Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐνεργειῶν ἀκτίστων οὐσῶν τε καὶ λεγομένων; πολλῷ μᾶλλον δέδιθι, μὴ κτίσμα ποιήσῃς τὸν θεὸν, τὰς αὐτοῦ φυσικὰς ἐνεργείας ἡγούμενος κτιστάς· τί οὖν; οὐχὶ τὰ ὑποστατικὰ τῆς ἀνωτάτω τριάδος, πολλὰ ὄντα, ἄκτιστά ἐστι; πῶς οὖν οὐ πολλοὶ θεοὶ, ἢ σύνθετος διὰ ταῦτα εἷς; ἢ σὺ κἀκεῖνα ἓν καὶ ταὐτὸν ἐρεῖς τῇ τοῦ θεοῦ οὐσίᾳ καὶ ἀδιάφορον παντάπασι, καθάπερ καὶ τὴν ἐνέργειαν;"2 καὶ πάλιν· "1ἡμῖν δ' οὐδεμία ποτ' ἔσται λέξις ἀποχρῶσα πείθειν, τὰς ἐνεργείας τοῦ θείου πνεύματος, ἃς ὁ προφήτης κεφαλαιωδῶς ἑπτὰ προσεῖπε, μετὰ τῶν κτισμάτων τάττειν. τῶν δὲ θείων καὶ φυσικῶν ἐνεργειῶν τοῦ θεοῦ μία καὶ ἡ κρίσις, καθὰ Ἀβραὰμ ἔφη· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; ἆρ' οὖν καὶ αὕτη τῶν κτισμάτων ἕν; ἆρα οὖν καὶ τὴν ἑαυτοῦ κρίσιν ἄξει ὁ θεὸς εἰς κρίσιν;"2 καὶ πάλιν· "1πῶς οὐκ ἄκτιστος ἡ χάρις, δι' ἣν καὶ οἱ μετεσχηκότες αὐτῆς ἄκτιστοι καὶ ἄναρχοι καὶ ἀτελεύτητοι καὶ ἀΐδιοι καὶ οὐράνιοι κατ' αὐτὴν παρὰ τῶν πατέρων προσηγορεύθησαν;"2 καὶ πάλιν· "1ἀλλ' ἐπεὶ πολλὰς καὶ διαφόρους ὑποστάσεις καὶ δυνάμεις καὶ ἐνεργείας ὁ θεὸς ἔχει, εἰ μὴ ἕν τι τὸ αἴτιον ἐν αὐταῖς, πολλαὶ καὶ διάφοροι ἔσονται ἀρχαὶ τῆς θεότητος."2 καὶ μετ' ὀλίγον· "1ὁ μὲν υἱὸς καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρός· αἱ δὲ δυνάμεις καὶ ἐνέργειαι ἐκ τῆς μιᾶς τρισυ 2.1115 ποστάτου φύσεως. καὶ γὰρ οὐχ ἡ οὐσία ἐκ τῆς σοφίας, ἀλλ' ἡ σοφία ἐκ τῆς οὐσίας."2 καὶ πάλιν· "1πῶς δὲ καὶ κτιστὸν, τὸ ἀπὸ καταβολῆς κόσμου μὴ ἐκτισμένον, ἀλλ' ἡτοιμασμένον;"2 καὶ πάλιν· "1ποῖος βάσκανος δαίμων τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τολμηρῶς ἐπεισήγαγεν, ὅτι ἡ οὐσία τοῦ θεοῦ, ἐνοικοῦσα τοῖς κτίσμασι, τοὺς καθαιρομένους καθαίρει, καὶ τοὺς ἁγιαζομένους ἁγιάζει;"2 καὶ ἐπὶ τούτοις, περὶ τῆς θείας μεταλήψεως καὶ τοῦ θείου βαπτίσματος, ὅσα καὶ ἀνωτέρω που δεδηλώκαμεν. (Γ.) Ἀλλὰ γὰρ ἡμεῖς ἐνταυθοῖ τὰ καιριώτερα τῶν ἀτόπων, ἃ τοῖς δυσὶν ἐκείνοις ἀνδράσιν, ἐκ μόνων δυοῖν Παλαμικῶν ἀναλεξαμένοις λόγων, εἰς ἀντίπαλον προενεγκεῖν καθ' ἡμῶν τηνικαῦτα συμπέπτωκε, κατὰ τὸ ἀπαράλλακτον ἐξεθήκαμεν ὡς ἐν κεφαλαίῳ. ὧν γὰρ ἔργον καὶ μόνον ἀκούειν, ἦπου διεξιέναι καθ' ἕκαστον ἐργωδέστατον ἅπαντα· καὶ οὐδὲ πολλοῦ ἂν δεῖν οἶμαι χρῆμα τουτὶ πονηρὸν νομισθῆναι, καὶ ἴλιγγον ἐμποιοῦν ἀκοαῖς εὐσεβείᾳ συντεθραμμέναις, καὶ μηδὲν μηδαμῆ τῶν πατρίων δογμάτων ἐκτὸς εἰθισμέναις ἀκούειν. ἔξεστι δ', οἷς ἂν ὀρθῶς ἐξείη, σκοπεῖν κἀκ τούτων, ὡς εἰ μικρὸν μέρος δυοῖν τῶν ἐκείνου λόγων τοσαύτας ἔχει τὰς ἀτοπίας, καὶ ταῦτα ἐκ τοῦ παρήκοντος τοῖς θιασώταις ἐκείνου λεχθὲν, πόσας ἄν τις καὶ οἵας εἶναι λογίσαιτο πᾶσι τοῖς ἄλλοις, ὑπὲρ ἑξήκοντα οὖσι; πολύχους γὰρ ἐν κακοῖς ὁ ἀνὴρ, καὶ τεχνικοῦ κανόνος ὡς ποῤῥωτάτω λεγεῶνας ὅλους δυνάμενος 2.1116 ἐξεμεῖν λογαρίων ἐξ αὐτομάτου. ὅμως ἱκανὰ καὶ ταυτὶ τοῖς τὸ συνειδὸς ἀδέκαστον τρέφουσι, δεῖξαι· (∆.) Πρῶτον μὲν, ὅπως οὐχ ἓν εἶναι δογματίζει τὸ πνεῦμα τὸ ἅγιον, οὐ μεντἂν οὐδ' ἑπτά τινων ἓν, ἀλλὰ τῶν γε ὑπὲρ τὰ ἑβδομηκοντάκις ἑπτά. ∆εύτερον δ', ὅπως ἐν τούτοις οὐ φρίττει διαβάλλων τόν τε μέγαν ἐν θεολογίᾳ Γρηγόριον, καὶ ἅμα τῶν θείων εὐαγγελιστῶν Λουκᾶν καὶ Ματθαῖον, δάκτυλον θεοῦ μὴ τὸ πνεῦμα τὸ ἅγιον λέγοντας, ἀλλ' ἕτερον τῆς οὐσίας καὶ μίαν τῶν ἀπείρων καὶ διαφόρων ἐνεργειῶν ἐνέργειαν. Τρίτον δ', ὅπως μεταξὺ θεοῦ καὶ ἀγγέλων καινόν τι καὶ ἴδιον ἀκτίστων τίθησι γένος ἐνεργειῶν, λαμπρότητα θεοῦ καὶ φῶς ἄῤῥητον ὀνομάζων, ἐν οἷς καὶ τὸν μέγαν διαβάλλει ∆ιονύσιον, συμφωνεῖν αὐτὸν αὑτῷ προβαλλόμενος, ἔς γε τὸ ἄναρχόν τε καὶ ἄκτιστον εἶναι γένος τουτί. Τέταρτον δ', ὅπως ὅτῳ ποτ' ἀνθρώπων ἀκτίστῳ γε ἐκ τοῦ σχεδὸν ἐθέλοντι γίνεσθαι καὶ ἀνάρχῳ ῥᾷστον καὶ ὡς ἐπὶ πρανοῦς εἰπεῖν, ἐξ ἀφθόνων καὶ ἀποῤῥήτων πηγῶν ἀψοφητὶ καταφερομένου τοῦ τῆς τοσαύτης χορηγίας ῥεύματος. Πέμπτον, ὅτι τὸ ἡτοιμασμένον ἄκτιστον δογματίζει, ὡς ἐντεῦθεν ἀνάγκην εἶναι καὶ, ὃ τῷ διαβόλῳ ἡτοίμασε πῦρ ὁ θεὸς, ἄκτιστον εἶναι. Καὶ ἅμα ἕκτον, ὅπως οὐ μόνον τὰς ἀκτίστους ταύτας ἐνεργείας πολλὰς καὶ διαφόρους εἶναί φησιν, ἀλλὰ καὶ τὰς τρεῖς τῆς θείας φύσεως ὑποστάσεις πολλὰς καὶ διαφόρους εἶναι νομοθετεῖ· καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 396

