Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

μονάδος πρόεισι, κατὰ τοσοῦτον διακρίνεται καὶ πληθύνεται· ὡς καὶ ἐν κέντρῳ πᾶσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συνυφεστήκασι, καὶ πάσας ἔχει τὸ κέντρον τὰς εὐθείας ἑνοειδῶς. ἀλλὰ καὶ ἐν τῇ ὅλῃ τῶν ὅλων φύσει πάντες οἱ λόγοι τῆς καθ' ἕκαστον φύσεως συνειλημμένοι εἰσὶ κατὰ μίαν ἀσύγχυτον ἕνωσιν, καὶ ἐν τῇ ψυχῇ μονοειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώματος δυνάμεις. οὐδὲν οὖν ἄτοπον, ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ πάντων αἴτιον ἀναβάντας ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι 2.1097 πάντα ἐν τῷ πάντων αἰτίῳ μονοειδῶς καὶ ἡνωμένως. εἰ δὲ καὶ ὁ καθ' ἡμᾶς ἥλιος τὰς τῶν αἰσθητῶν οὐσίας καὶ ποιότητας, καίτοι πολλὰς καὶ διαφόρους οὔσας, εἷς αὐτὸς ὢν, καὶ μονοειδὲς ἐπιλάμπων φῶς, ζωοῖ καὶ τρέφει, πολλῷ μᾶλλον ἐν τῷ καὶ αὐτοῦ τοῦ ἡλίου καὶ πάντων τῶν ὄντων αἰτίῳ προϋφεστάναι τὰ πάντων τῶν ὄντων παραδείγματα κατὰ μίαν ὑπερούσιον ἕνωσιν, συγχωρητέον· καθάπερ ἡ φωνὴ μία καὶ ἡ αὐτὴ πρὸς πολλῶν ἀκοῶν ὡς μία μετέχεται."2 (Γ.) Ἐπεὶ δὲ καὶ περὶ τόπου διαλαβεῖν ἡμᾶς ἐν ἐκείνοις συμπέπτωκεν, ἅτε καὶ αὐτοῦ συνεκτικῶς τε καὶ ἑνοειδῶς τὰ ἐν αὐτῷ περιέχοντος ἅπαντα, καὶ τὰ διάφορα εἶναι δοκοῦντα, ἀναγκαῖον καὶ τούτου τὴν τῶν θείων τῆς ἐκκλησίας διδασκάλων, καθάπερ τι τῶν ἀναγκαίων χρεῶν, συμφωνίαν ἀποπιμπλάναι. "1ὁ θεὸς ἄϋλος ὢν, καὶ ἀπερίγραπτος, ἐν τόπῳ οὐκ ἔστιν. αὐτὸς γὰρ ἑαυτοῦ τόπος ἐστὶν, ὁ τὰ πάντα πληρῶν καὶ ὑπὲρ τὰ πάντα ὢν, κἂν αὐτὸς συνέχων τὰ πάντα. ἰστέον δὲ ὅτι τὸ θεῖον ἀμερές ἐστιν, ὅλον ὁλικῶς πανταχοῦ ὂν, καὶ οὐ μέρος ἐν μέρει σωματικῶς διαιρούμενον, ἀλλ' ὅλον ἐν πᾶσι καὶ ὅλον ὑπὲρ τὸ πᾶν. ὁ δ' ἄγγελος σωματικῶς μὲν ἐν τόπῳ οὐ περιέχεται, ὥστε τυποῦσθαι καὶ σχηματίζεσθαι· ὅμως λέγεται εἶναι ἐν τόπῳ, διὰ τὸ παρεῖναι νοητῶς που καὶ ἐνεργῶν κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ μὴ εἶναι ἀλλαχοῦ."2 (∆.) Ἐγὼ δ' ἐκ πολλῶν πολλὰ 2.1098 συνείρειν δυνάμενος ὅμοια μόνοις ἀρκεῖσθαι κέκρικα τοῖς ∆ιονυσίου τοῦ Ἀρειοπαγίτου, πλήρη