶν, καὶ αὐτὰ σχεδὸν τῶν χαρακτήρων τῆς ὄψεως αὐτοῦ τὰ σημεῖα τῆς ἐμῆς ἀφῃρημένων μνήμης. ἀλλ' ἐκεῖνος ἐπεί τε ἴδοι καὶ ἀναγνοίη βεβαίως ἐμέ, βύθιόν τι καὶ σφόδρα περιπαθὲς ἀνῴμωξεν, οἷον ἄθρουν τινὰ καὶ ὁμιχλώδη καπνὸν καμινιαίας αἰθάλης τῆς ἔνδον ἐπιεικῶς ὀδυνωμένης ψυχῆς ἀναπέμπων τοῦ στόματος· καὶ ἅμα περιχυθεὶς καὶ περιβαλών με οὐκέθ' ἑαυτὸν τοῦ δακρύειν κατέχειν ἐδύνατο, οὐδ' ἀπάγειν ῥᾳδίως ἐκεῖνα δήπου λέγειν ὅσα γνώμη δίδωσιν ἐκ λύπης καὶ χαρᾶς ἀνακεραννυμένη καὶ ζυγομαχοῦσα καί πως μεταχρωννυμένη τὴν τῆς ἕξεως βαφὴν τῆς ψυχῆς. ἔπειτ' ἀνασχὼν εἰς ὕψος τὰς χεῖρας "εὐχαριστῶ σοι, πάντων" ἔλεγε "θεός, ὅτι με, πρὶν ἢ θανεῖν, θεατὴν ἐδεδώκεις γενέσθαι τοῦ ποθουμένου, ὃν ἐγὼ μέχρι καὶ ἐς τόδε τῶν ἐν βίῳ πάντων ἡδέων ἐπίπροσθεν διετετε 3.5 λέκειν ποιούμενος· ὡς νῦν γε καὶ τῷ τῆς ἡδονῆς ὑπερβάλλοντι κινδυνεύω δοκεῖν ἐκλαθέσθαι πως καὶ ἐμαυτοῦ, μηδ' ἀκριβῶς εἰδέναι εἴτε καθεύδοντος τὸ τοσοῦτον χρῆμα τῆς ἡδονῆς περιγίνεται, εἴτε ἐγρηγορότι. οὕτω μοι σφοδρὸν τὸ πάθος καὶ ἐπιεικῶς ἄτοπον ἐνέστακται τῇ ψυχῇ, καί μοι μακρῷ τινὶ βέλτιον εἶναι δοκεῖ, πάσας τὰς τέως μακρὰς περιόδους γῆς καὶ θαλάττης ἀφεμένῳ, καὶ τὰς οὕτως ἀτεκμάρτους πλάνας τοῦ βίου, αἵ με μακροῦ τινὸς περιαντλοῦσι χρόνου μόχθοις ἀνηνύτοις λατρεύοντα, νῦν ἐνταυθοῖ, σεβασμία μοι κεφαλή, παρὰ τοὺς πόδας τοὺς σοὺς τὸν ταλαίπωρον κάμψειν βίον." πολλά τε οὖν ἐκείνου τοιαῦτα λέγοντος, καὶ ἅμα δακρύων ἀναρρηγνύντος ἐξ ὀφθαλμῶν ῥύακας, ἀτενέστερον κἀγὼ τὰς ὄψεις ἀπερεισάμενος ἐς αὐτόν, ἠρέμα καὶ κατ' ὀλίγον ἀναγνωρισμάτων ἴχνη τινὰ συνέλεγον ἤδη καὶ αὐτὸς εἰς τὴν ἐμαυτοῦ διάνοιαν, ὥστε καὶ τελέως ὅστις εἴη ἀναγνοὺς ὀψὲ δακρύων καὶ αὐτὸς ἐπεπλήσμην τοὺς ὀφθαλμούς, ξυμμιγῆ πως τῷ λυποῦντι τὴν τέρψιν καρπούμενος· φιλεῖ γὰρ κἀκ τῆς ἡδονῆς ἐνίοτε θερμὸν ἀναρρήγνυσθαι δάκρυον, τοῦ τῆς ἀθυμίας