Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

διάθεσιν εἴ τις ὀνομάζει πρόνοιαν, οὕτω νοείτω· ὅτι ἐστὶ πρὸ τοῦδε νοῦς τοῦ παντὸς ἑστὼς, ἀφ' οὗ καὶ καθ' ὃν πᾶν τόδε. εἰ μὲν οὖν νοῦς πρὸ πάντων καὶ ἀρχὴ ὁ τοιοῦτος νοῦς, οὐκ ἂν εἴη ὡς ἔτυχε."2 καὶ αὖθίς φησιν, ὡς "1ἁπλῆ ἐστιν ἡ τοῦ νοῦ οὐσία, καὶ οὐκ ἄλλο νόησις, καὶ ἄλλο νοῦς. οἱ γὰρ λέγοντες ἄλλως προστιθέασιν αὐτῇ, ὥσπερ ὀφθαλμοῖς τὸ ὁρᾷν. ἐατέον οὖν ἐπὶ τῆς ἁπλῆς φύσεως, τἄλλα μηδεμιᾶς ἐπικουρίας δεομένης. ὃ γὰρ ἂν προσθῇς, ἠλάττωσε τῇ προσθήκῃ τὴν οὐδενὸς δεομένην."2 καὶ πολλὰ πολλαχῆ περὶ τούτου διεξελθὼν ἐπιφέρει καὶ Πλάτωνα, 2.1091 βεβαιοῦντα τὸν λόγον αὐτοῦ. "1νοῦς γὰρ,"2 φησὶ, "1μὴ νοῶν ἀνόητος ἂν εἴη."2 καὶ Ἀριστοτέλης δ' ὁμοίως· "1τέλειος,"2 φησὶ, "1νοῦς αὐτοφυής ἐστιν ἐνέργεια, καὶ ταὐτόν ἐστιν ἐπ' αὐτοῦ, ταὐτὸν καὶ ἐνέργεια· ἢ οὐ μεταβάλλει, ἄλλο τι ὢν τὴν οὐσίαν καὶ ἄλλο τὴν ἐνέργειαν."2 ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι. (Θ.) Ἴδωμεν δὲ καὶ τῶν σοφῶν καὶ ἁγίων διδασκάλων τῆς ἐκκλησίας τὴν συμφωνίαν. "1ὁ θεὸς οὔτε νοῶν λέγεται κυρίως, οὔτε νοούμενος, ἵνα μὴ σύνθετος λογισθῇ. τό,τε γὰρ νοοῦν συνεπιθεωρουμένην ἔχει τὴν τοῦ νοεῖν δύναμιν, τό,τε νοούμενον τὴν τοῦ νοεῖσθαι. ἀλλ' οὐδὲ νόησις· ἡ γὰρ νόησις ἔχει φυσικῶς ὑποκειμένην δεκτικὴν αὐτῆς οὐσίαν. λοιπὸν οὖν, ὑπὲρ ταῦτα πάντα· εἰ μή που νόησιν αὐτὸν εἴποιμεν αὐτὸ κατ' οὐσίαν. καὶ ὅλον νόησιν, καὶ μόνον νόησιν, καὶ νόησιν ὑπὲρ νόησιν."2 καὶ ἀλλαχοῦ· "1ἡ αὐτοϋπεραγαθότης, νοῦς οὖσα καὶ ὅλη ἐνέργεια, εἰς ἑαυτὴν ἐστραμμένη, ἐνεργείᾳ δ', οὐ δυνάμει, πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργείᾳ γινομένη. ὅθεν καί ἐστι νοῦς μόνον καθαρὸς, οὐκ ἐπείσακτον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ' ἑαυτοῦ πάντα νοεῖ. εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλο ἐστὶν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ, αὐτὸς ἀνόητος ἔσται, ἤγουν ἡ οὐσία αὐτοῦ."2 (Ι.) Καὶ ταῦτα μὲν ἐξ αὐτοσχεδίου τέως ἡμῖν εἴρηται. σχολῆς δέ μοι προσγενομένης, 2.1092 εἰρήσεται κἀκ τῶν ἄλλων σοφῶν καὶ θείων τῆς ἐκκλησίας ἡμῶν διδασκάλων κατὰ πλῆθος τὰ παραπλήσια. ἔξεστι δ' οὖν ὅμως κἀκ τούτων ἐπιγνῶναι τῆς συμφωνίας τὸ κράτιστον, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ θείας οὐσίας ταὐτὸν εἶναι πρὸς πάντων ὁμοῦ μαρτυρεῖται, τῶν τε θύραθεν καὶ τῶν καθ' ἡμᾶς σοφωτάτων ἀνδρῶν, οὐσία τε καὶ ἐνέργεια. ἐπεὶ τοίνυν ἐς τὸ ἀναμφίλεκτόν τε καὶ ἀναντίῤῥητον ἐπιεικῶς ἡμῖν δέδεικται τὸ ἀδιαίρετόν τε καὶ ἀδιάφορον τῆς οὐσίας καὶ ἐνεργείας ἐπὶ τῆς θείας καὶ ἁπλῆς φύσεως πανταχόθεν, φέρε κἀκ τῆς μονάδος καὶ τοῦ ἑνὸς καὶ τοῦ ἀγαθοῦ τὴν τῆς οὐσίας καὶ ἐνεργείας ταὐτότητα δείξωμεν αὖθις ὁμοίως. "1πάντα τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα,"2 φησὶν, "1ὅσα τε πρώτως ἐστὶν ὄντα καὶ ὅσα ὁπωσοῦν λέγεται ἐν τοῖς οὖσιν εἶναι. τί γὰρ ἂν καὶ εἴη, εἰ μὴ ἓν εἴη; ἐπείπερ ἀφαιρεθέντος τοῦ ἑνὸς, οὐκ ἔστιν ἐκεῖνα· οὔτε γὰρ στρατὸς, οὔτε χορὸς, εἰ μή ἐστι τὸ ἕν. καὶ δὴ καὶ τὰ τῶν φυτῶν καὶ ζώων σώματα, εἰ φεύγει τὸ ἓν εἰς πλῆθος θρυπτόμενα, τὴν οὐσίαν αὐτῶν ἣν εἶχεν ἀπώλεσεν, οὐκ ἔτι ὄντα ἃ ἦν. ὅστις δ' οἴεται τὰ ὄντα τύχῃ καὶ τῷ αὐτομάτῳ διοικεῖσθαι, καὶ σωματικαῖς συνέχεσθαι αἰτίαις, οὗτος πόῤῥω ἀπελήλαται θεοῦ καὶ ἐννοίας ἑνός. εἴπερ δεῖ τι αὐταρκέστατον εἶναι, τὸ ἓν εἶναι δεῖ. τόπος δὲ οὐδεὶς αὐτοῦ. οὐ γὰρ δεῖται ἱδρύσεως, ὡς αὑτὸ φέρειν μὴ δυνάμενον· τό,τε ἱδρυθησόμενον ἄψυχον, καὶ ὄγκος πίπτων, ἐὰν μήπω ἱδρυθῇ. ἐνδεὲς γὰρ, καὶ τόπον 2.1093 ζητοῦν. ἀρχὴ δὲ οὐκ ἐνδεὲς τῶν μετ' αὐτό. ἡ δὲ πάντων ἀρχὴ ἀνενδεὲς ἁπάντων. ὅ,τι γὰρ ἐνδεὲς, ἐφιέμενον ἀρχῆς, ἐστὶν ἐνδεές. εἰ οὖν τὸ ἓν ἐνδεὲς, τῷ ζητεῖν δηλονότι μὴ εἶναι ἕν· ὥστε ἐνδεὲς ἔσται τοῦ φθεροῦντος. ὥστε τῷ ἑνὶ οὐδὲν ἀγαθόν ἐστιν· οὐδὲ βούλησις τοίνυν οὐδενός· ἀλλ' ἔστιν ὑπὲρ ἀγαθὸν, καὶ αὐτὸ οὐχ ἑαυτῷ τοῖς δ' ἄλλοις ἀγαθὸν, εἴ τι αὐτοῦ δύναται μεταλαμβάνειν· οὐδὲ νόησις, ἵνα μὴ ἑτερότης, οὐδὲ κίνησις. πρὸ γὰρ κινήσεως καὶ πρὸ νοήσεως. ἢ νοήσεως δεήσεται, ἵνα γνῷ ἑαυτὸν ὁ αὐτάρκης ἑαυτῷ. νόησις γὰρ οὐ νοεῖ, ἀλλ' αἰτία τοῦ νοεῖν ἄλλῳ. τὸ δ' αἴτιον οὐ ταὐτὸν τῷ αἰτιατῷ. τὸ δὲ πάντων αἴτιον οὐδέν ἐστιν ἐκείνων. οὐ τοίνυν οὐδ' ἀγαθὸν λεκτέον τοῦτο ὃ παρέχει, ἀλλ' ἄλλως τἀγαθὸν ὑπὲρ τὰ ἄλλα ἀγαθά."2 (ΙΑ.) Τὰ δ' αὐτὰ ὁ Πλατωνικὸς διέξεισι Πρόκλος περὶ τοῦ ἑνὸς καὶ τοῦ ἀγαθοῦ· καὶ ὁ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 388

