Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

καλύπτειν. τἄλλα γὰρ ὢν καὶ φαινόμενος καὶ ὁ ἀνὴρ οὑτοσὶ καλὸς κἀγαθὸς ἔλαθε δόξης ἐρῶν ἀνθρωπίνης καὶ κομιδῇ κολακείας ἡττώμενος. καὶ συγγνώμη 2.1026 τἀνδρὶ, δύσμαχον τυραννίδα ψυχῆς ἐνεγκεῖν οὐδαμῆ δυνηθέντι. καίτοι ἐχρῆν τοῦ σοφοῦ ∆ιογένους πεισθῆναι τοῖς λόγοις· ὃς πυθομένου τινὸς, ὅπως ἄν τις ἔνδοξος τάχιστα γένοιτο καὶ ῥᾳδίως, ἀπεκρίνατο· εἰ δόξης καταφρονεῖν δυνηθείη. εἰ δέ τῳ δοκοίη, τὸ πάθος ἐθέλοντι θεραπεύειν καί τι τῆς μέμψεως ὑφαιρεῖν, μὴ διὰ δόξης ἔρωτα καταψηφίζεσθαι, πρὸς τοιοῦτον πτῶμα κατενηνέχθαι τὸν φίλον, ἀλλὰ τῷ μήτε θεμελίους στεῤῥοὺς ὑποστῆσαι τῇ γλώττῃ σοφίας τῆς θύραθεν, μήτε πεῖραν ἱερῶν εἰληφέναι δογμάτων, οὐκ ἔγωγε διοίσομαι. πολλῷ γὰρ μᾶλλον ἂν τοῦθ' ἑλοίμην ἢ ἐκεῖνο· ὅτι τοῦτο μὲν, ἀκούσιον ὂν, ἐξαιρεῖται τοῦ τῆς κακίας ὑπερβάλλοντος τὸν φίλον, καὶ συγγνώμης ἰνδάλματα δίδωσιν ἀμωσγέπως αὐτῷ· ἐκεῖνο δ' ἁπάσας αὐτόχρημα συγγνώμης ἐλπίδας ἀνασοβεῖ, τοῦ ἑκουσίου τῆς γνώμης δίκην ἀχλύος αὐτὰς συνθολούσης. τῇ γάρ τοι φύσει καὶ τῷ πλουσίῳ τῆς γλώττης τεθαῤῥηκὼς ὁ ἀνὴρ ἐξ ἀρχῆς ταύτῃ τοὺς ἐντυγχάνοντας διὰ βίου κατέκλυζε, καὶ τροφῆς αὐτῆς ἐπιλανθανόμενος. διὸ καὶ πάντας σοφίας ἐς τοῦτο συγκλείσας τοὺς ἔρωτας, καὶ τοῦτο μόνον ἱκανὸν ἡγησάμενος, τὸ χρυσοῦν ἀπονητὶ συγκομίζειν θέρος αὐτῷ τῶν ἐπαίνων πάντων, ἥκιστα διὰ φροντίδος πεποίηται σοφίᾳ καὶ δόγμασιν ἱεροῖς τὸν τῆς γλώττης κοσμῆσαι δρόμον. ἦ γὰρ ἂν τῶν δυοῖν οὐδενὸς ἐξέπιπτε χρόνων· ἀλλ' ἀεὶ μὲν τὸ τῆς πολυλογίας, ὡς ἐπὶ πλεῖστον ἁμαρτάνον, διέφευγεν ἄν· νῦν δ' εἰς τὸ τῆς ἀσεβείας οὐκ ἂν ἐνέπιπτε βάραθρον. 2.1027 (Η.) Τοιούτοις οἶμαι καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἀνδράσι περιτυχὼν, ἐν τῇ τῶν πνευματομάχων περιπεσοῦσιν αἱρέσει, "1τοσοῦτον ὑμῶν,"2 φησὶ, "1περιέχομαι καὶ τοσοῦτον ὑμῶν αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν καὶ τὸ χρῶμα τῆς ἐγκρατείας καὶ τὰ ἱερὰ ταῦτα συστήματα καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν καὶ τὴν πάννυχον ψαλμῳδίαν καὶ τὸ φιλόπτωχον καὶ φιλάδελφον καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ καὶ παθεῖν τι ὡς κατάκριτος δέχομαι· μόνον εἰ σταίητε μεθ' ἡμῶν, καὶ κοινῇ τὴν τριάδα δοξάσαιμεν. περὶ γὰρ τῶν ἄλλων τί χρὴ καὶ λέγειν, σαφῶς τεθνηκότων; οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν ἑαυτοῦ δύναμιν· οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι τὸ ἓν βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ γε καὶ διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύφλωσιν."2 (Θ.) Ἐγὼ δὲ καὶ ταῦτα καλῶς τε καὶ εὐφυῶς πρὸς τὴν παροῦσαν εὑρίσκων ὑπόθεσιν ἁρμοζόμενα καὶ πλέον ἔχω τι λέγειν αὐτός. ἀνῄρηται γὰρ ἀγάπη πᾶσα καὶ παραμυθία καὶ λόγος φίλων παρήγορος. οὐδαμοῦ σπλάγχνον ἀδελφικὸν, οὐδαμοῦ δάκρυον συμπαθές. ὅθεν καὶ ἀνεμνήσθην ἐκείνων τοῦ Σολομῶντος· ἀπέβλεψα γὰρ, ἐκεῖνός φησι, καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐδὲ τοῖς δυνατοῖς ὁ πόλεμος· καί γε οὐ τοῖς σοφοῖς 2.1028 ἡ φρόνησις· καί γε οὐ τοῖς φίλοις τὸ εὔελπι· ἀλλὰ καιρὸς καὶ ἀπάντημα συμβήσεται πᾶσιν αὐτοῖς ἀπροσδόκητον ἐκ θεοῦ, πᾶσαν ὑπερβαῖνον σοφίαν καὶ δύναμιν ἀνθρωπίνην, καὶ πάντα φαυλίζον ἀνθρώπινον ὄγκον καὶ τῦφον. διὸ καὶ σιγᾷν ἔκρινα δεῖν, καὶ τῶν τοῦ βίου παιγνίων θαυμάζειν τὰς ἀγχιστρόφους μεταβολὰς, καὶ μηδένα πρὸ τελευτῆς μακαρίζειν. καὶ ὁ μὲν ∆αρεῖος ἐκεῖνος ὑπὸ πληγῶν καὶ τραυμάτων ἐπιβούλων εἰς θάνατον ἐλαυνόμενος, ἐπειδὴ διψήσας ᾔτησεν ὕδωρ, καὶ παρῆν οὐδεὶς ἐν ἐρήμῳ καὶ ἀβάτῳ διωκομένῳ γῇ, πλὴν ἑνός τινος ἀνδρὸς εὐτελοῦς, ὃς ὕδωρ τε ἐκόμισε βραχὺ καὶ ἀνέψυξε πρὸ τῆς τελευτῆς, βύθιον ἀνακλαυσάμενος καὶ δακρύσας, "1τοῦτό μοι τελευταῖον,"2 ἔφησε, "1τῶν δυστυχημάτων, εὖ παθόντι μὴ δύνασθαι τὸ προσῆκον ἀμείψασθαι."2 ἐγὼ δ' ἁπάντων ἀπόντων γνωρίμων, φίλων, οἰκείων, γειτόνων, ἐν ἀπαραμυθήτῳ καθείρξει μόνος καθήμενος μεῖζον εὑρίσκω καὶ τελευταῖον τῶν ἐμῶν δυστυχημάτων τουτὶ, μὴ δύνασθαι παντάπασι, μὴ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 366