καπνοῦ διαλυομένου τε καὶ ὠθουμένου τῇ τῆς ἐναντίας ἕξεως ἀντιπαθείᾳ, καθάπερ διὰ σωλήνων τῶν ὄψεων τῆς φύσεως τὴν ἅλμην κενούσης τῆς λύπης, καὶ τὸ βάρος ἀποτινασσομένης ἐκεῖνο καθάπερ τινὰς νόθους καὶ παρεγγράπτους κῆρας καὶ νόσημα ἔπηλυ λογισμῶν. ἦν γε μὴν 3.6 τῶν Καλλιστράτου παίδων ὁ πρεσβύτερος· Ἀγαθάγγελος ὄνομα τἀνδρί. χρόνῳ γε μὴν ἑαυτοὺς ἀνειληφότες ἑκάτεροι, ἑκατέροις τῶν οἰκείων ἐχρώμεθα διδασκάλοις διηγημάτων, τά τε ἄλλα καὶ ὅσας τῶν ἀδήλων συμπτωμάτων αἱ τύχαι κεκομίκασι τῇ γε τοῦ θεοῦ ἐκκλησίᾳ καὶ ἅμα τοῖς πολιτικοῖς πράγμασι τὰς συμφοράς, τοῦ θεοῦ συγκεχωρηκότος διὰ τὴν τῶν πατρίων τῆς εὐσεβείας δογμάτων ἀθέτησιν, ἣν οὐδὲ σὲ λεληθέναι δοκεῖ μοι, ἔγωγε ἔφασκον· ἔτι γὰρ ἐνταυθοῖ παρεῖναί σε μέμνημαι, καὶ εἰδέναι σαφῶς Παλαμᾶν κύοντα μὲν ἔτ' ἐν γαστρὶ μοχθηρά, καὶ ὠδίνοντα τὰ τῆς πολυθεΐας ἅμα καὶ ἀθεΐας δόγματα, ἔστι δ' οὗ καὶ ἐξερευγόμενον ταῦτά τε καὶ ὅσα τοῖς πάλαι σποράδην καὶ κατὰ διαφόρους τοὺς χρόνους αἱρέσεως εὕρηται πολυειδῆ κακίας ὑπομνήματα. ἃ καὶ μικρὸν ὕστερον γεγέννηκέ τε ἐς προῦπτον καὶ ἔθρεψε, μαιευσαμένων τῶν τηνικαῦτα δυναμένων ἄγειν καὶ φέρειν τὰ πράγματα. διὸ καὶ καθῄρηται μὲν τὸ μέγα καὶ περιβόητον τέμενος, συγκαθῄρηται δ' ἅμα αὐτῷ καὶ τὸ θεῖον ἐκεῖνο θυσιαστήριον, τοῦ θεοῦ ζωγραφοῦντος ἐν αὐτοῖς τὴν ὀργὴν ἣν διὰ τὸ τῆς ἀσεβείας ταύτης ἔσχεν ἀθέμιτον. ἐπεὶ δὲ τὸ μὲν καλὸν ποιεῖν προϊοῦσιν ἀπῆν, τὸ δὲ κακὸν ἀπεῖναι οὐκ ἦν, ἀνατρέπεται καὶ συγχεῖται διηνεκῶς τὰ Ῥωμαίων ὁρῶν πράγματα, καὶ τὸ γενόμενον τῆς θείας ὀργῆς οὐκ ἔγνωκεν ἀπρα 3.7 κτεῖν οὐδαμῇ. διὰ δὴ ταῦτα καὶ δέσμιοι τήμερον ἡμεῖς, ἀνθιστάμενοι τῇ ῥύμῃ τῆς ἀσεβείας, ὅσον ἐφικτόν. Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διεξεληλυθότων ἡμῶν, ἔπειτ' ἐκείνου πυθέσθαι τῆς ἐγγὺς εἰκοσαετοῦς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 407