μικρόν τι συγχέας τὸν λόγον 2.1117 ὑποστάσεις μὲν ὀνομάζει τὰς πολλὰς ἐκείνας καὶ ἀπείρους ἐνεργείας, καὶ τοὔμπαλιν πολλὰς τὰς ὑποστάσεις, ἃς ἄχρι καὶ τήμερον δόγμα πάτριον τρεῖς γε καὶ μόνας ἅπασιν ἀκούειν καὶ σέβειν ἅπασιν ὀρθοδόξοις ἐνῆν. Ἕβδομον, ὅπως καὶ περὶ τῆς ἁγίας μεταλήψεως καὶ τοῦ θείου βαπτίσματος τἀνόσια τούτοις λελάληται. (Ε.) Εἰρήσεται δέ γε καθ' ἕκαστον, εἰ μὴ πάντα, τὰ γοῦν πλείω, μεθ' ὧν ἀντιῤῥήσεων τούτοις καθήκει, οὐχ ὅσας καὶ οἵας αὐτοῖς ἀντεστήσαμεν τότε, σὺν ᾠδῇ μυρία τῶν θείων λογίων ἀγωνιστικώτερον ἐπιόντες, ὁπόσα ὁ τῶν διδασκάλων τῆς ἐκκλησίας πάλαι ὕμνησε χορὸς, ἀλλ' ἃ κατὰ τὸ ἐπιτρέχον ἡ μνήμη σχεδιάζουσα ἡμῶν χορηγήσει τῇ γλώττῃ· οὔκουν δι' ἔνδειαν ἀφορμῶν ἀντιπάλων (τοῦτο γὰρ οὐδέ του τῶν ἐναντίων λέγειν τολμῶντος, οἶμαι, δεήσει ποτέ) πῶς γάρ; ἀφθονίας μακρᾶς προκειμένης ἡμῖν, ὁπόσην ἐμοὶ τῶν ἁγίων βίβλοι κατὰ τὸ δαψιλὲς ἐπαντλοῦσι. τῶν μὲν γὰρ ἄλλων ἐνίοις, πρὸς λόγων ἀγῶνας ἰοῦσιν, ἐξ ἀποριῶν ἀπορίας ἐνίοτε ἀντλεῖν περιγίνεται, ὃ καίριον εἴποιεν ἥκιστα ἔχουσιν· ἐμὲ δ' ἐξ ἀπορίας μακρᾶς εἰς ἀπορίαν μακρὰν καινόν τινα καὶ παράδοξον περιΐστησι τρόπον τὸ τῶν περιόντων ὅπλων πλῆθος, καὶ βελῶν καὶ τόξων καὶ δοράτων (φάναι) παντοδαπῶν, εἰς ἄμυναν τῶν τῆς ἀληθείας ἐχθρῶν. ἀπορεῖν γὰρ ἔμοιγε φαίη τις ἂν ἴσως νῦν περιεῖναι, οὐχ 2.1118 ὁποίων ἂν εὐποροίην ἀφορμῶν ἐς τὴν τοῦ λέγειν παρασκευήν· ἀλλ' ὁπόσας ἂν ἁγίων καὶ οἵας ἂν παραλιπὼν συμμαχίδας γραφὰς, μέρους λαβόμενος βραχυτάτου καὶ ἀποχρῶντος πρὸς ἔνδειξιν τῆς τῶν ἐχθρῶν ἀῤῥωστίας, ἀπαλλαγῆναι γένοιτ' ἂν ἐν βραχεῖ. 2.1119 αʹ. Ἐμοὶ δ' ὃ κἀν τοῖς πρόσθεν πολλάκις δεδρακέναι γέγονε, μετρίων διὰ μῆκος ἁπτομένῳ, καὶ ὅσοις ἀφοσιοῦσθαι τὸ τῆς ἀληθείας κράτος ἐνῆν, τοῦτο δὲ κἀνταῦθα δρᾷν οὐκ ἔγωγ' ἂν ὀκνήσαιμι. τί γὰρ δεῖ πανοπλίας ἐνταῦθα καὶ σπουδῆς πολεμικῆς, τῆς τῶν ἀγώνων παραῤῥυείσης ὥρας, καὶ μαρανθέντος τοῦ ὑπεκκαύματος, καὶ τῶν τότε ἀντιβαινόντων καὶ τὸ θυμούμενον τῆς ψυχῆς ἀναπτόντων, οὐκ ἐνὸν