τοῖς θεολογικοῖς ἐντυγχάνων ἐκείνου εἴσεται σαφῶς τὴν συμφωνίαν. ἐμοὶ γὰρ οὐ σχολάζειν αἱ τῆς κεφαλῆς ἐῶσιν ἀλγηδόνες ἐν τούτοις. εἴσεται δ' ἐν ταὐτῷ καὶ τὴν Πλάτωνος περὶ τὰ τοιαῦτα δόξαν ἐξ αὐτοῦ, εἴπερ αὐτὸς τῷ γε πλείονι μέρει τἀκείνου φθέγγεται πάντα. ∆εικτέον δ' ὅμως ἐκ μέρους τὰ πλείω. φησὶν οὖν· "1πᾶν τὸ γινόμενον ἐν μεθέξει τοῦ ἑνὸς γίνεται ἕν. αὐτὸ μὲν γὰρ οὐχ ἕν ἐστι. καθὸ δὲ πέπονθε τὴν μετοχὴν τοῦ ἑνὸς, ἕν ἐστιν. εἰ γὰρ γίνοιτο ἓν, ἃ μή ἐστιν ἓν καθ' ἑαυτὰ, 2.1094 συνιόντα δήπου καὶ κοινωνοῦντα ἀλλήλοις, γίνεται ἓν καὶ ὑπομένει τὴν τοῦ ἑνὸς παρουσίαν, οὐκ ὄντα ὅπερ ἕν. μετέχει ἄρα τοῦ ἑνὸς ταύτῃ, ᾗ πάσχει τὸ ἓν γενέσθαι. εἰ μὲν γὰρ ἤδη ἐστὶν ἓν, οὐ γίνεται ἕν. τὸ γὰρ ὂν οὐ γίνεται ὃ ἤδη ἐστίν. εἰ δὲ γίνεται, τῷ μὴ ἓν εἶναι πρότερον, ἕξει τὸ ἓν, ἐγγενομένου τινὸς ἐν αὐτοῖς ἑνός. βʹ. Ἐγὼ μὲν οὖν ταῦτα εἰπὼν ᾤμην λόγου ἀπηλλάχθαι· μηδὲ γὰρ δεῖσθαι πλειόνων ἔτι καὶ σαφεστέρων μαρτυριῶν, εἰς παράστασιν τῆς ἑνιαίας ἐκείνης καὶ μοναδικῆς καὶ θείας ἁπλότητος, καὶ ὅσα δεικνῦσιν ἕτερα περὶ θεοῦ τῶν πάλαι σοφῶν οἱ λόγοι, ὑπεράγαθον αὐτὸν καλοῦντες, καὶ τόπον ὑπὲρ τόπον, καὶ νόησιν ὑπὲρ νόησιν, καὶ κίνησιν ὑπὲρ κίνησιν, τοῖς ἁγίοις ὁμοίως, ἅτε ὑφ' ἑνὶ καὶ τῷ αὐτῷ τούτοις κανόνι τυπούμενοι τῆς τεχνικῆς παιδείας καὶ ἐπιστήμης, κοινῇ τοῖς πᾶσι πρὸς τοῦ θεοῦ βραβευθείσης, ὁπόσοι διαλέκτῳ κέχρηνται τῇ αὐτῇ. (Β.) Οἱ δ' οὐκ ἀφίσταντό μου, τὴν συμφωνίαν κἀκ τῶν ἱερῶν ἀπαιτοῦντες ὄψεσιν αὐταῖς ἀναλαμβάνειν βιβλίων. οὐ γὰρ ἐνέτυχον οὐδαμῆ πω οὔθ' ἱεραῖς, οὔτε τισὶ τῶν θύραθεν περὶ ὅτων δήποτε βίβλων φιλοπονώτερον, ἵν' εἴη καὶ ἡμῖν, πρὸς εἰδότας γε ποιουμένοις τὸν λόγον, τὰ τῶν πόνων κουφότερα· ἀλλ' ἃ πρὸς τοῦ διδασκάλου Παλαμᾶ συνέβαινέ σφισιν ἄκροις ἀκούειν ὠσὶ, ταῦτ' ἐδέ 2.1095 χοντο καὶ ἐπίστευον λίαν ἀπονητὶ, ἀταλαίπωρον ἀπιστίαν πίστεως ἀλλαττόμενοι, δι' ἀκαιρίαν νοῦ, μᾶλλον δὲ διὰ γνώμης καίριον μοχθηρίαν, ἀσέβειαν παρά γε τοῦ μὴ εἰδότος οἱ μὴ εἰδότες λαμβάνοντες. ταύτῃ τοι καὶ παραχρῆμα παράγειν ἐπῄει μοι ∆ιονυσίου τοῦ Ἀρειοπαγίτου ταυτί. "1Ἓν μέν ἐστι τὸ ὄντως