πεπαιδευμένοις ὄντα ἀνδράσι. περὶ γάρ τοι τῶν ἀπαιδεύτων λόγος ἡμῖν οὐδένων οὐδείς. λῆρος γάρ σφισι λόγος ἅπας καὶ μοῦσα παιδευτικὴ καὶ ἤθους ῥυθμὸς καὶ (οὐδ' ἐλαχίστου δέω λέγειν) εὐσέβεια πᾶσα καὶ κανόνες ἐκκλησίας εὐνομουμένης. ὅμως τε περὶ βουλήσεως καὶ δυνάμεως καὶ ζωῆς καὶ σοφίας καὶ τῶν τοιούτων ἐπ' ἐκείνοις μὲν παμπληθὲς διεξῆλθον· ὑμῖν δ' ἐνταυθοῖ προτιθέναι, φορτικὸν ἐμοί γε φαίνεται καὶ οὐδ' ἄλλως ἀναγκαῖον. τὴν γὰρ ἐν τούτοις ἀνάγκην καὶ καιρῶν δεῖσθαι πολεμίων ἀνάγκη, ὅτε δὴ μαχίμου (φάναι) κόνεως ἀναῤῥιπιζομένης ἐν μέσῳ μάλα σφοδρῶς ἀναφλεγόμενον τὸ θερμὸν τῆς ψυχῆς ἀκάθεκτον ἔχει τὴν οἴκοθεν ὁρμὴν, ἐπὶ ξυροῦ τῶν κινδύνων αἰωρουμένων· τῆς δ' ἀκμῆς ἐκείνης παρελθούσης, καὶ τοῦ μαχίμου θώρακος καὶ τῶν ὅπλων ἐκείνων ῥιφέντων, ἐς τοὐναντίον χωρεῖ καὶ τὰ τῆς σπουδῆς, μαραινομένου τοῦ ὑπεκκαύματος καὶ τῆς ἀφορμῆς τοῦ πολέμου κατὰ μικρὸν ἀπιούσης ἐς λήθην, μετά γε τῆς τῶν ὅπλων ἀπαλλαγῆς. διὸ καὶ ἡμῖν ἐῤῥᾳθυμημένως πως ἤδη τῇ πρὸς ὑμᾶς διηγήσει μετὰ τὴν ζάλην ἐκείνην χρωμένοις ἐνεῖναι συγγνώμην οὐδὲν ἀπεικός· ἐξεῖναι γὰρ, κἀκ τῶν εἰρημένων, συνεῖναι ὑμᾶς τὴν τῶν σοφῶν ἑκατέρων συμφωνίαν, τῶν τε ἡμετέρων δηλαδὴ καὶ τῶν θύραθεν, ὅπως ταὐτὰ καὶ φρονοῦσι καὶ φθέγγονται περὶ τῆς θείας ἁπλότητος, εἶναι παγχάλεπον καὶ σφόδρα τῶν ἀδυνά 2.1099 των, σύνθεσιν ἐννοεῖν ἢ διαφορὰν, πλὴν ὀνομάτων μόνον, οὐσίας τε καὶ βουλήσεως καὶ δυνάμεως καὶ ζωῆς καὶ σοφίας, καὶ ἁπλῶς ἐνεργείας ἁπάσης. ὥσπερ γὰρ ἐπίσης δίδωσιν ὁ θεὸς εὐσεβέσι καὶ ἀσεβέσιν, Ἕλλησί τε καὶ βαρβάροις, καὶ συλλήβδην πᾶσιν ἔθνεσιν εἰπεῖν, οὐρανὸν καὶ γῆν, ἀέρα τε καὶ ὑετὸν, ἥλιόν τε καὶ σελήνην, καὶ τἀναγκαῖα πάντα· οὕτω καὶ τοὺς τῶν ἀναγκαίων τεχνῶν κανόνας ἐπίσης παρέχεται πᾶσιν, ὁμοφύλοις καὶ ἀλλοφύλοις. οὐ γὰρ ἄλλη μὲν ἡ τεκτονικὴ παρ' Ἕλλησι στάθμη, παρὰ Σκύθαις δ' ἄλλη· καὶ Μήδοις καὶ Πέρσαις ὁμοίως. οὐ μὴν οὐδὲ τοῦ γεωργεῖν καὶ κυνηγετεῖν, καὶ τῶν τοιούτων, διαφορά. ἀλλὰ τῆς θρησκείας διαφερούσης, τὰ τῆς τέχνης ἔχει συνάφειαν. οὕτω δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 390

