Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἄμφω Γαλλίας καὶ τοὺς ἐν ταύταις οἰκοῦντας ἀνδρικωτάτους Γαλάτας καὶ Κελτούς. τούτοις διάπυρόν τινα ζῆλον ἐν καρδίᾳ βαστάσασιν ὑπὲρ τοῦ σωτηρίου τάφου ἔδοξεν ἀξιόλογον στρατὸν συναθροίσαντες ἀπελθεῖν εἰς τὴν ἐκείνου προσκύνησιν καὶ ἅμα ἐκδίκησιν κἀκεῖθεν ἐξέλασιν, εἰ δυνατὸν, τῶν ἐκεῖ τυραννούντων Ἀράβων. καὶ δὴ κατὰ πλῆθος μυριάριθμον ἀθροισθέντες αὐτοῖς ἵπποις καὶ αὐτοῖς ὅπλοις τὴν καλὴν ἐκείνην ἐξῄεσαν ἔξοδον. καὶ διαβάντες τὸν Ῥῆνον Ἴστρῳ κατ' ἴχνος εἵποντο ποταμῷ τῷ μεγίστῳ· ὃς καὶ αὐτὸς ἐκ τῶν Ἄλπεων ῥηγνύμενος πέντε στόμασιν ἐς τὸν Εὔξεινον ἐκδίδοται πόντον. τούτου τὰς βορείας ἀεὶ παραλλάττοντες ὄχθας προΐασιν ἄχρι καὶ αὐτῶν μικροῦ τῶν παρὰ τὸν Εὔξεινον ἐκβολῶν αὐτοῦ, φοβερὸν μὲν τοῖς μεταξὺ κειμένοις ἔθνεσι καθιστάμενοι θέαμα, καθάπερ τι σιδηροῦν τεῖχος κινούμενον· λυμαινόμενοι δὲ τὸ παράπαν οὐδέσιν αὐτῶν διὰ τρόπων χρηστότητα. οὕτω τοίνυν καὶ τὸν Ἴστρον ἐνταῦθα διαπεραιωθέντες καὶ προελθόντες παρὰ τὴν Θρᾴκην στρατοπεδεύονται. (Γ.) Ἐβασίλευε δὲ τηνικαῦτα Ῥωμαίων ὁ Κομνηνὸς Ἀλέξιος, πρὸς ὃν διαπρεσβεύονται ἀγοράν τε ζητοῦντες εἰς τὴν τῶν ἀναγκαίων ἐξώνησιν καὶ ἅμα τοὺς διαπεραιώσοντας πρὸς ἕω δι' Ἑλλησπόντου. τοῦτο κράτιστον ἕρμαιον ἔδοξε βασιλεῖ, καὶ ἀπρὶξ ἔχεται μάλα κατὰ σκοπὸν ἐκφανέντος. νεωστὶ γὰρ αὐτὸς τὰ σκῆπτρα τῆς βασιλείας λαβὼν καὶ ἰδὼν πολλαχόθεν πολεμούμενα καὶ ἀπηνῶς τὰ Ῥωμαίων διακοπτόμενα 1.104 πράγματα πλημμελείαις μεγάλαις τῶν προβεβασιλευκότων· (πάντα τε γὰρ τὰ πρὸς ἕω κατεῖχον οἱ Τοῦρκοι χρόνοις συχνοῖς τά τε ἄλλα καὶ Νίκαιαν αὐτὴν τὸ περιβόητον ἄστυ, ἥ τε βαθεῖα τῶν χρημάτων σπάνις ἀκοσμίαν ἔπραττε τοῖς βασιλείοις μακράν· ἐλπὶς δὲ πᾶσα τῶν ἁρμοζουσῶν προσόδων ἀπεκέκλειστο· καὶ τὸ προσδοκώμενον ἦν ἀπωλείας ἄβυσσοι καὶ ᾅδου κίνδυνοι) ἰδὼν οὖν οὕτως ἔχοντα τὰ πράγματα καὶ διαπορούμενος ἕρμαιον κράτιστον καὶ μάλα τοι καίριον ἡγεῖται τὴν τοῦ Κελτικοῦ τοῦδε στρατοῦ παρουσίαν. μεθ' ὧν κοινολογησάμενος ποιεῖται συνθήκας, εἰ οὕτω συμμαχήσαντες