ὂν καὶ καλὸν καὶ ἀγαθὸν καὶ σοφὸν, οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται· μετέχουσι δ' αὐτοῦ οὐχ ἑνιαίως, καίτοι ἑνὸς καὶ ταὐτοῦ ὄντος· ἀλλ' ὡς ἑκάστῳ τὰ θεῖα διανέμει ζυγὰ, κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα."2 καὶ πάλιν· "1ὥσπερ ἓν μὲν ἡ μονὰς, πρὸ πάντων δέ ἐστι τῶν ἀριθμῶν, καὶ αἰτία ἐστὶ παντὸς ἀριθμοῦ καὶ οὐκ ἔστιν ἀριθμὸς, ἀλλ' ἀρχὴ ἀριθμῶν, καὶ τὰ ἑξῆς· οὕτω καὶ ὁ θεὸς ἓν λέγεται, οὐ μόνον ὡς μόνος καὶ ἐξῃρημένος πάντων τῶν ὄντων κατὰ πάντα, καὶ ὡς ἁπλοῦς καὶ ἀμερὴς καὶ ἀδιαίρετος καὶ ἀπαθὴς, ἀλλὰ καὶ ὡς πρὸ πάντων τῶν ὄντων, καὶ ὡς πάντων αἴτιος· ἓν γὰρ τὸ πάντων τῶν ὄντων αἴτιον, καὶ ἑνικῶς ἓν, ἤτοι ἰδικῶς, ἐξαιρέτως, καὶ πρὸ πάντων· τὰ πάντα δ' ἐξ αὐτοῦ καὶ μετ' αὐτό· καὶ ὡς ὑπὸ πάντων τῶν ὄντων μετεχόμενος κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα. τὸ γὰρ πάντη ἀμέτοχον αὐτοῦ πάντη μὴ ὄν ἐστι. καὶ τῷ εἶναι τὸ ἓν, πάντα ἐστὶ τὰ ὄντα. καὶ οὐκ ἔστι τὸ πάντων αἴτιον ἓν, ἓν τῶν πάντων, ἀλλ' ὑπὲρ πᾶν ἓν, καὶ παντὸς ἑνὸς καὶ πλήθους ὥσπερ ποιητικὸν, οὕτω καὶ ὁριστικόν. καὶ ὡς ἡ μονὰς πρὸ παντὸς ἀριθμοῦ πεπληθυσμένου, καὶ πάντα ἐν ἑαυτῷ 2.1096 τὸ ἓν καὶ τὰ ἐναντία ἑνοειδῶς καὶ ἀσυγχύτως προείληφε."2 καὶ πάλιν ὁ αὐτός φησιν· "1ἐπὶ θεοῦ ταὐτόν ἐστι τὸ καλὸν τῷ ἀγαθῷ· τοῦ καλοῦ γὰρ καὶ ἀγαθοῦ πάντα ἐφίεται. καλὸν δὲ καὶ κάλλος οὐ διαιρετέον ἐπὶ τῆς ἐν ἑνὶ τὰ ὅλα συνειληφυίας αἰτίας. ταῦτα γὰρ ἐπὶ μὲν τῶν ὄντων ἁπάντων, εἰς μετέχοντα καὶ μετοχὰς διαιροῦντες, καλὸν λέγομεν τὸ κάλλους μετέχον· κάλλος δὲ τὴν μετοχὴν τῆς καλλοποιοῦ τῶν ὄντων αἰτίας. ὁ δὲ θεὸς ταῦτα λέγεται, ὡς αἴτιος τούτων. ἐκ θεοῦ γὰρ καὶ ἐν θεῷ καὶ αὐτὸ τὸ εἶναι, καὶ αἱ τῶν ὄντων πάντων ἀρχαὶ, καὶ τὰ ὄντα πάντα, καὶ τὰ ἀλλήλοις ἐναντία· καὶ τοῦτο ἀσχέτως καὶ ἐξαιρέτως καὶ συνειλημμένως καὶ ἑνιαίως. καὶ γὰρ ἐν μονάδι πᾶς ἀριθμὸς ἑνοειδῶς προϋφέστηκε, καὶ ἔχει πάντα ἀριθμὸν ἡ μονὰς ἐν ἑαυτῇ μοναχῶς, ὡς αἰτία παντὸς ἀριθμοῦ· καὶ πᾶς ἀριθμὸς ἥνωται μὲν ἐν τῇ μονάδι· καθ' ὅσον δὲ τῆς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 389