κἀπὶ τῆς λεξικῆς ἐπιστήμης ἐστὶν ὁρᾷν. ὅσοι μὲν γὰρ τῇ αὐτῇ κέχρηνται διαλέκτῳ, τῇ τῶν πρώτων εὐδοκιμησάντων ὁμογενῶν ἐπιστήμῃ καὶ τέχνῃ τούτους κεχρῆσθαι χρεὼν, Φοίνικας λέγω καὶ Πέρσας καὶ Ἀσσυρίους. καὶ ἵνα τοὺς ἄλλους παρέλθωμεν, καὶ ὁπόσοι τῇ Ἑλλάδι κέχρηνται γλώσσῃ, ἀνάγκη καὶ τούτοις τῇ τῶν ἀρχηγῶν τῆς εὑρέσεως χρῆσθαι μεθόδῳ καὶ τέχνῃ, καθάπερ στάθμῃ τινὶ, εἰ μὴ βούλοιτό τις πλείω σολοικίζειν ἢ φθέγγεσθαι. ὃ δὴ καὶ Ἰουλιανῷ τῷ δυσσεβεῖ ληφθὲν ἐπὶ νοῦν ἐμποδὼν τοῖς εὐσεβοῦσι στῆναι πέπεικεν, Ἑλληνικοῖς ῥυθμίζεσθαι λόγοις τὴν γλῶτταν. μόνον τῆς ἐκλογῆς ὑγιῶς ἀνθεκτέον ἐκεῖθεν, καὶ κατὰ τὴν ἐμμελῆ τε καὶ ἐναρμόνιον τῶν ἁγίων ἡμῶν συμφωνίαν. ἦ γὰρ οὐκ ἂν φθάνοι ταράττων τὰ πά 2.1100 τρια τῆς ἐκκλησίας ἱερὰ δόγματα, δι' ἀμαθίαν ἢ μοχθηρίαν ἀτόπου γνώμης καὶ προαιρέσεως, κακῶς ἐκλαμβάνων καὶ διαστρέφων τὸν ἐγκείμενον ταῖς λέξεσι νοῦν, ὁμοίως τῷ σῷ Παλαμᾷ καὶ ὑμῖν, ἐκείνῳ ταὐτὰ φθεγγομένοις ἀρτίως τά τε ἄλλα καὶ τρεῖς ὁμολογοῦσι φύσεις ἐπὶ τοῦ Σωτῆρος μεταμορφώσεως, μίαν μὲν τῆς ἀνθρωπότητος, δύο δὲ ταῖν δυεῖν θεοτήτων, τῆς τε ἀφανοῦς καὶ τῆς παραδειχθείσης ἀκτίστου δευτέρας θεότητος καθ' ὑμᾶς· ὧν τὴν μὲν ἀμέθεκτον πᾶσι πάντη φατὲ, τὴν δὲ μεθεκτήν· ὡς ἀναγκάζεσθαι πάλιν ἡμᾶς, καὶ τούτων τὴν ἀτοπίαν ἐλέγχειν. (Ε.) Καὶ πρῶτόν γε τὸν περὶ μεθέξεως λόγον ἐνεγκόντες εἰς μέσον ἴδωμεν πῶς ὁ σὸς Παλαμᾶς ἐκ τῶν γραφῶν ποιεῖται τὴν ἐκλογὴν τῶν τε ἡμετέρων καὶ θύραθεν. ὡς γὰρ πολλοὶ μὲν, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί, οὕτω καὶ πολλῶν τὴν τῶν γραφῶν ἐκλογὴν ποιουμένων, τἀσφαλὲς ὀλίγοις πρόσεστι. μέμνημαι γὰρ τῶν Ἑλλήνων ἐνίους πὴ μὲν ὅμοια τοῖς ἡμῶν φθεγγομένους ἁγίοις, ὧν ἡμῖν ἔνια παρειληφόσιν ἐς τὴν τῶν ἁγίων ἅμιλλαν συνεισενεγκεῖν ἐγεγόνει, πὴ δ' ἀνόμοιά τε καὶ ἐναντία· ἀφ' ὧν τοῖς περὶ Παλαμᾶν ἐκλέγεσθαι τὰ κατὰ γνώμην πέπρωται, κανθάροις ἴσα, οἷς μισεῖν μὲν πέφυκεν ὅσα εὐώδη, ὅσα δ' ἀπόζει μακρᾶς δυσωδίας, ταῦτα δ' ἀσμένως προσίεσθαι. ( ʹ.) Φησὶ τοίνυν ὁ Πλατωνικὸς