ἐξελάσωσι τῶν Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων τοὺς κατέχοντας Τούρκους, σφίσι μὲν ἐξεῖναι τὰ ἐκείνων λαμβάνειν πράγματα, τούτῳ δὲ τὰς πόλεις χρημάτων κενάς. ἃς δὴ συνθήκας ἄσμενοι λίαν ἐκεῖνοι δεξάμενοι διαπεραιοῦνται ξύν γε αὐτῷ βασιλεῖ τὸν Ἑλλησποντίαν πορθμόν. (∆.) Ὥσπερ γε μὴν ὕλῃ βαθείᾳ πλεῖστον ἐνσκῆψαν πῦρ τὰ μὲν ὡς καλάμην ἐπινέμεται ῥᾷστα, τὰ δὲ διὰ χλωρότητα βραδέως μὲν, ἐπινέμεται δ' οὖν· οὕτω καὶ ὁ διπλοῦς οὗτος στρατὸς ἔκ τε Κελτῶν καὶ Ῥωμαίων συγκροτηθεὶς φοβερὸς τοῖς πολεμίοις καὶ δυσκαρτέρητος ἔδοξε διὰ βάρος ὁπλίσεως καὶ σώματος ῥώμην καὶ ψυχῆς εὐτονίαν ἀπρόσμαχον. καὶ οἱ μὲν τῶν πολεμίων, ὡς ἂν εἴποι τις, κατεπατοῦντο καθάπερ χόρτος καὶ πηλός· οἱ δὲ ἀπεμάχοντο βοηθούμενοι ποτὲ μὲν ταῖς δυσχωρίαις τῶν τόπων, ποτὲ δὲ τοῖς τῶν Ῥωμαίων τείχεσιν. ἀλλ' οὐκ ἦν ἐς τέλος οὐδ' αὐτοῖς τὰ τῆς τύχης ἀήττητα· ἀλλ' οἱ μὲν ἑκόντες ὑπέκυπτον, οἱ δὲ 1.105 βίᾳ ἡλίσκοντο, οἱ δὲ φυγάδες καὶ δραπέται ἐγίνοντο. καὶ τούτῳ τῷ τρόπῳ πᾶσαν τήν τε ἐντὸς Ἄλυος ἐξεκάθηραν Ἀσίαν καὶ ὅση Μαιάνδρῳ καὶ Παμφυλίᾳ ὁρίζεται· καὶ ἐπὶ τούτοις τὰ συμπεφωνημένα τῶν ἐλευθερωθεισῶν πόλεων εἰληφότες χρήματα τὴν αὐτοῖς προκειμένην ὥδευον αὖθις ὁδόν· καὶ ἦν ἤδη σφίσι φροντὶς οὐ μικροῦ τινος ἀγῶνος μεστὴ διαβᾶσι τὰ μεταξὺ Παμφυλίας καὶ Κιλικίας ὄρη πρὸς Κίλικάς τε καὶ Σύρους καὶ Φοίνικας, εἰ μὴ συγχωροῖεν τὴν πάροδον, αἴρεσθαι πόλεμον. ἀλλὰ πρῶτοι μὲν Κίλικες αὐτίκα τὴν πρώτην ὀῤῥωδήσαντες ὄψιν τὰ βέλτιστα περὶ σφῶν αὐτῶν ἐβουλεύσαντο καὶ ὡς διὰ φιλίας τῆς ἑαυτῶν ἔδοσαν διαβαίνειν ἀγοράν τε παρεῖχον καὶ τοὺς προπέμψοντας ὁδηγοὺς καὶ πᾶν ὅ, τι φίλον ἐχρῆν ἐς τὴν αὐτῶν ἐχρήσαντο ξενίαν. Κίλικες μὲν οὖν οὕτω ῥᾳδίως ἐς ξυμβάσεις ξυνῄεσαν τοῖς ἑσπερίοις τούτοις Γαλάταις καὶ Κελτοῖς, οὐ μόνον τὸ πλῆθος αὐτῶν καὶ τὴν ῥώμην δείσαντες, ἀλλὰ καὶ τὸ τοῦ σεβάσματος ἔγγιστα ταὐτὸν καὶ οὐ πάνυ τοι ἠλλοτριωμένον αἰδεσθέντες. (Ε.) Ἐπεὶ δὲ καὶ ἐς Συρίαν καὶ Φοινίκην εἰσβάλλειν ἤδη Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 36

