Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

οὐσίας, ἣν ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα τῶν ἁγίων ἀκούομεν εἶναι· τὰ δ' ἐν τῷ παντὶ θεωρούμενα θαύματα τῶν θεολογικῶν ὀνομάτων τὴν ὕλην διδόναι, δι' ὧν σοφὸν, δυνατὸν, ἀγαθὸν, ἅγιον, μακάριόν τε καὶ ἀΐδιον, κριτὴν καὶ σωτῆρα, καὶ τὰ τοιαῦτα, κατονομάζομεν· ἅπερ πάντα, ποιότητά τινα βραχεῖαν τοῦ θείου μύρου ἐνδεικνύντα, ἡ πᾶσα κτίσις, διὰ τῶν ἐνθεωρουμένων θαυμάτων, σκεύους τινὸς μυρεψικοῦ δίκην, ἐν ἑαυτῇ ἀπεμάξατο. καὶ ὁ ὑπὲρ πᾶν ὄνομα ὢν ἡμῖν πολυώνυμος γίνεται, κατὰ τὰς τῶν εὐεργεσιῶν ποικιλίας ὀνομα 2.1061 ζόμενος· φῶς μὲν, ὅταν ἐξαφανίζῃ τῆς ἀγνοίας τὸν ζόφον· ζωὴ δ', ὅταν ἀθανασίαν χαρίζηται. σὺ δ' οὔθ' ἣν παράγεις ἡμῖν ἐκ τῶν φαινομένων ἀπόδειξιν συνορᾷν ἔχεις, οὔθ' ἃ βούλει γνωρίζειν ἡμῖν ὑπὲρ αἴσθησιν οἶδας. ἀλλὰ καὶ ταῦτα βλέπων ἀγνοεῖς· κἀκεῖνα, μὴ βλέπων, οὐκ ἄν ποτε γνοίης· πῶς γὰρ, δι' ἀγνοίας ἄγνοιαν καὶ δι' ἀπάτης ἀπάτην κατασκευάζειν πειρώμενος; ἡδέως δ' ἄν σε ἐροίμην, πῶς τῶν ἁγίων διαῤῥήδην ταῦτα λεγόντων καὶ διδασκόντων διὰ παντὸς οὐ συνῆκας αὐτός; δυοῖν γὰρ ἕποιτ' ἂν θάτερον· ἢ γὰρ οὐκ ἀναγνοὺς ὅλως ἀπὸ κοιλίας φωνεῖς τήμερον, καὶ ὡς παίζοντος σοῦ καταφρονοῦμεν· ἢ λοιπὸν ἀναγνόντι σοι δυοῖν αὖθις ἕπεται θάτερον· ἢ γὰρ οὐκ ἔγνως, ὃ τῶν ἀσυνέτων ἐστὶ τεκμήριον· ἢ γνοὺς ἑκὼν βλασφημεῖς, τῷ σῷ διδασκάλῳ πειθόμενος ἀπραγμόνως, ὡς ἔοικε, Παλαμᾷ. διὸ καὶ πᾶσαν αὐτῷ βλασφημίας ἔννοιαν ἐπιῤῥίπτων τὸν Ἐνδυμίωνος ὕπνον καθεύδεις αὐτὸς, κουφοτέραν σοι διὰ τοῦτο τὴν δίκην, ἐνταῦθα μὲν τῆς τῶν ἀνθρώπων αἰσχύνης ποιεῖσθαι νομίζων, ἐς δὲ τὸ μέλλον τῆς ἀθανάτου κολάσεως· ὥσπερ ἂν εἰ τῆς ἐκείνου θελήσεως ἐξηρτῆσθαι τὰ πράγματα πέπρωται, καὶ τὸ μένειν ἀθάνατον δύνασθαι δρᾷν τὸ κακόν· μὴ συνιεὶς, ὡς ῥᾷον ἀναλαβεῖν τὴν εὐσέβειαν ἅπερ ἠδίκηται, ἢ τὴν ἀσέβειαν ἔχειν ἅπερ ἠδίκησε. σὺ μὲν οὖν οὐκ οἶδ' ὃ κρίνεις βέλτιον σαυτῷ καὶ κουφότερον εἰς κακίαν, εἴτε τὴν ἀκούσιον ἄγνοιαν τῶν κακῶν, εἴτε 2.1062 τὸν τοῦ ἀκουσίου σχηματισμόν. Ἐγὼ δ' οὐκ οἶδ' αὖθις, ᾧ τὴν χείρω δίκην ἐπιῤῥίψω, τῆς τοῦ κακοῦ διανομῆς παραπλησίως ἐφ' ἑκάτερον σχιζομένης. εἰ μὲν γὰρ ἀγνοῶν ἀμωσγέπως ἀπείχου θεολογίας, ἥττω σοι πάντως τῆς καταδίκης τὴν ψῆφον ὁ τῆς ἀληθείας παρείχετο λόγος. οὐ γὰρ θέλων ἐνόσεις ἂν, ἀλλὰ νοσῶν ἤθελες ἄν. νῦν δ' εἰς τὴν θατέρου χώραν καὶ τοῦτο παραδυόμενον μείζω διὰ τὴν ἀναίδειαν τὴν τῆς κακίας κομίζεται ψῆφον. Καὶ ἵνα τὰ πλείω τῶν ἐνταῦθα λέγεσθαι ὀφειλόντων ἐάσω διὰ τὸ μῆκος, ἑνὸς καὶ δυοῖν μνησθήσομαι. ὁ θεῖος τοίνυν ἐκ ∆αμασκοῦ τάδε φησὶν Ἰωάννης· "1ὥσπερ ὁ ἥλιος εἷς μέν ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς, ὃ γεγένηται πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος· δι' ὅλου τε τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ σώματος ἐφ' ἑαυτοῦ μένοντος, πάσης τῆς γῆς ἐφαπλοῦται τοῖς πέρασιν· οὕτω καὶ ὁ Χριστὸς, φῶς ἐκ φωτὸς ἄναρχον ὂν καὶ ἀπρόσιτον, ἐν τῷ χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστι δικαιοσύνης ἥλιος."2 ὁρᾶς πῶς ἑνὸς ὀνόματος δύο φησὶ τὰς ὑποκειμένας οὐσίας ὑπάρχειν, τὴν μὲν σῶμα, τὴν δ' ἀσώματον, ὥσπερ δὴ καὶ τὸν δικαιοσύνης ἥλιον Χριστόν· εἰκονίζων μὲν ἐκεῖθεν, ὅσον ἐφικτόν· ὀνομάζων δ' ἀνὰ μέρος ἑκάτερά τ' ἐκεῖνα καὶ τοῦτον, ἥλιον, κατὰ τοὺς τῆς ὁμωνυμίας τρόπους· καὶ δεικνὺς διπλᾶς καὶ τὰς οὐσίας εἶναι 2.1063 κἀνταῦθα κἀκεῖ, καὶ οὐ τὸ μὲν οὐσίαν, τὸ δ' οὔ· οὐδὲ τὸ μὲν ἀνυπόστατον ἐνέργειαν, τὸ δ' ὑφιστάμενον μὲν, ἀνενέργητον δὲ καθ' ἑαυτὸ, διϊσταμένης ἰδίᾳ τῆς ἐνεργείας ἀπείροις τοῖς τοπικοῖς διαστήμασιν. Ὅρα δὴ καὶ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον, φάσκοντα, ὡς "1τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς ὁ θεὸς, καὶ οὐκ ἄλλος. Τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι· τοῖς κάτω δὲ καὶ περὶ ἡμᾶς πρώτην ἐκλάμπει τὴν τοῦ φωτὸς τούτου δύναμιν. καὶ γὰρ ἔπρεπε τῷ μεγάλῳ φωτὶ τῆς δημιουργίας ἐκ φωτὸς ἄρξασθαι, ᾧ λύει τὸ σκότος καὶ τὴν ἐπέχουσαν τέως ἀκοσμίαν καὶ ἀταξίαν· καὶ τοῦτο οὐκ ὀργανικὸν ἀπ' ἀρχῆς ἀναδείξας, οὐδ' ἡλιακὸν, ὡς ὁ ἐμὸς λόγος, ἀλλ' ἀσώματον καὶ ἀνήλιον· ἔπειτα δὲ καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 378