εἶναι μηδενὸς ἐν τῷ νῦν εἶναι. ἄλλως τε κἀπειδὴ τῶν γε πλειόνων ἔφθημεν ἀνωτέρω μνησθέντες μάλα γε ἀποχρώντως, ὡς ἔμοιγε φαίνεται, περιττόν μοι δοκεῖ 2.1120 καὶ τῶν περιέργων οὐ μάλα τὸν πόδα κεκτημένον ἐλεύθερον, περὶ τῶν αὐτῶν ταὐτὰ στρέφοντας ἀεὶ τὴν ἀκοὴν ἀποκναίειν. οὐδὲ γὰρ οὐδ' ὡς ἐκείνοις δήπου τότε πλεῖστα μὲν εἴρηται, τυφλὰ δὲ πάντα καὶ ἄγονα καὶ πρὸς τὸν αὐτὸν τῆς ἀτοπίας ἄγοντα πάντα κρημνὸν, οὕτω πολλῆς ἐνταυθοῖ κἀμοὶ δεήσει τῆς συμμαχίας. ἀλλ' ὥσπερ ἐν τῷ τοῦ ἀγῶνος ἐκείνου καιρῷ διὰ βραχέων εἰς τὸν ἐκείνων ἐκείνους ὠθήσας κρημνὸν ἀπήλλαγμαι, οὕτω καὶ πολλῷ μᾶλλον ἡσυχίας οὔσης, νῦν μετριώτερον ἢ κατὰ τὴν τότ' ἀνάγκην μνησθέντος, οὐκ ἂν εἴη φάναι οὐδενὶ τῶν ἁπάντων, ὡς οὐχ ἱκανῶς τῆς προθυμίας καὶ βουλήσεως ἔσχον ἐγὼ, κἀν τοῖς ἔργοις αὐτοῖς αἰσθέσθαι σαφῶς τοὺς ἐντυγχάνοντας ἐπεπείκειν. ἃ γὰρ ἡμῖν τε πρόσθεν εἴρηται καὶ ὁρᾷν τοῖς βουλομένοις πρόκειται, ἦπου πολλή τις ἂν εἴη ἄνοια, λέγειν ὁμοίως ἀεὶ τὰ αὐτά. ὅσον γὰρ τοῖς ἀντιθέτοις ἐκείνοις δεῖ τῶν ἀεὶ παραλλάξεων, δι' ἀῤῥωστίαν τῶν ἀεὶ λεγομένων αὐτοῖς, τοσοῦτον ἡμῖν, δι' εὐρωστίαν τῶν εἰρημένων, δεῖ πρὸς τὰ ἑξῆς σιωπᾷν. παραπλησίως ὥσπερ, οἷς μὲν ἐν ἡλίῳ καὶ φωτὶ δρᾷν ἔνεστιν ἃ δρῶσι, τούτοις δήπουθεν οὐδὲ μαρτύρων ἄν ποτ' οὐδένων δεήσοι, αὐτῶν ἐξ αὐτομάτου (φάναι) τῶν πραγμάτων τὴν ἀλήθειαν μαρτυρούντων· οἷς δ' ἐν σκότῳ καὶ νυκτὸς ἀδήλοις ἔνεστι βυθοῖς ἐγκυβιστᾷν τοὺς τῆς σπουδῆς θεμελίους, τούτοις οὐκ ἔστιν ὀρθῶς συνορᾷν οὔθ' ὅθεν ἄρχεται, οὔθ' ὅπη τελευτᾷ τῶν δρω 2.1121 μένων ἡ βάσις. (Β.) Καὶ πρῶτόν γε δὴ λεκτέον ἡμῖν ἐστι περὶ τῶν πνευμάτων, ὧν ὁ προφήτης ἐπὶ τὸν κύριον ἡμῶν καὶ σωτῆρα Χριστὸν ἀναπαύσεσθαι ἔφησεν· ἐπειδὴ καὶ ὁ τῶν φίλων βέλτιστος ἡμῖν Καβασίλας τοῦτο πρῶτον ἡμῖν ὡς ἰσχυρὸν ἐπεπράχει τῶν λόγων ἐκείνων πρόβλημα. ταῦτα τοίνυν ἑπτὰ ὄντα ἄκτιστά τε καὶ ἅγια πνεύματα δεδογμάτικεν ἅπαντα εἶναι καθάπαξ ὁ Παλαμᾶς, καὶ οἱ θιασῶται. ἦν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 397