καιρὸς ἦν αὐτοῖς, οὐχ ὅμοια τὰ ἐκεῖ τοῖς ὄπισθεν ἀπηντήκει. Ἄραβες γὰρ ὄντες οἱ ταύτην κατέχοντες, γένος ἀλλόφυλον καὶ ὑπερηφανίας μεστὸν, πράγματα παρέσχον αὐτοῖς· μᾶλλον δὲ οὐκ αὐτοῖς, ἀλλ' ἑαυτοῖς. ὅπλα γὰρ ἀράμενοι τὴν πάροδον διεκώλυον ὕφεσιν τῆς σφῶν αὐτῶν ἀξίας λογισάμενοι, εἰ τὴν αὐτῶν αἵματος καὶ νεκρῶν χωρὶς διέλθοι γένος ἔκφυλον καὶ πάνυ τοι ὑπερόριον τῆς αὐτῶν γῆς. ὅθεν 1.106 σιτίων οἱ Κελτοὶ ἀποκεκλεισμένοι καὶ σπάνει πιεζόμενοι τῶν ἄλλων ὅσα ἐς ἀπαραίτητον χρῆσιν ἐτύγχανον τοῖς τε ὑποζυγίοις καὶ αὐτοῖς, ὅπλοις καὶ διαμάχαις ἔδοξε τὴν τῶν ὅλων ἐπιτρέψειν κρίσιν. ἐντεῦθεν πόλεμοι συνεχεῖς ἀνεῤῥήγνυντο καὶ χύσεις αἱμάτων Ἀραβικῶν κατὰ τῆς θρεψαμένης ἔῤῥεον νύκτωρ καὶ μεθ' ἡμέραν καὶ πόλεων ἐγίνοντο ἀνδραποδισμοὶ, ἐπικρατεστέρας ὁσημέραι τῆς τῶν Κελτῶν γινομένης ἰσχύος. καὶ ἵνα τἀν μέσῳ συντέμω, πᾶν ὅ, τι κράτιστον ἦν τοῦ τῶν Ἀράβων ὁπλιτικοῦ, τὸ μὲν αἵματι καὶ κόνει δόντες, τὸ δ' ὡς ποῤῥωτάτω διώξαντες, δούλοις ἀόπλοις ἅπασιν ἐχρήσαντο, τοῦ λοιποῦ τὴν οἴκησιν αὐτόθι πεποιηκότες. τοὺς γὰρ ἄνδρας νενικηκότες ἔρωτι τῶν τοῦ τόπου χαρίτων ἡττήθησαν· κἀκεῖ τὸν ἑξῆς αἰῶνα διαμένειν ἐγνώκεσαν, ἔλεγχος πάσης κατηγορίας αὐτοὶ ἑαυτοῖς καταστάντες. ἔργον γὰρ αὐτοῖς καὶ σκοπὸς τῆς οἴκοθεν ἐκδημίας ὑπῆρχεν, ἐς Παλαιστίνην εἰ δυνηθεῖεν ἐλθεῖν καὶ τοὺς τὸν σωτήριον κατέχοντας τάφον ἀσεβεῖς ἢ τελέως ἐκεῖθεν ἐξελάσαι, ἢ τὸ ἑαυτῶν ἐκεῖσε κενώσαντας αἷμα σωτηρίαν ψυχῆς ἀνταλλάξασθαι. καὶ τοιοῦτος ἦν ὁ τῆς πατρίδος ὑπερορίους αὐτοὺς ποιησάμενος ἔρως, θεῖος ὡς ἀληθῶς καὶ ὑμνούμενος τοῖς ἀκούουσιν· ἀλλ' ὁ τῆς Φοινίκης καὶ Συρίας ἔρως τὸν θεῖον ἐκεῖνον ἀκλεῶς ἐξέκρουσεν ἔρωτα ὑπὸ πλούτου βαρυνθεῖσι καὶ οἷον εἰπεῖν μεθυσθεῖσι κριταῖς ἐντυχὼν παρ' ἐλπίδα. ( ʹ.) Ἀλλ' ἐπανιτέον ὅθεν εἰς τὸν περὶ Κελτογαλατῶν τουτωνὶ παρετράπημεν λόγον. οἱ γὰρ κατ' Αἴγυπτον Ἄραβες πλείστην προσειληφότες δύναμιν διὰ τοῦ Σκυθικοῦ στρατεύμα 1.107 τος ἐκείνου, καθάπερ ἔφθημεν εἰρηκότες, πλεῖστον ὅσον