ἡλίῳ δοθὲν, καταφωτίζειν πᾶσαν τὴν οἰκουμένην. ἐπειδὴ γὰρ τοῖς ἄλλοις τὴν ὕλην προϋποστήσας εἰδοποίησεν ὕστερον, ἑκάστῳ τάξιν καὶ σχῆμα καὶ μέγεθος περιθεὶς, ἵνα θαυματουργήσῃ τι μεῖζον, ἐνταῦθα τῆς ὕλης τὸ εἶδος προὐστήσατο. εἶδος γὰρ ἡλίου τὸ φῶς. μετὰ δὲ τοῦτο τὴν ὕλην ἐπάγει, τὸν ὀφθαλμὸν τῆς ἡμέρας δημιουργήσας τοῦτον τὸν ἥλιον."2 ἰδοὺ καὶ οὗτος ἕτερον φάσκει τὸ φῶς τοῦ ἡλίου, καὶ πρὸ τοῦ ἡλιακοῦ μὲν σκεύους καθ' ἑαυτὸ ὑφιστάμενον, ἔπειτα δὲ καὶ ἡλίῳ δοθέν· ἥλιον μὲν ὀνομάζων τὸ σκεῦος, τὸ δὲ φῶς εἶδος αὐθυπόστατον τοῦ ἡλίου, εἴτ' οὖν οὐσίαν ἀσώματον καὶ 2.1064 ψυχὴν ἐκείνου τοῦ σώματος. οὐ γὰρ ἂν ἐνήργει καθ' ἑαυτὸ, μὴ ὂν αὐθυπόστατον· οὐδ' ἂν αὐθυπόστατον ἦν, μὴ ὂν οὐσία. ὡς γὰρ πᾶσαν οὐσίαν αὐθυπόστατον εἶναι ὁρίζονται πρᾶγμα, οὕτω δὴ καὶ ἅπαν αὐθυπόστατον πρᾶγμα, οὐσίαν. ἐπεὶ οὖν τὸ εἶδος ἐνταυθοῖ τοῦ ἡλίου, εἴτ' οὖν τὸ φῶς, ὁ ἅγιος καὶ πρὸ τῆς ὕλης (δηλαδὴ τοῦ σκεύους) δείκνυσιν ἔχειν ἔνεργον τὴν φωτιστικὴν ὑπόστασιν καὶ ὕπαρξιν οἴκοθεν, μηδαμῆ τῆς ὕλης ταύτης δεηθὲν, τὴν δ' ὕλην μᾶλλον τοῦ φωτιστικοῦ δεηθεῖσαν εἴδους, ἵν', ὡς εἰπεῖν, οὐσιωθῇ ψυχωθεῖσα· μᾶλλον ἂν εἴη τουτὶ τὸ φωτιστικὸν εἶδος ἡ οὐσία, ἢ τὸ ἡλιακὸν σκεῦος ἐκεῖνο, ὃ ὕλην εἶναί φησιν, οἷον ἀνείδεόν τε καὶ ἀνυπόστατον. εἶναι τοίνυν διὰ ταῦτα δεῖ καὶ τὸ θεῖον οὐσίαν αὐθυπόστατον καὶ ἀνενδεᾶ παντάπασι. τὸ γὰρ ἄλλου δεόμενον ὕστερον εἶναι πέφυκεν οὗ δεῖται, κἀκείνῳ δουλεύειν ἐξ ἀνάγκης, οὗ ἐστιν ἐνδεές. καὶ δεήσεται λοιπὸν θατέρου θάτερον. τῇ δὲ κυρίως ἀρχῇ γνήσιον τὸ ἀνενδεὲς, καὶ κυρίως εἶναι ἀνάγκη, καὶ πρότερον τοῦ ἐνδεοῦς. δεῖ γὰρ τὴν ἀρχὴν αὐτὸ τοῦτο εἶναι μόνον, ἀρχὴν, καὶ μὴ δεῖσθαι μηδενός. Φησὶ γὰρ καὶ ὁ θεῖος Μάξιμος· "1μόνη ἁπλῆ καὶ μονοειδὴς καὶ ἀνενδεὴς καὶ ἄτρεπτος ἡ δημιουργικὴ τῶν ὅλων οὐσία τῆς ἁγίας Τριάδος. πᾶσα δὲ κτίσις σύνθετός ἐστιν ἐξ οὐσίας καὶ συμβεβηκότος καὶ ἐπιδεὴς ἀεὶ τῆς θείας προνοίας, ὡς οὐκ ἐλευ 2.1065 θέρα τροπῆς. χρὴ οὖν μήτε συμβεβηκὸς ἐπὶ θεοῦ λέγειν, μήτε ποιότητα. τῶν γὰρ συνθέτων ταῦτα, πάντα δ' ὅσα ἔχει θεὸς, φύσει ἔχει καὶ οὐκ ἐπίκτητα."2 εἴτ' οὖν οὐσίαν εἴποιμεν τὴν ἐνέργειαν ταύτην ἐπὶ θεοῦ, τῆς οὐσίας ἐκείνης διάφορον, εἴτε ποιότητα συμβεβηκυῖαν οὐσιωδῶς κατὰ σὲ, τὸ σφαλερὸν ἀνίατον. οὔτε γὰρ δύο οὐσίας δύναταί τις τῶν εὐσεβῶν θεϊκὰς ὀνομάσαι, καὶ δύο ποιητικὰς ἀρχὰς (ὡς ἄνω που δεδειχότες ἔφθημεν ἐν πολλαῖς διδασκάλων ἁγίαις γραφαῖς) οὔτε τῆς θείας οὐσίας ἐκείνης ποιότης ποτὲ νοηθῆναι δύναται διάφορος, ἢ καὶ οὐσιώδης. τὸ γὰρ οὐσιῶδες, μέρος οὐσίας φασὶν οἵ τε τῆς ἐκκλησίας σοφοὶ διδάσκαλοι, ὡς ἀνωτέρω δέδεικται, καὶ οἱ θύραθεν τῆς ἐπιστήμης τῶν λόγων εὑρεταὶ καὶ κανόνες καὶ στάθμαι. οὗ γὰρ ἀφαιρεθέντος κολοβοῦται τὸ ὅλον, μέρος ἀνάγκη τοῦτ' εἶναι τοῦ ὅλου. εἰ οὖν ἡ ἐνέργεια αὐτὴ μέρος ἐστὶ τῆς οὐσίας κατὰ σὲ, ὡς οὐσιώδης, εἰπὲ πῶς ἄλλο παρὰ τὴν οὐσίαν, ἢ πῶς μέρος τοῦ ἀμεροῦς; εἰ δὲ ποιότης διάφορος, πῶς χωρὶς ὑποκειμένου δύναται νοηθῆναι ἢ φανῆναι; οὐδὲ γὰρ ἄνευ ὑποκειμένου σχοίη ποτ' ἂν ὕπαρξιν· τὸ δὲ μὴ ὑπάρχον πῶς θεός; ὁρᾷς πῶς διὰ τῆς ἐνεργείας ταύτης εἰς ἀθεΐαν ὁ Παλαμᾶς ἐλαύνει τοὺς νῦν ἀμαθεῖς τῆς ἐκκλησίας προστάτας; Ἔπειτα πῶς διάφορον; "1οὐδὲν γὰρ,"2 φησὶ, "1τῶν εἶναι λεγομένων τὸ σύνολον ἔχει τὸ κυρίως εἶναι. οὐκοῦν οὐδὲν τῷ θεῷ τὸ παράπαν ἐξ ἀϊδίου συνθεωρεῖται 2.1066 κατ' οὐσίαν διάφορον, οὐκ αἰὼν, οὐ χρόνος, οὐδέ τι τῶν τούτοις ἐνδιαιτωμένων. οὐ γὰρ συμβαίνουσιν ἀλλήλοις ποτὲ τὸ κυρίως εἶναι καὶ οὐ κυρίως."2 καὶ πάλιν· "1ἐπὶ θεοῦ τὸ ὢν καὶ τὸ ἀγαθὸς καὶ τὸ θεὸς καὶ τὸ δημιουργὸς καὶ τὸ ὑπερούσιος καὶ τὸ ἄπειρος καὶ τὸ ἀθάνατος καὶ τὰ τοιαῦτα οὐ λέγομεν οὐσιώδεις διαφορὰς, ἵνα μὴ σύνθετον αὐτὸν ἐκ τούτων δογματίσωμεν, ἀλλὰ προσηγορίας τινῶν μὲν ἐμφατικὰς τῶν θεωρουμένων περὶ αὐτὸν, οὐδενὸς δὲ τῶν κατὰ τὴν οὐσίαν αὐτοῦ καὶ φύσιν δηλωτικάς. τινὰ μὲν γὰρ πρέποντα τῇ θείᾳ φύσει σημαίνουσιν, οὐκ αὐτὴν δὲ τὴν φύσιν μηνύουσιν, ὅπερ ἴδιον τῶν οὐσιωδέων καὶ συστατικῶν διαφορῶν."2 καὶ πάλιν· "1πᾶσα οὐσία, τὸν ἴδιον ὅρον ἑαυτῇ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 379