Πρόκλος ἐν τοῖς αὐτοῦ θεολογικοῖς· "1πᾶν τὸ μετέχον τοῦ μετεχομένου καταδεέστερον· καὶ 2.1101 τὸ μετεχόμενον, τοῦ ἀμεθέκτου. τὸ γὰρ μετέχον, ἀτελὲς μὲν ὂν πρὸ τῆς μεθέξεως, τέλειον δὲ τῇ μεθέξει γινόμενον, δεύτερόν ἐστι πάντως τοῦ μετεχομένου, καθὸ τέλειόν ἐστι μετασχόν. ᾗ γὰρ ἀτελὲς ἦν, ταύτῃ τοῦ μετασχεθέντος, ὃ ποιεῖ τέλειον αὐτὸ, καταδεέστερον. τὸ δὲ μετεχόμενόν τινος ὂν, καὶ οὐ πάντων, τοῦ πάντων ὄντος, καὶ οὔ τινος, πάλιν ὑφειμένην ἔλαχεν ὕπαρξιν. τὸ μὲν γὰρ τῷ πάντων αἰτίῳ συγγενέστερον, τὸ δὲ ἧττον συγγενές. ἡγεῖται ἄρα τὸ μὲν ἀμέθεκτον τῶν μετεχομένων· ταῦτα δὲ, τῶν μετεχόντων. ὡς γὰρ, συνελόντι φάναι, τὸ μέν ἐστιν ἓν πρὸ τῶν πολλῶν· τὸ δὲ μετεχόμενον ἐν τοῖς πολλοῖς ἓν ἅμα καὶ οὐχ ἕν· τὸ δὲ μετέχον πᾶν οὐχ ἓν ἅμα καὶ ἕν."2 σκεπτέον ἐνταῦθα πρὸς θεοῦ, πῶς πολλῶν τῶν τοῦ Ἕλληνος ὄντων δογμάτων περὶ θεοῦ, ὧν τὰ πλείω τοῦ νοσεῖν πως ἀπήλλακται, ὅδε τῷ μάλα νοσοῦντι προσετετήκει μέρει, ὃ κἂν αὐτῷ παρόντι τῷ Ἕλληνι μετάμελον ἐχορήγει, τἀτόπημα δημοσιευόμενον βλέποντι· ἢ πῶς οὐκ ἂν ᾐδέσθη τὸν ἔλεγχον αὐτόθεν αἰσχύνοντα, βλέπων ὡς αὐτὸς ἑαυτῷ μάχοιτο, τἀναντία τοῖς πρότερον ἐνταυθοῖ δογματίζων; τρεῖς μὲν γὰρ ἐνταῦθα τάξεις ποιεῖται· μίαν μὲν τὴν τοῦ ἀμεθέκτου καὶ ὑπερκειμένου θεοῦ, δευτέραν δὲ τὴν τοῦ μεθεκτοῦ γένους, καὶ τρίτην τῶν μετεχόντων. καὶ ἡγεῖται τοσοῦτον ὑπερ 2.1102 κεῖσθαι τῶν μεθεκτῶν τὸ ἀμέθεκτον, ὅσον ταῦτα τῶν μετεχόντων. πρόσθεν δ' ἐδείκνυ πᾶν τοὐναντίον. τὸ γὰρ ἓν ἔλεγεν εἶναι πάντων ἀρχὴν καὶ πάντη μετεχόμενον ὑπὸ τοῦ πλήθους, τουτέστιν ὑπὸ πάντων. πῶς γὰρ ἂν ὑπὲρ τὰ πάντα ἦν καὶ πάντων αἴτιον τῶν ὄντων, εἴπερ τὸ ἀσχέτῳ τε καὶ ἀμεθέκτῳ πρὸς ταῦτ' εἶναι προσῆν αὐτῷ; τοῦ γὰρ τὰ πάντα πληροῦντος καὶ ἐν πᾶσιν ὄντος, πῶς οὐ μεθέξει πάντα; ἀλλ' ἔοικε δεδιότι, μὴ καὶ τὸ θεῖον ὑπὸ τῶν πασχόντων, καθάπερ τὰ σώματα, μερισθῇ. οὐδὲ γὰρ ἔφθη μαθὼν, ὡς ὁ θεὸς ἁπλοῦς ὢν πανταχῆ ἐστιν ὁλικῶς, καὶ οὐδαμοῦ· καὶ μετέχεται μὲν ὑφ' Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 391