ὅτι τῷ ψυχροῦ ποτήριον παρασχόντι τό γε προσῆκον ἀμείβεσθαι, ἀλλὰ μηδ' ἔχειν ὃς ἄν μοι τοῦτο διακονήσηται. φέρω τοίνυν ἀρκούμενος, ὅτι ἔχω κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς ἀδικίας. ἀλλ' ἐκεῖσε ἐπάνειμι. ʹ. Οὐ γὰρ ἠρέμει τὸ βάρβαρον ἐκεῖνο καὶ φονικὸν τῆς γνώμης τῶν παλαμναίων ἐκείνων ἀνδρῶν· ἀλλ' ἐξ οὐρίας ὠθοῦν τὴν 2.1029 ὀθόνην τῆς γνώμης τὸ τοῦ βασιλέως ἔχοντες πνεῦμα Σκύλλαν πελάγους καὶ Χάρυβδιν ἅπασαν κούφως διέπλεον, ἐμποδὼν οὐδενὸς τῶν ἁπάντων καθισταμένου. ὅθεν τὰ βλάσφημα δόγματα καὶ τὰς ἀνοσίους βίβλους ἐκείνας ἐς δημόσιον ἀνεγνωκότες ἄκουσμα, ταῖς ἡμῶν καὶ τῆς εὐσεβείας ὕβρεσιν ἀνακεκραμένα, πείθουσιν αὐτίκα μάλα τὸν βασιλέα τοῖς ἐκ τῶν σφετέρων ὀνείρων προφοιβασμοῖς, τὰ τῆς βασιλείας ἀναδησάμενον σύμβολα, τῷ τε πατριάρχῃ καὶ τοῖς Παλαμικοῖς ἐπισκόποις συλλειτουργῆσαί τε καὶ τῇ θείᾳ τραπέζῃ ταῦτ' ἐπιθεῖναι χερσὶν ἰδίαις, νέον ἀνάθημα νέας θρησκείας νέοις θεοῖς καὶ θεότησιν ἀπειράκις ἀπείροις. ἦν δὲ τὸ μάλιστα συνωθῆσαν τὴν τῆς γνώμης εὐκολίαν αὐτοῦ πρὸς τήνδε τὴν πρᾶξιν οἱ δι' ὀνείρων μαντικοὶ τρίποδες, πλείστην ὑπισχνούμενοι γῆς καὶ θαλάττης ἀρχὴν, τούτοις τοῖς τρόποις τὰ σφέτερα βεβαιώσαντι δόγματα. (Β.) Καὶ τοῦτο, κατὰ μὲν τὸ σφίσι δόξαν, λοιδορίαν εἶχεν ἡμῶν καὶ τῆς εὐσεβείας· τῇ δ' ἀληθείᾳ γνώμης ἐκείνων εἶχεν εἰκόνα καὶ στήλην ἀσεβείας τὰ γράμματα. ἐπεὶ γὰρ οἱ λόγοι νῦν μὲν εἰκόνες εἰσὶ τῶν πραγμάτων, ὅτε πρὸ τῶν πράξεων ἐν τοῖς τῆς διανοίας ἔτι θαλάμοις γυμνάζονται, καὶ τὰ τέλη ζωγραφοῦσιν ἐκεῖ πως αὐτῶν· νῦν δ' ἕτερον τρόπον καὶ εἰκόνες καθίστανται τῆς ψυχῆς, ὅτε μετὰ τὴν ἔνδον διάσκεψιν ἔργα γίνονται καὶ αὐτοὶ, ψυχῆς ἀπόζοντα ὡς εἰπεῖν, καὶ ὅπως ἕξεως ἔχει καὶ γνώμης αὐτὴ τοῖς ἔξω διατυποῦντα· τὰς τῆς ἔνδον κακοδοξίας τε καὶ θηριωδίας 2.1030 εἰκόνας τοῖς ἔξω λοιπὸν καὶ τάδε πομπεύει τὰ γράμματα, μεσημβρινῆς ἀκτῖνος περιφανέστερον τὸ βδέλυγμα τῆς ἐσχάτης ὑπάρχειν ἐρημώσεως αὐτόχρημα. ἀλλὰ τοῦ γε θεομισοῦς ἀναθήματος ἐκείνου τῇ ἱερᾷ τραπέζῃ ἐπιτεθέντος