προκομίζειν ἐπιχειροῦντος τὰς βίβλους, ἐκεῖνοι μηδὲ μικρὸν γοῦν ἀνασχόμενοι

ἐξανέστησαν, πολλὴν ἐμοῦ καταχέοντες χλεύην καὶ πλεῖστά τε λέγοντες ἕτερα καὶ

"1ὡς ἀσύνετα δρᾷς κατὰ σεαυτοῦ, βασιλικοῖς ἀντιπράττων προστάγμασιν, ἐξὸν

ἐνδόντα βραχὺ μείζονος ἢ κατὰ τὴν πρὶν ἀπολαύειν εὐμένειαν, ἔκ τε βασιλέων καὶ

βασιλίδων, καὶ ἅμα πρὸς πάντων, ὅσοι τε τῶν συγκλητικῶν καὶ ὅσοι τῶν ἄλλως

ἐχόντων αἰδοῦς καὶ τιμῆς. καὶ μὲν δὴ κεφάλαιον, ἔφασαν, ἔστω σοι τοῦτο τῶν

λόγων, ὡς ἐπιμένων ταύτῃ τῇ σκληρότητι πολλῶν μὲν στερήσῃ τῶν ἀγαθῶν,

πολλῶν δὲ πειραθήσῃ τῶν λυπηρῶν· καὶ ἅμα τῶν μὲν σῶν λόγων ὅσοι ἐπ' ἐκκλησίας

ἐν ταῖς τῶν ἁγίων ἀναγινώσκονται μνήμαις, πῦρ δαπανήσει πολέ 2.1145 μιον καὶ

ἀντίθετον ἅπαντας ἐν βραχεῖ, προστάττοντος βασιλέως· σὺ δ' ἄταφος θανὼν ἔξω

που ῥιφήσῃ τῆς πόλεως."2 (Γ.) Ἐγὼ δ' ὑπολαβὼν ∆ιοκλητιανοῦ καὶ τῶν ἐκείνου

καιρῶν ἔφασκον εἶναι ταυτὶ τὰ ῥήματα· καὶ μὴ, τὰ μέγιστα χαριζόμενοι τῶν καλῶν,

συγχεῖτε τὴν χάριν ἐν τῷ τῆς ἀπειλῆς σχήματι. τοὺς γὰρ μαρτύρων ἐμοὶ στεφάνους

ὑπισχνούμενοι χορηγεῖν κακίστοις ὀνόμασι τὰ βέλτιστα δοκεῖτε συγχεῖν· καὶ ὑμεῖς

μὲν ὧν βασιλεὺς κύριος, ἀπειλεῖτε· ἐγὼ δ' ὧν ἐγὼ κύριος σύν γε θεῷ καὶ πάνυ

φυλάττειν, ἀγωνιοῦμαι καὶ μέχρι θανάτου στήσομαι, τὸ φρόνημα τηρῶν

ἀδούλωτον. εὐσεβεῖν μὲν γὰρ ἀνάγκη, ζῇν δ' οὐκ ἀνάγκη· καὶ θνήσκειν μὲν ὑπὲρ

εὐσεβείας ἀνάγκη, θάπτεσθαι δ' οὐκ ἂν ἀνάγκη. κἀκεῖνοι μὲν ἐν τούτοις ἀπῄεσαν.

(∆.) Ἐμοὶ δὲ πάλιν κλεῖθρα καὶ μοχλοὶ θυρῶν ἐπήγοντο, καὶ τῶν προτέρων

πικρότεροι φύλακες. καίτοι γε ἐβουλόμην γ' ἂν ἐπ' αὐτῶν καὶ θάτερον μέρος τῆς

σφῶν ἀπειλῆς τῇ προσηκούσῃ παραπέμψαι χλεύῃ, καὶ δεῖξαι κἀνταῦθα

δαψιλέστερον, ὅσον τῆς ἀπονοίας τὸ ἄγνωμόν τε καὶ εὔηθες. οἱ δὲ, ὡς ἔοικε, τὴν

ἑαυτῶν αὐτοὶ καταγνόντες αἰσχύνην, κωφοὶ τοῖς λεχθησομένοις ἀπιόντες ᾤχοντο.

εἶναι γὰρ Παλαμίταις τὸ σκοπιμώτατον, παῦσαι μὲν τὰς ἑορτὰς τοῦ θεοῦ, τὴν

ἔνσαρκον οἰκονομίαν μηδαμῶς αὐτοῦ προσιεμένοις· παῦσαι δὲ καὶ τοὔνομα τοῖς

λόγοις τούτοις τοὐμὸν μετὰ τῆς ἐμῆς ἐμφαινόμενον εὐσεβείας. εἰ οὖν τοῦτο διδοίη

τις, οὐκ 2.1146 ἂν φθάνοι τὰς Μωσέως καὶ ∆αβὶδ καὶ πάσας Ἰουδαϊκὰς διαγράφων

βίβλους, ἅτε χρόνοις ὕστερον ἐκκηρύκτου καταστάντος τοῦ Ἰουδαίων ἔθνους ἡμῖν.