μάλα ἐξῆν τοὺς οἰκείους παρέδραμον ὅρους· πρὸς μὲν ἑσπέραν Λιβύας καὶ ὅσα Μαυρουσίων ἔθνη δουλωσάμενοι· πρὸς δ' ἀνατέλλοντα ἥλιον ἔνθεν μὲν Ἀραβίαν εὐδαίμονα πᾶσαν ὅσην τά τε ἄκρα τῶν Ἰνδικῶν ὁρίζει θαλασσῶν καὶ ἑκατέρωθεν ὅ, τε Περσικὸς καὶ ὁ Ἀραβικὸς τειχίζουσι κόλποι· ἔνθεν δὲ τήν τε Κοίλην Συρίαν καὶ τὴν Φοινίκην πᾶσαν, ὅσην ὁ ποταμὸς Ὀρόντης ἔνδον ποιεῖται, τοὺς τῶν Κελτογαλατῶν ἐκείνων ἐκγόνους τοὺς μὲν ἐκεῖθεν ἀποβήσαντες, τοὺς δ' ἐς ὄλεθρον, οἷον πολέμιος ὑποτίθεται νόμος, ὀλίγου παραπέμψαντες χρόνου. ηʹ. Εἶεν. ὁ μέντοι Κωνσταντινουπόλεως πατριάρχης Γερμανὸς ἀκούων ἑαυτὸν ὑπὸ τοῦ πλήθους ὑβριζόμενον σὺν πλείστῃ τῇ ἀκοσμίᾳ, ἅτε Ἀρσενίου ζῶντος ἔτι τοῦ γνησίου πατριάρχου αὐτὸς τὸν ἐκείνου κατέχων θρόνον, παραχωρεῖ τοῖς βουλομένοις αὐτόν· αὐτὸς δ' ἡσυχάσων ἀπῄει. καὶ μετὰ τοῦτον Ἰωσὴφ τὸν πατριαρχικὸν διαδέχεται θρόνον, πολιὸς μὲν ἀνὴρ καὶ ἀσκήσει μακρᾷ καὶ ἀπράγμονι βίῳ κατὰ τὸ Γαλλήσιον ὄρος συνεζηκώς· σοφίας δ' Ἑλληνικῆς παντάπασιν ἀμέτοχος ὢν καὶ λίαν τὸν τρόπον ἁπλοῦς. τοιαῦτα γὰρ τὰ τῶν πολιτικῶν πραγμάτων καὶ ἐμπειριῶν ἄμικτα ἤθη. τούτῳ πνευματικῶς ὡμίλει καὶ τοὺς λογισμοὺς ἐξηγόρευεν ὁ βασιλεὺς Μιχαήλ. διὸ καὶ πρώτως τὴν ἱερὰν ἐκτετελεκότι μυσταγωγίαν ξύν γε τοῖς ἄλλοις ἀρχιερεῦσι προσελθὼν πίπτει πρηνὴς ἐπὶ τῶν προθύρων τοῦ ἱεροῦ βήματος, διαῤῥήδην ἐπὶ δυσὶν ἁμαρτήμασιν ἐγκαλῶν ἑαυτῷ, τῷ τε τῆς ἐπιορ 1.108 κίας φημὶ καὶ τῷ τῆς τοῦ υἱοῦ τοῦ βασιλέως τυφλώσεως. καὶ ἐπὶ τούτοις αἰτεῖται συγχώρησιν. πρῶτος μὲν οὖν ὁ πατριάρχης ἐπιστὰς αὐτῷ κειμένῳ συγχωρήσεως ἔγγραφόν τινα διεξῄει λόγον· καὶ μετ' αὐτὸν ἕκαστος τῶν ἀρχιερέων κατὰ τὴν ἑκάστῳ προσήκουσαν τάξιν διαδεχόμενος ἀνέγνωσαν ἅπαντες ἐφεξῆς ἐπ' αὐτοῦ τὸν εἰρημένον τῆς συγχωρήσεως λόγον. καὶ οὕτως ἀπῄει χαίρων ὁ βασιλεὺς ὁμοῦ τῇ τοιαύτῃ συγχωρήσει καὶ θεὸν αὐτὸν εὐμενῆ καὶ ἵλεων αὐτῷ καταστῆναι οἰόμενος. (Β.) Κατὰ τοῦτον τὸν χρόνον ἐπεσκότησεν ἡ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 37