ἡ θεία μὲν οὐχ ἥψατο ψῆφος, εὐθὺς τὴν ἀνάλογον ἐπιφέρουσα τῇ τόλμῃ κόλασιν. (Γ.) Ἀλλ' οἱ κύκλῳ περιϊστάμενοι τέως ἐπίσκοποι καὶ πρεσβύτεροι πάντες ἐβόησαν, οὐχ ἥνπερ ἐχρῆν ἐπιτίμησιν· ὅτι πῶς, ἄνθρωπε, τῷ μόνῳ πάντων ποιητῇ θεῷ θεοτήτων ἐπενεγκεῖν διαφόρων τετόλμηκας πλῆθος, καὶ ἥκιστα δέδιας κατὰ σαυτοῦ τε καὶ ἡμῶν καὶ Ῥωμαίων ἁπάντων προκαλούμενος τὴν ἄμαχον ἐκείνην ῥομφαίαν καὶ τοὺς τῶν κακῶν παιδευτὰς αἰθερίους κεραυνούς; τούτων μὲν οὖν οὐδὲν τῶν ἁπάντων οὔτ' εἶπον, οὔθ' ἧκεν αὐτοῖς οὐδὲν ἐπὶ νοῦν, ἃ καὶ τῆς ἀληθείας ἐγγύτερα ἦν· ἀλλὰ κόλακας ἕκαστοι λόγους προμελετήσαντες ὑπισχνοῦντο καὶ προὔφερον, ἃ φύσις δίκης περαίνειν οὐκ οἶδεν· ὅτι τοῖς μὲν πάλαι βασιλεῦσι κοινόν τι καὶ πάτριον σπούδασμα ἦν, κομίζειν ἐνταῦθα χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις πολυτίμοις κεκοσμημένα σκεύη καὶ ἔπιπλα, καὶ τοιαῦτα ἄττα κειμήλια. σὺ δὲ προσήνεγκας δῶρον ἔπηλυ, καὶ οὐδαμῆ ποτ' ἐγχώριον τῇ τοῦ θεοῦ ἐκκλησίᾳ· ἀλλ' οἷον τῶν ἐξ αἰῶνος κεκόμικεν οὐδεὶς οὐδέπω βασιλεύς. καὶ σοὶ πλατυσμὸν ὑπισχνούμεθα τῆς ἐξουσίας κατά τ' Εὐρώπην καὶ Ἀσίαν, οἷον οὔπω τῶν πάλαι βασιλέων εὗρεν οὐδεὶς, οὐδὲ μείζονος ἀντιδόσεως τετύχηκε πρὸς θεοῦ, τοῦ τὸ ἀνάλογον τῆς προσαγωγῆς ἀντιδιδόντος κατόπιν, καὶ διὰ τὸ τῆς 2.1031 ἀντιδόσεως πρόδηλον ἐμφανίζοντος πᾶσι τὴν μὴ φαινομένην ποιότητά τε καὶ δύναμιν αὐτῆς, πρός τε τὸ βέλτιστον καὶ τὸ χείριστον. (∆.) Ἃ δὴ καὶ ἀκουσθέντα μὲν Βυζαντίοις, ὑπὲρ ὧν τὴν πρόῤῥησιν προεθέσπιζον, ἀκουσθέντα δὲ θεῷ, πρὸς ὃν ἡ προσαγωγὴ καὶ ἡ τῶν μελλόντων κρίσις ἀνετίθετο, ταχεῖαν εἰλήφει τὴν ἔκβασιν· οὐχ οἵαν αὐτοὶ κατὰ τὴν σφετέραν προεθέσπιζον βούλησιν· ἀλλ' οἵαν αἱ τῆς θείας δίκης ἀῤῥεπεῖς ἐπεψήφιζον πλάστιγγες, ὑπὸ μάρτυσι τοῖς εἰδόσι. βραχεῖαι γὰρ ἐκεῖθεν ἡμέραι, καὶ πυρὶ κατανηλωκότες πάσας οἰκίας, συλλήβδην εἰπεῖν, ὅσαι Ῥωμαίοις πάλαι πολυτελῶς ᾠκοδόμηντο ἐφ' ἑκάτερα τοῦ πορθμοῦ περί τε τὸ τεῖχος δηλαδὴ τῶν Βυζαντίων καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 367