διάθεσιν εἴ τις ὀνομάζει πρόνοιαν, οὕτω νοείτω· ὅτι ἐστὶ πρὸ τοῦδε νοῦς τοῦ παντὸς

ἑστὼς, ἀφ' οὗ καὶ καθ' ὃν πᾶν τόδε. εἰ μὲν οὖν νοῦς πρὸ πάντων καὶ ἀρχὴ ὁ τοιοῦτος

νοῦς, οὐκ ἂν εἴη ὡς ἔτυχε."2 καὶ αὖθίς φησιν, ὡς "1ἁπλῆ ἐστιν ἡ τοῦ νοῦ οὐσία, καὶ

οὐκ ἄλλο νόησις, καὶ ἄλλο νοῦς. οἱ γὰρ λέγοντες ἄλλως προστιθέασιν αὐτῇ, ὥσπερ

ὀφθαλμοῖς τὸ ὁρᾷν. ἐατέον οὖν ἐπὶ τῆς ἁπλῆς φύσεως, τἄλλα μηδεμιᾶς ἐπικουρίας

δεομένης. ὃ γὰρ ἂν προσθῇς, ἠλάττωσε τῇ προσθήκῃ τὴν οὐδενὸς δεομένην."2 καὶ

πολλὰ πολλαχῆ περὶ τούτου διεξελθὼν ἐπιφέρει καὶ Πλάτωνα, 2.1091 βεβαιοῦντα

τὸν λόγον αὐτοῦ. "1νοῦς γὰρ,"2 φησὶ, "1μὴ νοῶν ἀνόητος ἂν εἴη."2 καὶ Ἀριστοτέλης

δ' ὁμοίως· "1τέλειος,"2 φησὶ, "1νοῦς αὐτοφυής ἐστιν ἐνέργεια, καὶ ταὐτόν ἐστιν ἐπ'