μονάδος πρόεισι, κατὰ τοσοῦτον διακρίνεται καὶ πληθύνεται· ὡς καὶ ἐν κέντρῳ

πᾶσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συνυφεστήκασι, καὶ πάσας ἔχει τὸ

κέντρον τὰς εὐθείας ἑνοειδῶς. ἀλλὰ καὶ ἐν τῇ ὅλῃ τῶν ὅλων φύσει πάντες οἱ λόγοι

τῆς καθ' ἕκαστον φύσεως συνειλημμένοι εἰσὶ κατὰ μίαν ἀσύγχυτον ἕνωσιν, καὶ ἐν τῇ

ψυχῇ μονοειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώματος

δυνάμεις. οὐδὲν οὖν ἄτοπον, ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ πάντων αἴτιον ἀναβάντας

ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι 2.1097 πάντα ἐν τῷ πάντων αἰτίῳ μονοειδῶς καὶ

ἡνωμένως. εἰ δὲ καὶ ὁ καθ' ἡμᾶς ἥλιος τὰς τῶν αἰσθητῶν οὐσίας καὶ ποιότητας,

καίτοι πολλὰς καὶ διαφόρους οὔσας, εἷς αὐτὸς ὢν, καὶ μονοειδὲς ἐπιλάμπων φῶς,

ζωοῖ καὶ τρέφει, πολλῷ μᾶλλον ἐν τῷ καὶ αὐτοῦ τοῦ ἡλίου καὶ πάντων τῶν ὄντων

αἰτίῳ προϋφεστάναι τὰ πάντων τῶν ὄντων παραδείγματα κατὰ μίαν ὑπερούσιον

ἕνωσιν, συγχωρητέον· καθάπερ ἡ φωνὴ μία καὶ ἡ αὐτὴ πρὸς πολλῶν ἀκοῶν ὡς μία

μετέχεται."2 (Γ.) Ἐπεὶ δὲ καὶ περὶ τόπου διαλαβεῖν ἡμᾶς ἐν ἐκείνοις συμπέπτωκεν,

ἅτε καὶ αὐτοῦ συνεκτικῶς τε καὶ ἑνοειδῶς τὰ ἐν αὐτῷ περιέχοντος ἅπαντα, καὶ τὰ

διάφορα εἶναι δοκοῦντα, ἀναγκαῖον καὶ τούτου τὴν τῶν θείων τῆς ἐκκλησίας

διδασκάλων, καθάπερ τι τῶν ἀναγκαίων χρεῶν, συμφωνίαν ἀποπιμπλάναι. "1ὁ θεὸς

ἄϋλος ὢν, καὶ ἀπερίγραπτος, ἐν τόπῳ οὐκ ἔστιν. αὐτὸς γὰρ ἑαυτοῦ τόπος ἐστὶν, ὁ τὰ

πάντα πληρῶν καὶ ὑπὲρ τὰ πάντα ὢν, κἂν αὐτὸς συνέχων τὰ πάντα. ἰστέον δὲ ὅτι τὸ

θεῖον ἀμερές ἐστιν, ὅλον ὁλικῶς πανταχοῦ ὂν, καὶ οὐ μέρος ἐν μέρει σωματικῶς

διαιρούμενον, ἀλλ' ὅλον ἐν πᾶσι καὶ ὅλον ὑπὲρ τὸ πᾶν. ὁ δ' ἄγγελος σωματικῶς μὲν

ἐν τόπῳ οὐ περιέχεται, ὥστε τυποῦσθαι καὶ σχηματίζεσθαι· ὅμως λέγεται εἶναι ἐν

τόπῳ, διὰ τὸ παρεῖναι νοητῶς που καὶ ἐνεργῶν κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ μὴ εἶναι

ἀλλαχοῦ."2 (∆.) Ἐγὼ δ' ἐκ πολλῶν πολλὰ 2.1098 συνείρειν δυνάμενος ὅμοια μόνοις

ἀρκεῖσθαι κέκρικα τοῖς ∆ιονυσίου τοῦ Ἀρειοπαγίτου, πλήρη πεπαιδευμένοις ὄντα

ἀνδράσι. περὶ γάρ τοι τῶν ἀπαιδεύτων λόγος ἡμῖν οὐδένων οὐδείς. λῆρος γάρ σφισι

λόγος ἅπας καὶ μοῦσα παιδευτικὴ καὶ ἤθους ῥυθμὸς καὶ (οὐδ' ἐλαχίστου δέω λέγειν)