καί μοι θαυμάζειν περίεστι, πῶς Νεστόριον μὲν καὶ Εἰκονομάχους τἄλλα ζηλοῦσιν

αὐτοῖς, ᾧ μάλιστά γε ἐχρῆν ὁπωσοῦν ἐχομένῳ φιλαυτίᾳ, ἐν τούτῳ μάλιστα ζηλοῦν

οὐ γεγένηται νῦν. τὴν γὰρ τοῦ θεοῦ λόγου συγχέοντες ἐνανθρώπησιν ἐκεῖνοι, καὶ

τὰς θείας ἐκ μέσου ποιοῦντες εἰκόνας, ὅσα μουσουργοὶ καὶ λογογράφοι τῇ ἐκκλησίᾳ

καταλελοίπασιν ᾄσματα καὶ λόγους, τούτων δ' οὐδὲν οὐδαμῆ συνεξώθησαν· ἀλλ'

ᾖδον καὶ ἐτησίοις ἐγέραιρον πανηγύρεσιν. οὗτοι δὲ, τό σφισιν εἰωθὸς κἀνταῦθα

ποιεῖν οὐδαμῆ γε ὀκνοῦντες, καὶ ταύτῃ κἀκείνους τῇ κακίᾳ φιλονεικοῦσι νικῆσαι.

αἰσχύνη γὰρ τοῦτο, καὶ μάλα ἀπόβλητον εἶναι νομίζεται Παλαμᾷ, καθ' ὁπόσα τοῖς

ἀρχηγοῖς τῶν αἱρέσεων εὕρηται σπέρμα δυσσεβείας ἀρκεῖσθαι, εἰ μὴ καὶ τὴν παρ'

ἑαυτοῦ συνεισφέροι κακίαν ἐπὶ κακίᾳ. ἐνεργὸν γὰρ ἀεὶ τὸ φιλότιμον ὁ ἀνὴρ

ἐνδείκνυται, πανταχῆ πάντας κακοὺς ἐν κακοῖς ὑπερβάλλων. 3.3 ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ

ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΥ Κ∆ ΤΟ ΤΕΛΟΣ. ἤδη δὲ τοῦ φθινοπώρου

λήγοντος, καὶ τῆς ἑορτῆς ἐπιστάσης ἣ τοῖς ἐμοῖς δεσμοφύλαξιν ἐτήσιος τῇ πανάγνῳ

τελεῖται μητρὶ τοῦ θεοῦ, καὶ μὲν δὴ πολλῶν καὶ παντοδαπῶν ἀνδρῶν ἀναμὶξ

εἰσιόντων ἅμα καὶ ἐξιόντων ἐς τὸ ἱερόν, ἔλαθέ τις τῶν οὐκ ἀγενῶν καὶ πάλαι

φοιτητῶν καὶ ἐς τὰ μάλιστα φίλων ἐμοὶ περὶ δευτέραν ἤδη φυλακὴν τῆς νυκτὸς διὰ

θυρίδος τινὸς εἰς τὴν ἐμὴν παρεισρυεὶς οἰκίαν· ἔτυχε γάρ πως κἀκείνην ἀσέληνον

εἶναι τὴν νύκτα, ἅτε καθ' ἓν ζώδιον, δη 3.4 λαδὴ τὸν τοξότην, τῶν δυοῖν

διατριβόντων φωστήρων τηνικαῦτα, καὶ μόλις που πεντεκαίδεκα μοίρας

ἀφισταμένων ἀλλήλων, μετὰ σύνοδον ἤδη τῆς σελήνης φευγούσης τὸν ἥλιον, καὶ

μήπω μηδ' αὐτῆς μηδ' ἐπὶ βραχὺ δυναμένης βραχείας γοῦν τῇ καθ' ἡμᾶς οἰκουμένῃ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

406

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!