ἡλίῳ δοθὲν, καταφωτίζειν πᾶσαν τὴν οἰκουμένην. ἐπειδὴ γὰρ τοῖς ἄλλοις τὴν ὕλην

προϋποστήσας εἰδοποίησεν ὕστερον, ἑκάστῳ τάξιν καὶ σχῆμα καὶ μέγεθος περιθεὶς,

ἵνα θαυματουργήσῃ τι μεῖζον, ἐνταῦθα τῆς ὕλης τὸ εἶδος προὐστήσατο. εἶδος γὰρ

ἡλίου τὸ φῶς. μετὰ δὲ τοῦτο τὴν ὕλην ἐπάγει, τὸν ὀφθαλμὸν τῆς ἡμέρας

δημιουργήσας τοῦτον τὸν ἥλιον."2 ἰδοὺ καὶ οὗτος ἕτερον φάσκει τὸ φῶς τοῦ ἡλίου,

καὶ πρὸ τοῦ ἡλιακοῦ μὲν σκεύους καθ' ἑαυτὸ ὑφιστάμενον, ἔπειτα δὲ καὶ ἡλίῳ

δοθέν· ἥλιον μὲν ὀνομάζων τὸ σκεῦος, τὸ δὲ φῶς εἶδος αὐθυπόστατον τοῦ ἡλίου, εἴτ'

οὖν οὐσίαν ἀσώματον καὶ 2.1064 ψυχὴν ἐκείνου τοῦ σώματος. οὐ γὰρ ἂν ἐνήργει

καθ' ἑαυτὸ, μὴ ὂν αὐθυπόστατον· οὐδ' ἂν αὐθυπόστατον ἦν, μὴ ὂν οὐσία. ὡς γὰρ

πᾶσαν οὐσίαν αὐθυπόστατον εἶναι ὁρίζονται πρᾶγμα, οὕτω δὴ καὶ ἅπαν

αὐθυπόστατον πρᾶγμα, οὐσίαν. ἐπεὶ οὖν τὸ εἶδος ἐνταυθοῖ τοῦ ἡλίου, εἴτ' οὖν τὸ

φῶς, ὁ ἅγιος καὶ πρὸ τῆς ὕλης (δηλαδὴ τοῦ σκεύους) δείκνυσιν ἔχειν ἔνεργον τὴν

φωτιστικὴν ὑπόστασιν καὶ ὕπαρξιν οἴκοθεν, μηδαμῆ τῆς ὕλης ταύτης δεηθὲν, τὴν δ'

ὕλην μᾶλλον τοῦ φωτιστικοῦ δεηθεῖσαν εἴδους, ἵν', ὡς εἰπεῖν, οὐσιωθῇ ψυχωθεῖσα·

μᾶλλον ἂν εἴη τουτὶ τὸ φωτιστικὸν εἶδος ἡ οὐσία, ἢ τὸ ἡλιακὸν σκεῦος ἐκεῖνο, ὃ

ὕλην εἶναί φησιν, οἷον ἀνείδεόν τε καὶ ἀνυπόστατον. εἶναι τοίνυν διὰ ταῦτα δεῖ καὶ

τὸ θεῖον οὐσίαν αὐθυπόστατον καὶ ἀνενδεᾶ παντάπασι. τὸ γὰρ ἄλλου δεόμενον

ὕστερον εἶναι πέφυκεν οὗ δεῖται, κἀκείνῳ δουλεύειν ἐξ ἀνάγκης, οὗ ἐστιν ἐνδεές.

καὶ δεήσεται λοιπὸν θατέρου θάτερον. τῇ δὲ κυρίως ἀρχῇ γνήσιον τὸ ἀνενδεὲς, καὶ

κυρίως εἶναι ἀνάγκη, καὶ πρότερον τοῦ ἐνδεοῦς. δεῖ γὰρ τὴν ἀρχὴν αὐτὸ τοῦτο εἶναι

μόνον, ἀρχὴν, καὶ μὴ δεῖσθαι μηδενός. Φησὶ γὰρ καὶ ὁ θεῖος Μάξιμος· "1μόνη ἁπλῆ

καὶ μονοειδὴς καὶ ἀνενδεὴς καὶ ἄτρεπτος ἡ δημιουργικὴ τῶν ὅλων οὐσία τῆς ἁγίας

Τριάδος. πᾶσα δὲ κτίσις σύνθετός ἐστιν ἐξ οὐσίας καὶ συμβεβηκότος καὶ ἐπιδεὴς ἀεὶ

τῆς θείας προνοίας, ὡς οὐκ ἐλευ 2.1065 θέρα τροπῆς. χρὴ οὖν μήτε συμβεβηκὸς ἐπὶ

θεοῦ λέγειν, μήτε ποιότητα. τῶν γὰρ συνθέτων ταῦτα, πάντα δ' ὅσα ἔχει θεὸς, φύσει