καλύπτειν. τἄλλα γὰρ ὢν καὶ φαινόμενος καὶ ὁ ἀνὴρ οὑτοσὶ καλὸς κἀγαθὸς ἔλαθε

δόξης ἐρῶν ἀνθρωπίνης καὶ κομιδῇ κολακείας ἡττώμενος. καὶ συγγνώμη 2.1026

τἀνδρὶ, δύσμαχον τυραννίδα ψυχῆς ἐνεγκεῖν οὐδαμῆ δυνηθέντι. καίτοι ἐχρῆν τοῦ

σοφοῦ ∆ιογένους πεισθῆναι τοῖς λόγοις· ὃς πυθομένου τινὸς, ὅπως ἄν τις ἔνδοξος

τάχιστα γένοιτο καὶ ῥᾳδίως, ἀπεκρίνατο· εἰ δόξης καταφρονεῖν δυνηθείη. εἰ δέ τῳ

δοκοίη, τὸ πάθος ἐθέλοντι θεραπεύειν καί τι τῆς μέμψεως ὑφαιρεῖν, μὴ διὰ δόξης

ἔρωτα καταψηφίζεσθαι, πρὸς τοιοῦτον πτῶμα κατενηνέχθαι τὸν φίλον, ἀλλὰ τῷ

μήτε θεμελίους στεῤῥοὺς ὑποστῆσαι τῇ γλώττῃ σοφίας τῆς θύραθεν, μήτε πεῖραν

ἱερῶν εἰληφέναι δογμάτων, οὐκ ἔγωγε διοίσομαι. πολλῷ γὰρ μᾶλλον ἂν τοῦθ'

ἑλοίμην ἢ ἐκεῖνο· ὅτι τοῦτο μὲν, ἀκούσιον ὂν, ἐξαιρεῖται τοῦ τῆς κακίας

ὑπερβάλλοντος τὸν φίλον, καὶ συγγνώμης ἰνδάλματα δίδωσιν ἀμωσγέπως αὐτῷ·

ἐκεῖνο δ' ἁπάσας αὐτόχρημα συγγνώμης ἐλπίδας ἀνασοβεῖ, τοῦ ἑκουσίου τῆς γνώμης

δίκην ἀχλύος αὐτὰς συνθολούσης. τῇ γάρ τοι φύσει καὶ τῷ πλουσίῳ τῆς γλώττης

τεθαῤῥηκὼς ὁ ἀνὴρ ἐξ ἀρχῆς ταύτῃ τοὺς ἐντυγχάνοντας διὰ βίου κατέκλυζε, καὶ

τροφῆς αὐτῆς ἐπιλανθανόμενος. διὸ καὶ πάντας σοφίας ἐς τοῦτο συγκλείσας τοὺς

ἔρωτας, καὶ τοῦτο μόνον ἱκανὸν ἡγησάμενος, τὸ χρυσοῦν ἀπονητὶ συγκομίζειν θέρος

αὐτῷ τῶν ἐπαίνων πάντων, ἥκιστα διὰ φροντίδος πεποίηται σοφίᾳ καὶ δόγμασιν

ἱεροῖς τὸν τῆς γλώττης κοσμῆσαι δρόμον. ἦ γὰρ ἂν τῶν δυοῖν οὐδενὸς ἐξέπιπτε

χρόνων· ἀλλ' ἀεὶ μὲν τὸ τῆς πολυλογίας, ὡς ἐπὶ πλεῖστον ἁμαρτάνον, διέφευγεν ἄν·

νῦν δ' εἰς τὸ τῆς ἀσεβείας οὐκ ἂν ἐνέπιπτε βάραθρον. 2.1027 (Η.) Τοιούτοις οἶμαι καὶ

ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἀνδράσι περιτυχὼν, ἐν τῇ τῶν πνευματομάχων

περιπεσοῦσιν αἱρέσει, "1τοσοῦτον ὑμῶν,"2 φησὶ, "1περιέχομαι καὶ τοσοῦτον ὑμῶν

αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν καὶ τὸ χρῶμα τῆς ἐγκρατείας καὶ τὰ ἱερὰ