εὐσέβεια πᾶσα καὶ κανόνες ἐκκλησίας εὐνομουμένης. ὅμως τε περὶ βουλήσεως καὶ

δυνάμεως καὶ ζωῆς καὶ σοφίας καὶ τῶν τοιούτων ἐπ' ἐκείνοις μὲν παμπληθὲς

διεξῆλθον· ὑμῖν δ' ἐνταυθοῖ προτιθέναι, φορτικὸν ἐμοί γε φαίνεται καὶ οὐδ' ἄλλως

ἀναγκαῖον. τὴν γὰρ ἐν τούτοις ἀνάγκην καὶ καιρῶν δεῖσθαι πολεμίων ἀνάγκη, ὅτε

δὴ μαχίμου (φάναι) κόνεως ἀναῤῥιπιζομένης ἐν μέσῳ μάλα σφοδρῶς

ἀναφλεγόμενον τὸ θερμὸν τῆς ψυχῆς ἀκάθεκτον ἔχει τὴν οἴκοθεν ὁρμὴν, ἐπὶ ξυροῦ

τῶν κινδύνων αἰωρουμένων· τῆς δ' ἀκμῆς ἐκείνης παρελθούσης, καὶ τοῦ μαχίμου

θώρακος καὶ τῶν ὅπλων ἐκείνων ῥιφέντων, ἐς τοὐναντίον χωρεῖ καὶ τὰ τῆς

σπουδῆς, μαραινομένου τοῦ ὑπεκκαύματος καὶ τῆς ἀφορμῆς τοῦ πολέμου κατὰ

μικρὸν ἀπιούσης ἐς λήθην, μετά γε τῆς τῶν ὅπλων ἀπαλλαγῆς. διὸ καὶ ἡμῖν

ἐῤῥᾳθυμημένως πως ἤδη τῇ πρὸς ὑμᾶς διηγήσει μετὰ τὴν ζάλην ἐκείνην χρωμένοις

ἐνεῖναι συγγνώμην οὐδὲν ἀπεικός· ἐξεῖναι γὰρ, κἀκ τῶν εἰρημένων, συνεῖναι ὑμᾶς

τὴν τῶν σοφῶν ἑκατέρων συμφωνίαν, τῶν τε ἡμετέρων δηλαδὴ καὶ τῶν θύραθεν,

ὅπως ταὐτὰ καὶ φρονοῦσι καὶ φθέγγονται περὶ τῆς θείας ἁπλότητος, εἶναι

παγχάλεπον καὶ σφόδρα τῶν ἀδυνά 2.1099 των, σύνθεσιν ἐννοεῖν ἢ διαφορὰν, πλὴν

ὀνομάτων μόνον, οὐσίας τε καὶ βουλήσεως καὶ δυνάμεως καὶ ζωῆς καὶ σοφίας, καὶ

ἁπλῶς ἐνεργείας ἁπάσης. ὥσπερ γὰρ ἐπίσης δίδωσιν ὁ θεὸς εὐσεβέσι καὶ ἀσεβέσιν,

Ἕλλησί τε καὶ βαρβάροις, καὶ συλλήβδην πᾶσιν ἔθνεσιν εἰπεῖν, οὐρανὸν καὶ γῆν,

ἀέρα τε καὶ ὑετὸν, ἥλιόν τε καὶ σελήνην, καὶ τἀναγκαῖα πάντα· οὕτω καὶ τοὺς τῶν

ἀναγκαίων τεχνῶν κανόνας ἐπίσης παρέχεται πᾶσιν, ὁμοφύλοις καὶ ἀλλοφύλοις. οὐ

γὰρ ἄλλη μὲν ἡ τεκτονικὴ παρ' Ἕλλησι στάθμη, παρὰ Σκύθαις δ' ἄλλη· καὶ Μήδοις

καὶ Πέρσαις ὁμοίως. οὐ μὴν οὐδὲ τοῦ γεωργεῖν καὶ κυνηγετεῖν, καὶ τῶν τοιούτων,

διαφορά. ἀλλὰ τῆς θρησκείας διαφερούσης, τὰ τῆς τέχνης ἔχει συνάφειαν. οὕτω δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

390

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!