ἔχει καὶ οὐκ ἐπίκτητα."2 εἴτ' οὖν οὐσίαν εἴποιμεν τὴν ἐνέργειαν ταύτην ἐπὶ θεοῦ, τῆς

οὐσίας ἐκείνης διάφορον, εἴτε ποιότητα συμβεβηκυῖαν οὐσιωδῶς κατὰ σὲ, τὸ

σφαλερὸν ἀνίατον. οὔτε γὰρ δύο οὐσίας δύναταί τις τῶν εὐσεβῶν θεϊκὰς ὀνομάσαι,

καὶ δύο ποιητικὰς ἀρχὰς (ὡς ἄνω που δεδειχότες ἔφθημεν ἐν πολλαῖς διδασκάλων

ἁγίαις γραφαῖς) οὔτε τῆς θείας οὐσίας ἐκείνης ποιότης ποτὲ νοηθῆναι δύναται

διάφορος, ἢ καὶ οὐσιώδης. τὸ γὰρ οὐσιῶδες, μέρος οὐσίας φασὶν οἵ τε τῆς ἐκκλησίας

σοφοὶ διδάσκαλοι, ὡς ἀνωτέρω δέδεικται, καὶ οἱ θύραθεν τῆς ἐπιστήμης τῶν λόγων

εὑρεταὶ καὶ κανόνες καὶ στάθμαι. οὗ γὰρ ἀφαιρεθέντος κολοβοῦται τὸ ὅλον, μέρος

ἀνάγκη τοῦτ' εἶναι τοῦ ὅλου. εἰ οὖν ἡ ἐνέργεια αὐτὴ μέρος ἐστὶ τῆς οὐσίας κατὰ σὲ,

ὡς οὐσιώδης, εἰπὲ πῶς ἄλλο παρὰ τὴν οὐσίαν, ἢ πῶς μέρος τοῦ ἀμεροῦς; εἰ δὲ

ποιότης διάφορος, πῶς χωρὶς ὑποκειμένου δύναται νοηθῆναι ἢ φανῆναι; οὐδὲ γὰρ

ἄνευ ὑποκειμένου σχοίη ποτ' ἂν ὕπαρξιν· τὸ δὲ μὴ ὑπάρχον πῶς θεός; ὁρᾷς πῶς διὰ

τῆς ἐνεργείας ταύτης εἰς ἀθεΐαν ὁ Παλαμᾶς ἐλαύνει τοὺς νῦν ἀμαθεῖς τῆς ἐκκλησίας

προστάτας; Ἔπειτα πῶς διάφορον; "1οὐδὲν γὰρ,"2 φησὶ, "1τῶν εἶναι λεγομένων τὸ

σύνολον ἔχει τὸ κυρίως εἶναι. οὐκοῦν οὐδὲν τῷ θεῷ τὸ παράπαν ἐξ ἀϊδίου

συνθεωρεῖται 2.1066 κατ' οὐσίαν διάφορον, οὐκ αἰὼν, οὐ χρόνος, οὐδέ τι τῶν

τούτοις ἐνδιαιτωμένων. οὐ γὰρ συμβαίνουσιν ἀλλήλοις ποτὲ τὸ κυρίως εἶναι καὶ οὐ

κυρίως."2 καὶ πάλιν· "1ἐπὶ θεοῦ τὸ ὢν καὶ τὸ ἀγαθὸς καὶ τὸ θεὸς καὶ τὸ δημιουργὸς

καὶ τὸ ὑπερούσιος καὶ τὸ ἄπειρος καὶ τὸ ἀθάνατος καὶ τὰ τοιαῦτα οὐ λέγομεν

οὐσιώδεις διαφορὰς, ἵνα μὴ σύνθετον αὐτὸν ἐκ τούτων δογματίσωμεν, ἀλλὰ

προσηγορίας τινῶν μὲν ἐμφατικὰς τῶν θεωρουμένων περὶ αὐτὸν, οὐδενὸς δὲ τῶν

κατὰ τὴν οὐσίαν αὐτοῦ καὶ φύσιν δηλωτικάς. τινὰ μὲν γὰρ πρέποντα τῇ θείᾳ φύσει

σημαίνουσιν, οὐκ αὐτὴν δὲ τὴν φύσιν μηνύουσιν, ὅπερ ἴδιον τῶν οὐσιωδέων καὶ

συστατικῶν διαφορῶν."2 καὶ πάλιν· "1πᾶσα οὐσία, τὸν ἴδιον ὅρον ἑαυτῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

379

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!