μικρόν τι συγχέας τὸν λόγον 2.1117 ὑποστάσεις μὲν ὀνομάζει τὰς πολλὰς ἐκείνας καὶ

ἀπείρους ἐνεργείας, καὶ τοὔμπαλιν πολλὰς τὰς ὑποστάσεις, ἃς ἄχρι καὶ τήμερον

δόγμα πάτριον τρεῖς γε καὶ μόνας ἅπασιν ἀκούειν καὶ σέβειν ἅπασιν ὀρθοδόξοις

ἐνῆν. Ἕβδομον, ὅπως καὶ περὶ τῆς ἁγίας μεταλήψεως καὶ τοῦ θείου βαπτίσματος

τἀνόσια τούτοις λελάληται. (Ε.) Εἰρήσεται δέ γε καθ' ἕκαστον, εἰ μὴ πάντα, τὰ γοῦν

πλείω, μεθ' ὧν ἀντιῤῥήσεων τούτοις καθήκει, οὐχ ὅσας καὶ οἵας αὐτοῖς

ἀντεστήσαμεν τότε, σὺν ᾠδῇ μυρία τῶν θείων λογίων ἀγωνιστικώτερον ἐπιόντες,

ὁπόσα ὁ τῶν διδασκάλων τῆς ἐκκλησίας πάλαι ὕμνησε χορὸς, ἀλλ' ἃ κατὰ τὸ

ἐπιτρέχον ἡ μνήμη σχεδιάζουσα ἡμῶν χορηγήσει τῇ γλώττῃ· οὔκουν δι' ἔνδειαν

ἀφορμῶν ἀντιπάλων (τοῦτο γὰρ οὐδέ του τῶν ἐναντίων λέγειν τολμῶντος, οἶμαι,

δεήσει ποτέ) πῶς γάρ; ἀφθονίας μακρᾶς προκειμένης ἡμῖν, ὁπόσην ἐμοὶ τῶν ἁγίων

βίβλοι κατὰ τὸ δαψιλὲς ἐπαντλοῦσι. τῶν μὲν γὰρ ἄλλων ἐνίοις, πρὸς λόγων ἀγῶνας

ἰοῦσιν, ἐξ ἀποριῶν ἀπορίας ἐνίοτε ἀντλεῖν περιγίνεται, ὃ καίριον εἴποιεν ἥκιστα

ἔχουσιν· ἐμὲ δ' ἐξ ἀπορίας μακρᾶς εἰς ἀπορίαν μακρὰν καινόν τινα καὶ παράδοξον

περιΐστησι τρόπον τὸ τῶν περιόντων ὅπλων πλῆθος, καὶ βελῶν καὶ τόξων καὶ

δοράτων (φάναι) παντοδαπῶν, εἰς ἄμυναν τῶν τῆς ἀληθείας ἐχθρῶν. ἀπορεῖν γὰρ

ἔμοιγε φαίη τις ἂν ἴσως νῦν περιεῖναι, οὐχ 2.1118 ὁποίων ἂν εὐποροίην ἀφορμῶν ἐς

τὴν τοῦ λέγειν παρασκευήν· ἀλλ' ὁπόσας ἂν ἁγίων καὶ οἵας ἂν παραλιπὼν

συμμαχίδας γραφὰς, μέρους λαβόμενος βραχυτάτου καὶ ἀποχρῶντος πρὸς ἔνδειξιν

τῆς τῶν ἐχθρῶν ἀῤῥωστίας, ἀπαλλαγῆναι γένοιτ' ἂν ἐν βραχεῖ. 2.1119 αʹ. Ἐμοὶ δ' ὃ

κἀν τοῖς πρόσθεν πολλάκις δεδρακέναι γέγονε, μετρίων διὰ μῆκος ἁπτομένῳ, καὶ

ὅσοις ἀφοσιοῦσθαι τὸ τῆς ἀληθείας κράτος ἐνῆν, τοῦτο δὲ κἀνταῦθα δρᾷν οὐκ ἔγωγ'