καιρὸς ἦν αὐτοῖς, οὐχ ὅμοια τὰ ἐκεῖ τοῖς ὄπισθεν ἀπηντήκει. Ἄραβες γὰρ ὄντες οἱ

ταύτην κατέχοντες, γένος ἀλλόφυλον καὶ ὑπερηφανίας μεστὸν, πράγματα παρέσχον

αὐτοῖς· μᾶλλον δὲ οὐκ αὐτοῖς, ἀλλ' ἑαυτοῖς. ὅπλα γὰρ ἀράμενοι τὴν πάροδον

διεκώλυον ὕφεσιν τῆς σφῶν αὐτῶν ἀξίας λογισάμενοι, εἰ τὴν αὐτῶν αἵματος καὶ

νεκρῶν χωρὶς διέλθοι γένος ἔκφυλον καὶ πάνυ τοι ὑπερόριον τῆς αὐτῶν γῆς. ὅθεν

1.106 σιτίων οἱ Κελτοὶ ἀποκεκλεισμένοι καὶ σπάνει πιεζόμενοι τῶν ἄλλων ὅσα ἐς

ἀπαραίτητον χρῆσιν ἐτύγχανον τοῖς τε ὑποζυγίοις καὶ αὐτοῖς, ὅπλοις καὶ διαμάχαις

ἔδοξε τὴν τῶν ὅλων ἐπιτρέψειν κρίσιν. ἐντεῦθεν πόλεμοι συνεχεῖς ἀνεῤῥήγνυντο

καὶ χύσεις αἱμάτων Ἀραβικῶν κατὰ τῆς θρεψαμένης ἔῤῥεον νύκτωρ καὶ μεθ' ἡμέραν

καὶ πόλεων ἐγίνοντο ἀνδραποδισμοὶ, ἐπικρατεστέρας ὁσημέραι τῆς τῶν Κελτῶν

γινομένης ἰσχύος. καὶ ἵνα τἀν μέσῳ συντέμω, πᾶν ὅ, τι κράτιστον ἦν τοῦ τῶν

Ἀράβων ὁπλιτικοῦ, τὸ μὲν αἵματι καὶ κόνει δόντες, τὸ δ' ὡς ποῤῥωτάτω διώξαντες,

δούλοις ἀόπλοις ἅπασιν ἐχρήσαντο, τοῦ λοιποῦ τὴν οἴκησιν αὐτόθι πεποιηκότες.

τοὺς γὰρ ἄνδρας νενικηκότες ἔρωτι τῶν τοῦ τόπου χαρίτων ἡττήθησαν· κἀκεῖ τὸν

ἑξῆς αἰῶνα διαμένειν ἐγνώκεσαν, ἔλεγχος πάσης κατηγορίας αὐτοὶ ἑαυτοῖς

καταστάντες. ἔργον γὰρ αὐτοῖς καὶ σκοπὸς τῆς οἴκοθεν ἐκδημίας ὑπῆρχεν, ἐς

Παλαιστίνην εἰ δυνηθεῖεν ἐλθεῖν καὶ τοὺς τὸν σωτήριον κατέχοντας τάφον ἀσεβεῖς

ἢ τελέως ἐκεῖθεν ἐξελάσαι, ἢ τὸ ἑαυτῶν ἐκεῖσε κενώσαντας αἷμα σωτηρίαν ψυχῆς

ἀνταλλάξασθαι. καὶ τοιοῦτος ἦν ὁ τῆς πατρίδος ὑπερορίους αὐτοὺς ποιησάμενος

ἔρως, θεῖος ὡς ἀληθῶς καὶ ὑμνούμενος τοῖς ἀκούουσιν· ἀλλ' ὁ τῆς Φοινίκης καὶ

Συρίας ἔρως τὸν θεῖον ἐκεῖνον ἀκλεῶς ἐξέκρουσεν ἔρωτα ὑπὸ πλούτου βαρυνθεῖσι

καὶ οἷον εἰπεῖν μεθυσθεῖσι κριταῖς ἐντυχὼν παρ' ἐλπίδα. ( ʹ.) Ἀλλ' ἐπανιτέον ὅθεν εἰς

τὸν περὶ Κελτογαλατῶν τουτωνὶ παρετράπημεν λόγον. οἱ γὰρ κατ' Αἴγυπτον Ἄραβες

πλείστην προσειληφότες δύναμιν διὰ τοῦ Σκυθικοῦ στρατεύμα 1.107 τος ἐκείνου,

καθάπερ ἔφθημεν εἰρηκότες, πλεῖστον ὅσον μάλα ἐξῆν τοὺς οἰκείους παρέδραμον

ὅρους· πρὸς μὲν ἑσπέραν Λιβύας καὶ ὅσα Μαυρουσίων ἔθνη δουλωσάμενοι· πρὸς δ'