αὐτοῦ, ταὐτὸν καὶ ἐνέργεια· ἢ οὐ μεταβάλλει, ἄλλο τι ὢν τὴν οὐσίαν καὶ ἄλλο τὴν

ἐνέργειαν."2 ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι. (Θ.) Ἴδωμεν δὲ καὶ τῶν σοφῶν καὶ ἁγίων

διδασκάλων τῆς ἐκκλησίας τὴν συμφωνίαν. "1ὁ θεὸς οὔτε νοῶν λέγεται κυρίως,

οὔτε νοούμενος, ἵνα μὴ σύνθετος λογισθῇ. τό,τε γὰρ νοοῦν συνεπιθεωρουμένην ἔχει

τὴν τοῦ νοεῖν δύναμιν, τό,τε νοούμενον τὴν τοῦ νοεῖσθαι. ἀλλ' οὐδὲ νόησις· ἡ γὰρ

νόησις ἔχει φυσικῶς ὑποκειμένην δεκτικὴν αὐτῆς οὐσίαν. λοιπὸν οὖν, ὑπὲρ ταῦτα

πάντα· εἰ μή που νόησιν αὐτὸν εἴποιμεν αὐτὸ κατ' οὐσίαν. καὶ ὅλον νόησιν, καὶ

μόνον νόησιν, καὶ νόησιν ὑπὲρ νόησιν."2 καὶ ἀλλαχοῦ· "1ἡ αὐτοϋπεραγαθότης, νοῦς

οὖσα καὶ ὅλη ἐνέργεια, εἰς ἑαυτὴν ἐστραμμένη, ἐνεργείᾳ δ', οὐ δυνάμει, πρότερον

οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργείᾳ γινομένη. ὅθεν καί ἐστι νοῦς μόνον καθαρὸς,

οὐκ ἐπείσακτον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ' ἑαυτοῦ πάντα νοεῖ. εἰ γὰρ ἡ μὲν οὐσία

αὐτοῦ ἄλλο ἐστὶν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ, αὐτὸς ἀνόητος ἔσται, ἤγουν ἡ οὐσία

αὐτοῦ."2 (Ι.) Καὶ ταῦτα μὲν ἐξ αὐτοσχεδίου τέως ἡμῖν εἴρηται. σχολῆς δέ μοι

προσγενομένης, 2.1092 εἰρήσεται κἀκ τῶν ἄλλων σοφῶν καὶ θείων τῆς ἐκκλησίας

ἡμῶν διδασκάλων κατὰ πλῆθος τὰ παραπλήσια. ἔξεστι δ' οὖν ὅμως κἀκ τούτων

ἐπιγνῶναι τῆς συμφωνίας τὸ κράτιστον, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ θείας οὐσίας ταὐτὸν

εἶναι πρὸς πάντων ὁμοῦ μαρτυρεῖται, τῶν τε θύραθεν καὶ τῶν καθ' ἡμᾶς σοφωτάτων

ἀνδρῶν, οὐσία τε καὶ ἐνέργεια. ἐπεὶ τοίνυν ἐς τὸ ἀναμφίλεκτόν τε καὶ ἀναντίῤῥητον

ἐπιεικῶς ἡμῖν δέδεικται τὸ ἀδιαίρετόν τε καὶ ἀδιάφορον τῆς οὐσίας καὶ ἐνεργείας ἐπὶ