ταῦτα συστήματα καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν καὶ τὴν πάννυχον

ψαλμῳδίαν καὶ τὸ φιλόπτωχον καὶ φιλάδελφον καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα

εἶναι ἀπὸ Χριστοῦ καὶ παθεῖν τι ὡς κατάκριτος δέχομαι· μόνον εἰ σταίητε μεθ' ἡμῶν,

καὶ κοινῇ τὴν τριάδα δοξάσαιμεν. περὶ γὰρ τῶν ἄλλων τί χρὴ καὶ λέγειν, σαφῶς

τεθνηκότων; οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν

ἑαυτοῦ δύναμιν· οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ

τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι τὸ ἓν

βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ γε καὶ διαστροφὴν αὐτοῖς

ἐγκλητέον, ἀλλὰ μὴ τύφλωσιν."2 (Θ.) Ἐγὼ δὲ καὶ ταῦτα καλῶς τε καὶ εὐφυῶς πρὸς

τὴν παροῦσαν εὑρίσκων ὑπόθεσιν ἁρμοζόμενα καὶ πλέον ἔχω τι λέγειν αὐτός.

ἀνῄρηται γὰρ ἀγάπη πᾶσα καὶ παραμυθία καὶ λόγος φίλων παρήγορος. οὐδαμοῦ

σπλάγχνον ἀδελφικὸν, οὐδαμοῦ δάκρυον συμπαθές. ὅθεν καὶ ἀνεμνήσθην ἐκείνων

τοῦ Σολομῶντος· ἀπέβλεψα γὰρ, ἐκεῖνός φησι, καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς

κούφοις ὁ δρόμος, οὐδὲ τοῖς δυνατοῖς ὁ πόλεμος· καί γε οὐ τοῖς σοφοῖς 2.1028 ἡ

φρόνησις· καί γε οὐ τοῖς φίλοις τὸ εὔελπι· ἀλλὰ καιρὸς καὶ ἀπάντημα συμβήσεται

πᾶσιν αὐτοῖς ἀπροσδόκητον ἐκ θεοῦ, πᾶσαν ὑπερβαῖνον σοφίαν καὶ δύναμιν

ἀνθρωπίνην, καὶ πάντα φαυλίζον ἀνθρώπινον ὄγκον καὶ τῦφον. διὸ καὶ σιγᾷν

ἔκρινα δεῖν, καὶ τῶν τοῦ βίου παιγνίων θαυμάζειν τὰς ἀγχιστρόφους μεταβολὰς, καὶ

μηδένα πρὸ τελευτῆς μακαρίζειν. καὶ ὁ μὲν ∆αρεῖος ἐκεῖνος ὑπὸ πληγῶν καὶ

τραυμάτων ἐπιβούλων εἰς θάνατον ἐλαυνόμενος, ἐπειδὴ διψήσας ᾔτησεν ὕδωρ, καὶ

παρῆν οὐδεὶς ἐν ἐρήμῳ καὶ ἀβάτῳ διωκομένῳ γῇ, πλὴν ἑνός τινος ἀνδρὸς εὐτελοῦς,

ὃς ὕδωρ τε ἐκόμισε βραχὺ καὶ ἀνέψυξε πρὸ τῆς τελευτῆς, βύθιον ἀνακλαυσάμενος

καὶ δακρύσας, "1τοῦτό μοι τελευταῖον,"2 ἔφησε, "1τῶν δυστυχημάτων, εὖ παθόντι

μὴ δύνασθαι τὸ προσῆκον ἀμείψασθαι."2 ἐγὼ δ' ἁπάντων ἀπόντων γνωρίμων,

φίλων, οἰκείων, γειτόνων, ἐν ἀπαραμυθήτῳ καθείρξει μόνος καθήμενος μεῖζον

εὑρίσκω καὶ τελευταῖον τῶν ἐμῶν δυστυχημάτων τουτὶ, μὴ δύνασθαι παντάπασι, μὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

366

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!