ἀνατέλλοντα ἥλιον ἔνθεν μὲν Ἀραβίαν εὐδαίμονα πᾶσαν ὅσην τά τε ἄκρα τῶν

Ἰνδικῶν ὁρίζει θαλασσῶν καὶ ἑκατέρωθεν ὅ, τε Περσικὸς καὶ ὁ Ἀραβικὸς τειχίζουσι

κόλποι· ἔνθεν δὲ τήν τε Κοίλην Συρίαν καὶ τὴν Φοινίκην πᾶσαν, ὅσην ὁ ποταμὸς

Ὀρόντης ἔνδον ποιεῖται, τοὺς τῶν Κελτογαλατῶν ἐκείνων ἐκγόνους τοὺς μὲν

ἐκεῖθεν ἀποβήσαντες, τοὺς δ' ἐς ὄλεθρον, οἷον πολέμιος ὑποτίθεται νόμος, ὀλίγου

παραπέμψαντες χρόνου. ηʹ. Εἶεν. ὁ μέντοι Κωνσταντινουπόλεως πατριάρχης

Γερμανὸς ἀκούων ἑαυτὸν ὑπὸ τοῦ πλήθους ὑβριζόμενον σὺν πλείστῃ τῇ ἀκοσμίᾳ,

ἅτε Ἀρσενίου ζῶντος ἔτι τοῦ γνησίου πατριάρχου αὐτὸς τὸν ἐκείνου κατέχων

θρόνον, παραχωρεῖ τοῖς βουλομένοις αὐτόν· αὐτὸς δ' ἡσυχάσων ἀπῄει. καὶ μετὰ

τοῦτον Ἰωσὴφ τὸν πατριαρχικὸν διαδέχεται θρόνον, πολιὸς μὲν ἀνὴρ καὶ ἀσκήσει

μακρᾷ καὶ ἀπράγμονι βίῳ κατὰ τὸ Γαλλήσιον ὄρος συνεζηκώς· σοφίας δ' Ἑλληνικῆς

παντάπασιν ἀμέτοχος ὢν καὶ λίαν τὸν τρόπον ἁπλοῦς. τοιαῦτα γὰρ τὰ τῶν

πολιτικῶν πραγμάτων καὶ ἐμπειριῶν ἄμικτα ἤθη. τούτῳ πνευματικῶς ὡμίλει καὶ

τοὺς λογισμοὺς ἐξηγόρευεν ὁ βασιλεὺς Μιχαήλ. διὸ καὶ πρώτως τὴν ἱερὰν

ἐκτετελεκότι μυσταγωγίαν ξύν γε τοῖς ἄλλοις ἀρχιερεῦσι προσελθὼν πίπτει πρηνὴς

ἐπὶ τῶν προθύρων τοῦ ἱεροῦ βήματος, διαῤῥήδην ἐπὶ δυσὶν ἁμαρτήμασιν ἐγκαλῶν

ἑαυτῷ, τῷ τε τῆς ἐπιορ 1.108 κίας φημὶ καὶ τῷ τῆς τοῦ υἱοῦ τοῦ βασιλέως

τυφλώσεως. καὶ ἐπὶ τούτοις αἰτεῖται συγχώρησιν. πρῶτος μὲν οὖν ὁ πατριάρχης

ἐπιστὰς αὐτῷ κειμένῳ συγχωρήσεως ἔγγραφόν τινα διεξῄει λόγον· καὶ μετ' αὐτὸν

ἕκαστος τῶν ἀρχιερέων κατὰ τὴν ἑκάστῳ προσήκουσαν τάξιν διαδεχόμενος

ἀνέγνωσαν ἅπαντες ἐφεξῆς ἐπ' αὐτοῦ τὸν εἰρημένον τῆς συγχωρήσεως λόγον. καὶ

οὕτως ἀπῄει χαίρων ὁ βασιλεὺς ὁμοῦ τῇ τοιαύτῃ συγχωρήσει καὶ θεὸν αὐτὸν εὐμενῆ

καὶ ἵλεων αὐτῷ καταστῆναι οἰόμενος. (Β.) Κατὰ τοῦτον τὸν χρόνον ἐπεσκότησεν ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

37

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!