ἂν ὀκνήσαιμι. τί γὰρ δεῖ πανοπλίας ἐνταῦθα καὶ σπουδῆς πολεμικῆς, τῆς τῶν

ἀγώνων παραῤῥυείσης ὥρας, καὶ μαρανθέντος τοῦ ὑπεκκαύματος, καὶ τῶν τότε

ἀντιβαινόντων καὶ τὸ θυμούμενον τῆς ψυχῆς ἀναπτόντων, οὐκ ἐνὸν εἶναι μηδενὸς

ἐν τῷ νῦν εἶναι. ἄλλως τε κἀπειδὴ τῶν γε πλειόνων ἔφθημεν ἀνωτέρω μνησθέντες

μάλα γε ἀποχρώντως, ὡς ἔμοιγε φαίνεται, περιττόν μοι δοκεῖ 2.1120 καὶ τῶν

περιέργων οὐ μάλα τὸν πόδα κεκτημένον ἐλεύθερον, περὶ τῶν αὐτῶν ταὐτὰ

στρέφοντας ἀεὶ τὴν ἀκοὴν ἀποκναίειν. οὐδὲ γὰρ οὐδ' ὡς ἐκείνοις δήπου τότε

πλεῖστα μὲν εἴρηται, τυφλὰ δὲ πάντα καὶ ἄγονα καὶ πρὸς τὸν αὐτὸν τῆς ἀτοπίας

ἄγοντα πάντα κρημνὸν, οὕτω πολλῆς ἐνταυθοῖ κἀμοὶ δεήσει τῆς συμμαχίας. ἀλλ'

ὥσπερ ἐν τῷ τοῦ ἀγῶνος ἐκείνου καιρῷ διὰ βραχέων εἰς τὸν ἐκείνων ἐκείνους

ὠθήσας κρημνὸν ἀπήλλαγμαι, οὕτω καὶ πολλῷ μᾶλλον ἡσυχίας οὔσης, νῦν

μετριώτερον ἢ κατὰ τὴν τότ' ἀνάγκην μνησθέντος, οὐκ ἂν εἴη φάναι οὐδενὶ τῶν

ἁπάντων, ὡς οὐχ ἱκανῶς τῆς προθυμίας καὶ βουλήσεως ἔσχον ἐγὼ, κἀν τοῖς ἔργοις

αὐτοῖς αἰσθέσθαι σαφῶς τοὺς ἐντυγχάνοντας ἐπεπείκειν. ἃ γὰρ ἡμῖν τε πρόσθεν

εἴρηται καὶ ὁρᾷν τοῖς βουλομένοις πρόκειται, ἦπου πολλή τις ἂν εἴη ἄνοια, λέγειν

ὁμοίως ἀεὶ τὰ αὐτά. ὅσον γὰρ τοῖς ἀντιθέτοις ἐκείνοις δεῖ τῶν ἀεὶ παραλλάξεων, δι'

ἀῤῥωστίαν τῶν ἀεὶ λεγομένων αὐτοῖς, τοσοῦτον ἡμῖν, δι' εὐρωστίαν τῶν εἰρημένων,

δεῖ πρὸς τὰ ἑξῆς σιωπᾷν. παραπλησίως ὥσπερ, οἷς μὲν ἐν ἡλίῳ καὶ φωτὶ δρᾷν

ἔνεστιν ἃ δρῶσι, τούτοις δήπουθεν οὐδὲ μαρτύρων ἄν ποτ' οὐδένων δεήσοι, αὐτῶν

ἐξ αὐτομάτου (φάναι) τῶν πραγμάτων τὴν ἀλήθειαν μαρτυρούντων· οἷς δ' ἐν σκότῳ

καὶ νυκτὸς ἀδήλοις ἔνεστι βυθοῖς ἐγκυβιστᾷν τοὺς τῆς σπουδῆς θεμελίους, τούτοις

οὐκ ἔστιν ὀρθῶς συνορᾷν οὔθ' ὅθεν ἄρχεται, οὔθ' ὅπη τελευτᾷ τῶν δρω 2.1121

μένων ἡ βάσις. (Β.) Καὶ πρῶτόν γε δὴ λεκτέον ἡμῖν ἐστι περὶ τῶν πνευμάτων, ὧν ὁ

προφήτης ἐπὶ τὸν κύριον ἡμῶν καὶ σωτῆρα Χριστὸν ἀναπαύσεσθαι ἔφησεν· ἐπειδὴ

καὶ ὁ τῶν φίλων βέλτιστος ἡμῖν Καβασίλας τοῦτο πρῶτον ἡμῖν ὡς ἰσχυρὸν

ἐπεπράχει τῶν λόγων ἐκείνων πρόβλημα. ταῦτα τοίνυν ἑπτὰ ὄντα ἄκτιστά τε καὶ

ἅγια πνεύματα δεδογμάτικεν ἅπαντα εἶναι καθάπαξ ὁ Παλαμᾶς, καὶ οἱ θιασῶται. ἦν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

397

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!