τῆς θείας καὶ ἁπλῆς φύσεως πανταχόθεν, φέρε κἀκ τῆς μονάδος καὶ τοῦ ἑνὸς καὶ τοῦ

ἀγαθοῦ τὴν τῆς οὐσίας καὶ ἐνεργείας ταὐτότητα δείξωμεν αὖθις ὁμοίως. "1πάντα τὰ

ὄντα τῷ ἑνί ἐστιν ὄντα,"2 φησὶν, "1ὅσα τε πρώτως ἐστὶν ὄντα καὶ ὅσα ὁπωσοῦν

λέγεται ἐν τοῖς οὖσιν εἶναι. τί γὰρ ἂν καὶ εἴη, εἰ μὴ ἓν εἴη; ἐπείπερ ἀφαιρεθέντος τοῦ

ἑνὸς, οὐκ ἔστιν ἐκεῖνα· οὔτε γὰρ στρατὸς, οὔτε χορὸς, εἰ μή ἐστι τὸ ἕν. καὶ δὴ καὶ τὰ

τῶν φυτῶν καὶ ζώων σώματα, εἰ φεύγει τὸ ἓν εἰς πλῆθος θρυπτόμενα, τὴν οὐσίαν

αὐτῶν ἣν εἶχεν ἀπώλεσεν, οὐκ ἔτι ὄντα ἃ ἦν. ὅστις δ' οἴεται τὰ ὄντα τύχῃ καὶ τῷ

αὐτομάτῳ διοικεῖσθαι, καὶ σωματικαῖς συνέχεσθαι αἰτίαις, οὗτος πόῤῥω ἀπελήλαται

θεοῦ καὶ ἐννοίας ἑνός. εἴπερ δεῖ τι αὐταρκέστατον εἶναι, τὸ ἓν εἶναι δεῖ. τόπος δὲ

οὐδεὶς αὐτοῦ. οὐ γὰρ δεῖται ἱδρύσεως, ὡς αὑτὸ φέρειν μὴ δυνάμενον· τό,τε

ἱδρυθησόμενον ἄψυχον, καὶ ὄγκος πίπτων, ἐὰν μήπω ἱδρυθῇ. ἐνδεὲς γὰρ, καὶ τόπον

2.1093 ζητοῦν. ἀρχὴ δὲ οὐκ ἐνδεὲς τῶν μετ' αὐτό. ἡ δὲ πάντων ἀρχὴ ἀνενδεὲς

ἁπάντων. ὅ,τι γὰρ ἐνδεὲς, ἐφιέμενον ἀρχῆς, ἐστὶν ἐνδεές. εἰ οὖν τὸ ἓν ἐνδεὲς, τῷ

ζητεῖν δηλονότι μὴ εἶναι ἕν· ὥστε ἐνδεὲς ἔσται τοῦ φθεροῦντος. ὥστε τῷ ἑνὶ οὐδὲν

ἀγαθόν ἐστιν· οὐδὲ βούλησις τοίνυν οὐδενός· ἀλλ' ἔστιν ὑπὲρ ἀγαθὸν, καὶ αὐτὸ οὐχ

ἑαυτῷ τοῖς δ' ἄλλοις ἀγαθὸν, εἴ τι αὐτοῦ δύναται μεταλαμβάνειν· οὐδὲ νόησις, ἵνα

μὴ ἑτερότης, οὐδὲ κίνησις. πρὸ γὰρ κινήσεως καὶ πρὸ νοήσεως. ἢ νοήσεως δεήσεται,

ἵνα γνῷ ἑαυτὸν ὁ αὐτάρκης ἑαυτῷ. νόησις γὰρ οὐ νοεῖ, ἀλλ' αἰτία τοῦ νοεῖν ἄλλῳ. τὸ

δ' αἴτιον οὐ ταὐτὸν τῷ αἰτιατῷ. τὸ δὲ πάντων αἴτιον οὐδέν ἐστιν ἐκείνων. οὐ τοίνυν

οὐδ' ἀγαθὸν λεκτέον τοῦτο ὃ παρέχει, ἀλλ' ἄλλως τἀγαθὸν ὑπὲρ τὰ ἄλλα ἀγαθά."2

(ΙΑ.) Τὰ δ' αὐτὰ ὁ Πλατωνικὸς διέξεισι Πρόκλος περὶ τοῦ ἑνὸς καὶ τοῦ ἀγαθοῦ· καὶ ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

388

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!